TLG 0615 001 :: ASPASIUS :: In ethica Nichomachea commentaria In ethica Nichomachea commentaria Citation: Page — (line) | ||
1(1t) | ΑΣΠΑΣΙΟΥ ΣΧΟΛΙΑ ΕΙΣ ΗΘΙΚΑ ΤΟΥ ΑΡΙΣΤΟΤΕΛΟΥΣ. | |
2 | Ἡ περὶ τὰ ἤθη πραγματεία καὶ μάλιστα ἡ πολιτικὴ [ἠθικὴ] κατὰ μὲν τὸ ἀναγκαῖον προτέρα ἐστὶ τῆς θεωρητικῆς φιλοσοφίας, κατὰ δὲ τὸ τίμιον ὑστέρα. ᾗ μὲν γὰρ ἀδύνατον καλῶς ζῆν μὴ σώφρονας ὄντας καὶ δικαίους | |
---|---|---|
5 | καὶ ὅλως τὸ ἦθος κεκοσμημένους καὶ εἰς συμμετρίαν τινὰ τὰ τῆς ψυχῆς πάθη καταστήσαντας, ταύτῃ δόξειεν εἶναι ἀναγκαία ἡ πολιτικὴ καὶ ἠθικὴ καὶ διὰ τοῦτο προτέρα (οὐδὲν γὰρ πλέον ἀνύει οὐδ’ εἴ τις πᾶσαν γνῶσιν καὶ θεωρίαν κτήσαιτο μὴ πεπαιδευμένος τὸ ἦθος), ᾗ δὲ περὶ τῶν τιμιωτάτων καὶ θειο‐ τάτων ἡ σοφία πραγματεύεται καὶ θεωρεῖ τὰ τῆς φύσεως ἔργα καὶ ἔτι ἄλλα | |
10 | πολὺ ἀμείνω καὶ κρείττω τῶν ἐκ φύσεως συνεστώτων, ὧν ἐστιν ἡ πρώτη φιλοσοφία θεωρητική, ταύτῃ προτέρα καὶ τιμιωτέρα λέγοιτ’ ἂν ἡ θεωρητική. ὡς γὰρ τὰ ὑποκείμενα ἔχει πρὸς ἄλληλα, οὕτως καὶ αἱ περὶ αὐτὰ ἐπιστῆμαι. ἔστι δὲ τιμιώτερα καὶ κρείττω περὶ ἃ ἡ σοφία τῶν ὑπὸ τὴν πολιτικὴν καὶ ἠθικήν, ὥστε πολλῷ ἂν εἴη τιμιωτέρα τούτων ἡ σοφία. καὶ γὰρ εἰ μὲν ἄνευ | |
15 | σώματος ἦμεν, οὐδὲν ἂν ἔδει τὴν φύσιν ἡμῶν ἄλλο ἔχειν ἔργον ἢ τὴν θεω‐ ρίαν, νῦν δὲ ἡ τοῦ σώματος φύσις ἡδοναῖς καὶ λύπαις συνεζευγμένη σωμα‐ τικαῖς ἐξ ἀνάγκης ἐποίησεν ἡμᾶς ἐπιμελεῖσθαι καὶ σωφροσύνης καὶ ἐγκρατείας καὶ πολλῶν ἄλλων τοιούτων ἀρετῶν, ὧν οὐκ εἰκὸς μετεῖναι τῷ θεῷ διὰ τὸ μήτε ἡδονῶν μήτε λυπῶν σωματικῶν μετέχειν. ἐξ ἀνάγκης οὖν τοῦ σώ‐ | |
20 | ματος φαινόμεθα τὴν πλείστην περὶ τὰ ἤθη ἐπιμέλειαν πορίζεσθαι, ἐπεὶ καὶ | 1 |
2 | ἡ δικαιοσύνη καὶ ἡ φρόνησις, ὧν τὸ θεῖον δοκεῖ μετέχειν, πολὺ μὲν λείπονται τοῦ θεοῦ. δεόμεθα δὲ αὐτῶν διὰ τὰς ἀδικίας καὶ πλεονεξίας τὰς ὑπ’ ἀλλή‐ λων γινομένας, ἐπεὶ τό γε θεῖον εἰκός ἐστι δικαιοσύνῃ πρὸς ἡμᾶς μόνῃ χρῆ‐ σθαι τῇ θεωρητικῇ καὶ ἐν τούτῳ διατελεῖν. ὅτι μὲν οὖν τιμιωτέρα ἐστὶν ἡ | |
5 | σοφία τῆς πολιτικῆς, ἐκ τούτων καὶ τῶν τοιούτων ἄν τις κατανοήσειεν, ἡ δὲ ἠθική, καθάπερ προείρηται, ἀναγκαιοτάτη· ἡμῖν δὲ καὶ πρώτως ταύτην ἐπι‐ τηδεύειν προσήκει καὶ λόγῳ καὶ ἔργῳ, ὥσπερ καὶ Σωκράτης ἠξίου, οὐκ ἀτι‐ μάζων τὴν περὶ τὰ θεῖα γνῶσιν καὶ τῶν φύσει συντεινόντων παριεὶς τὴν ἐπι‐ στήμην ὡς περιττήν, ἀλλ’ ἀναγκαίαν ἡγούμενος τὴν τοῦ ἤθους ἐπιμέλειαν. | |
10 | καὶ οἱ Πυθαγόρειοι δὲ πρῶτον ἐπαίδευον τοὺς συγγινομένους καὶ ἤθεσι καὶ λόγοις. φαίνεται δὲ ὁ Ἀριστοτέλης περὶ πλείστου ταύτην τὴν διδασκαλίαν ποιεῖσθαι· λέγει δὲ αὐτὴν εἶναι περὶ τοῦ ἀνθρωπίνου τέλους, ἥτις ἐστὶν ἡ εὐδαιμονία. ἃ δὲ λέγει ἔχουσιν οὕτως. p. 1094a1 Πᾶσα τέχνη 〈ἕως τοῦ προτιμᾶν τὴν ἀλήθειαν〉. | |
15 | Πρῶτον οὖν ῥητέον περὶ τέχνης καὶ περὶ μεθόδου, ἔτι καὶ περὶ πράξεως καὶ προαιρέσεως. λέγεται δὲ τέχνη παρ’ αὐτοῖς τριχῶς· καὶ γὰρ τὸ γένος τῶν τεχνῶν ἁπασῶν τέχνη λέγεται· διαιροῦσι γὰρ τὰς τέχνας λέγοντες τὰς μὲν ποιητικὰς τὰς δὲ θεωρητικάς, ὁρίσαιτο δ’ ἄν τις τὴν οὕτω λεγομένην τέχνην σύστημα ἐκ θεωρημάτων εἰς ἓν τέλος φερόντων. ἄλλως δὲ λέγουσι | |
20 | τέχνην τὸ κοινὸν τῆς πρακτικῆς καὶ τῆς ποιητικῆς· διαιροῦσι γὰρ τὸ μὲν τέχνην λέγοντες τὸ δὲ ἐπιστήμην, τὴν θεωρητικὴν πᾶσαν ἐπιστήμην ὀνομά‐ ζοντες, τὴν δὲ τοιαύτην ὑπογράψειεν ἄν τις σύστημα ἐκ θεωρημάτων εἰς πράξεις φερόντων ἢ ποιήσεις. ἰδίως δὲ καλεῖν εἰώθασι τέχνην τὴν ποιητικήν. ἀποδίδωσι δὲ αὐτῷ λόγον ὁ Ἀριστοτέλης λέγων ‘τέχνη ἐστὶν ἕξις μετὰ λόγου | |
25 | ποιητική‘, λόγον δὲ λαμβάνει οὔτε τὸν ἐπαγωγικὸν οὔτε τὸν συλλογιστικὸν ἀλλὰ τὸν ἁπλοῦν καὶ τεχνικόν, ᾧ χρῶνται οἱ δημιουργοὶ τῶν τεχνῶν· ποιή‐ ματα μὲν γάρ ἐστι καὶ τὰ τῶν ἀλόγων, οἷον τῶν μὲν μελισσῶν τὰ κηρία, | |
ἀραχνῶν δὲ τὰ ἀράχνια καλούμενα· ἀλλ’ οὐδὲν τούτων μετὰ λόγου ποιεῖ, | 2 | |
3 | ἀλλ’ ὁρμῇ φυσικῇ χρώμενα τὰ ζῷα· τὰ δὲ τεχνικὰ ποιήματα λογικῶν ἐστι ποιήματα καὶ τῷ λόγῳ χρωμένων. περὶ μὲν οὖν τέχνης ταῦτα εἰρήσθω. τὴν δὲ μέθοδον ἔνιοι μὲν ᾠήθησαν κατὰ ταὐτὸν τῇ τέχνῃ καὶ ἐκ παραλλήλου εἰρῆσθαι, ἔνιοι δὲ δύναμιν ὁμοίως ἔχουσαν πρὸς τὰ ὑφ’ αὑτὴν ἀντικείμενα. | |
5 | ἔστι μὲν γὰρ καὶ τῶν λογικῶν ἑκάστην τεχνῶν ἐπιστήμην ἀκοῦσαι τῶν ἀντι‐ κειμένων, οἷον ἰατρικὴ ὑγιεινῶν καὶ νοσερῶν, ἀλλ’ οὐ πρὸς ἄμφω ὁμοίως ἔχει, ἀλλὰ τὸ μὲν προηγουμένως αἱρεῖται, τὸ δὲ γιγνώσκει μόνον. ῥητορικὴ δὲ καὶ διαλεκτική εἰσι μὲν ἐπιχειρητικαὶ ἀμφότεραι, ἀλλ’ ὁμοίως ἔχουσι πρὸς τὸ ἐπιχειρεῖν εἰς τὰ ἀντικείμενα. ἐπεὶ δὲ φαίνεται καὶ τὴν πολιτικὴν ἢ ἠθι‐ | |
10 | κὴν μέθοδον ὀνομάζων οὐ μόνον τὴν ῥητορικὴν καὶ διαλεκτικήν, ἔνιοι ἔφασαν μέθοδον ὀνομάζεσθαι πᾶσαν δύναμιν ἢ ἕξιν τὴν ὡς ἐπὶ πολύ. ἐοίκασι δὲ καὶ οὗτοι ἀπολελείφθαι τῆς τοῦ ὀνόματος χρήσεως· μέθοδον γὰρ ὀνομάζει καὶ τὴν πρώτην φιλοσοφίαν καὶ τὴν περὶ ἀποδείξεως ἐπιστήμην· εἶπεν οὖν μέ‐ θοδον εἶναι ἕξιν θεωρητικὴν τῶν ὑφ’ αὑτὴν μετὰ λόγου ἐπακτικοῦ ἢ συλλο‐ | |
15 | γιστικοῦ. καλείσθω δέ μοι συλλογισμὸς κοινῶς καὶ τὸ ἐνθύμημα, ἐπαγωγὴ δὲ καὶ τὸ παράδειγμα. εἰκότως δὲ μέθοδος πᾶσα ἡ τοιαύτη λέγεται δύναμις ἡ διὰ συλλογισμοῦ καὶ δι’ ἐπαγωγῆς δεῖξις καὶ μέθοδος ὡς ἀληθῶς, ὡς ἀλ‐ λαχοῦ εἴρηται. τὴν δὲ πρᾶξιν ἔνιοι μὲν ἀπέδοσαν ἐνέργειαν λογικήν· κατὰ δὲ τοῦτο λέγοιτ’ ἂν καὶ ἡ θεωρία πρᾶξις· ἐνέργεια γὰρ λογική· λέγεται δὲ | |
20 | πρᾶξις καὶ ἡ κατὰ πρακτικὴν ἐπιστήμην ἐνέργεια. πρακτικαὶ δὲ λέγονται μὲν κοινῶς πᾶσαι, ὧν μὴ ἔστι ποίημά τι ἄλλο παρὰ τὴν πρᾶξιν, οἷον ὀρχηστικὴ καὶ αὐλητική, ἰδίως δὲ ἥ τε πολιτικὴ καὶ ἠθικὴ πρακτικαὶ λέγονται καὶ πράξεις αἱ περὶ τὸ καλὸν καὶ αἰσχρὸν ἐνέργειαι. περὶ δὲ προαιρέσεως ἐρεῖ μὲν καὶ αὐτὸς προελθών· τοσοῦτον δὲ προληπτέον, ὅτι καὶ ἔστιν ἡ προ‐ | |
25 | αίρεσις ὄρεξις βουλευτική. ἐπειδὰν γὰρ βουλευσάμενός τις ἕληται καὶ ἡ ὄρεξις ἐπακολουθήσῃ τῷ λογισμῷ ἢ ἀνάπαλιν ὀρεχθεὶς καὶ βουλευσάμενος ἕληται, προαίρεσις τὸ τοιοῦτόν ἐστιν. διόπερ αἵ τε ἀρεταὶ καὶ αἱ κακίαι προαιρέσεις τινές· τῶν μὲν γὰρ ἀρετῶν ὅ τε λογισμὸς καὶ ἡ ὄρεξις ἀγαθή, τῶν δὲ κα‐ κιῶν τοὐναντίον. | |
30 | Πᾶσα δέ, φησί, τέχνη καὶ πᾶσα μέθοδος καὶ πρᾶξις καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεται. αἵ τε γὰρ τέχναι καὶ αἱ μέθοδοι τοῦ | |
ἰδίου τέλους ὡς ἀγαθοῦ ἐφίενται. καὶ μὴν αἱ πράξεις καὶ αἱ προαιρέσεις | 3 | |
4 | ἀγαθοῦ τινος ὀρέγονται. καὶ γὰρ αἱ μοχθηραὶ πράξεις καὶ αἱ μοχθηραὶ προ‐ αιρέσεις ἐφέσει τοῦ ἀγαθοῦ γίνονται, ἀλλὰ πεπλανημένων τῶν πραττόντων ἢ προαιρουμένων. διὸ καλῶς ἀπεφήναντο τἀγαθὸν οὗ πάντα ἐφίεται. τἀγαθὸν δὲ εἰ μὲν τὸ πρῶτον αἴτιον καὶ κυριώτατον λαμβάνει, ὀρθῶς εἴρηται, | |
5 | ὅτι πάντα τούτου ἐφίεται καὶ τὰ φυτὰ καὶ τὰ ζῷα ἐκείνου ὀρέγονται καὶ τῆς πρὸς ἐκεῖνο ὁμοιώσεως. οὕτως δὲ δεῖ ἀκούειν τὸ ἐφίεσθαι ὡς παρεσκευα‐ σμένου ἑκάστου ὑπὸ τῆς φύσεως εἰς τὴν τοῦ τελειοτάτου καὶ πρώτου αἰτίου ᾗ δυνατὸν ἐξομοίωσιν. ἕκαστον γὰρ ἄγεται ὑπὸ τῆς ἰδίας φύσεως σπουδῇ ἐπὶ τὴν ἰδίαν τελειότητα· ἐπὶ δὲ ταύτην ἄγεται διὰ τὸ πρὸς ἐκεῖνο νενευκέναι, ὃ | |
10 | πάντων ἐστὶ τελειότατον. εἰ δὲ τὸ ἀγαθὸν ἀντὶ τῆς εὐδαιμονίας λαμβάνει, ὀρθῶς ἂν λέγοιτο τὰ λογικὰ ζῷα. τοῦτο μὲν οὖν διὰ μέσου εἴρηται· τὸ δὲ συνεχὲς τῆς φράσεως ἔχει οὕτως· πᾶσα τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως δὲ πρᾶξίς τε καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ· τουτέστι τοῦ τέλους· τὸ γὰρ τέλος ἀγαθὸν ἑκάστῃ ὃ προτίθεται εἶναι αὐτοῦ. | |
15 | Διαφορὰ δέ τις φαίνεται τῶν τελῶν. τὰ μὲν γὰρ αὐταὶ αἱ ἐνέργειαι τέλη εἰσί, τῶν τε πρακτικῶν ἐπιστημῶν καὶ τῶν θεωρητικῶν· αἵ τε γὰρ πράξεις ἐνέργειαι ἥ τε θεωρία· τῶν δὲ ποιητικῶν τὰ τέλη ἄλλα τινὰ παρὰ τὰς ἐνεργείας, οἷον τοῦ ἀγαλματοποιοῦ παρὰ τὴν ἐνέργειαν ἄλλο τέλος τὸ ἄγαλμα· διὸ καὶ ποιητικὰ λέγονται, διότι καὶ ποίημα ἄλλο τι αὐτῶν ἐστι | |
20 | παρὰ τὰς ἐνεργείας. ἐπεὶ δὲ τιμιώτατόν ἐστιν ἐν ἑκάστῃ τὸ τέλος (αὐτοῦ γὰρ ἕνεκα τὰ λοιπὰ γίνεται), ἔνθα μὲν ἔστι τινὰ τέλη παρὰ τὰς πράξεις, οἷον ἐν ταῖς ποιητικαῖς, ἐν ταύταις βελτίω τὰ ἔργα τῶν ἐνεργειῶν, τουτέστι τὰ ποιήματα, ἔνθα δὲ αὐταὶ αἱ ἐνέργειαι, οὐδὲν τῶν ἐνεργειῶν τιμιώτερον. Πολλῶν δὲ πράξεων οὐσῶν καὶ τεχνῶν καὶ ἐπιστημῶν, | |
25 | πολλὰ τὰ τέλη· ὅσαι δέ εἰσιν ὑπὸ μίαν δύναμιν, ἀεὶ ἄλλη ὑπ’ ἄλλην, κα‐ θάπερ ὑπὸ μὲν τὴν ἱππικὴν χαλινοποιητική, ἡ δὲ ἱππικὴ ὑπὸ τὴν στρατη‐ γικήν, ἡ δὲ στρατηγικὴ ἴσως ὑπὸ τὴν πολιτικήν. Ἐν ἅπασι δὲ τὰ τῶν ἀρχιτεκτονικῶν τέλη αἱρετώτερα τῶν ὑφ’ αὑτά· εἰσὶ δὲ τέχναι μὲν ἄλλαι ὑπὸ ἄλλας, ὧν τὰ τέλη ἕνεκεν τῶν | |
30 | ὑπὲρ αὐτάς ἐστι καὶ τῶν τελῶν τῶν ἐκείνων. ἀρχιτεκτονικαὶ δὲ αἱ ἄρχουσαι καὶ κρατοῦσαι τῶν ὑφ’ αὑτάς· διορίζονται δὲ τρισὶ τούτοις τῷ τε χρῆσθαι ταῖς ὑφ’ αὑτάς τε καὶ τοῖς τέλεσιν αὐτῶν καὶ τῷ προστάσσειν καὶ τῷ ἀρχι‐ τεκτονεῖν. ὅτι δὲ τῷ τὰ τέλη τῶν ὑποτεταγμένων ἕνεκεν τοῦ τέλους αὐτῶν | |
γίγνεσθαι ἀρχιτεκτονεῖν λέγονται, δῆλον, οἷον ἡ κυβερνητικὴ ἀρχιτεκτονική | 4 | |
5 | ἐστι τῆς πηδαλιουργικῆς· καὶ γὰρ προστάσσει αὐτή, οἷον δεῖ ποιεῖν τὸ πη‐ δάλιον καὶ οἷον ἀρχιτεκτονεῖ καὶ γενομένῳ χρῆται. καὶ δῆλον ὡς τὸ πηδά‐ λιον, ὅπερ ἐστὶ τέλος τῆς πηδαλιουργικῆς, ἕνεκεν τοῦ τέλους ἐστὶ τῆς κυβερ‐ νητικῆς. εἰπὼν δὲ ὅτι τὰ τῶν ἀρχιτεκτονικῶν τέλη αἱρετώτερα τῶν ὑφ’ αὑ‐ | |
5 | τά (διὰ γὰρ τὰ τῶν ἀρχιτεκτονικῶν τέλη διώκεται καὶ τὰ τῶν ὑφ’ αὑτὰ τέλη), πάλιν ὑπομιμνήσκει, ὅτι οὐδὲν διαφέρει τὰς ἐνεργείας αὐτὰς εἶναι τὰ τέλη ἢ ἄλλα τινὰ παρὰ τὰς ἐνεργείας ποιήματα. εἰ μὲν οὖν οὕτως ἔχει τὰ πράγματα, ὡς ἄλλο τέλος ἄλλῳ ἀεὶ γίνεσθαι καὶ πράττεσθαι, ἀθλιώτατον ἂν ἦν τὸ τῶν ἀνθρώπων γένος μηδέποτε δυνάμενον ἐντυχεῖν τῷ δι’ αὑτὸ αἱρετῷ μηδὲ | |
10 | παῦλαν ἔχειν τῆς ὀρέξεως. ἐπεὶ δὲ ἔστι τι τέλος πάντων τῶν πρακτῶν, ὃ δι’ αὑτὸ αἱρούμεθα, δῆλον ὡς τοῦτ’ ἂν εἴη τἀγαθὸν καὶ τὸ ἄριστον· τούτου γὰρ ἕνεκεν καὶ τὰ λοιπὰ τέλη. ἔχει δὲ καὶ πρὸς τὸ βιῶναι καλῶς ἡ γνῶσις αὐτοῦ μεγάλην ῥοπήν· οἱ μὲν γὰρ ἄλλοτε ἄλλας αἱρούμενοι πράξεις καὶ μὴ πρὸς ἓν ἀποβλέποντες πεπλανημένως ζῶσι καὶ οὐδέποτ’ ἂν ἐπιτύχοιεν τοῦ | |
15 | ἀγαθοῦ. εἰ δέ τις διαθρήσας τὴν εὐδαιμονίαν καὶ τὸ ἀνθρώπινον ἀγαθόν, σκοπὸν τοῦτο θέμενος καθάπερ τοξότης, πάσας αὑτοῦ τὰς πράξεις ἀπευθύνει πρὸς αὐτόν, ἀνάγκη πᾶσα αὐτὸν εὐδαίμονα γενέσθαι καὶ καλῶς διαβιῶναι. διὸ πειρατέον τὸ τέλος τοῦτο περιλαβεῖν τί τέ ἐστιν καὶ τίνος τῶν ἐπιστημῶν ἢ δυνάμεων. οὐκ ἀλόγως δὲ ἀξιοῖ τί τέ ἐστιν ἅμα καὶ τίνος τέλος λαβεῖν. | |
20 | ἀλλ’ ἀνάγκη τῶν πρός τι ἅμα εἶναι τὴν γνῶσιν, τὸ δὲ τέλος τινὸς τέχνης ἢ δυνάμεως. δεῖ οὖν ἅμα καὶ τὸ τέλος τί ἐστι λαβεῖν καὶ τίνος ἐπιστήμης ἢ δυνάμεως τέλος. Ἡ δὲ δύναμις πολλαχῶς λέγεται παρ’ αὐτοῖς· καὶ γὰρ τὰς ἕξεις δυνάμεις λέγουσιν, ἐνίοτε δὲ τὸ ἄμεινον μέρος τῶν ἕξεων· τὴν μὲν γὰρ ὑγίειαν δύναμιν, | |
25 | τὴν δὲ νόσον ἀδυναμίαν. ἔστι δ’ ὅτε τὴν ἐπιτηδειότητα δύναμιν ὀνομάζουσιν, οἷον τὸν παῖδα ἔχειν δύναμιν πυκτικήν [τὸ δ’ αὐτὸ τοῦτο καὶ δύναμιν λέγειν]. ὀνομάζει δὲ δυνάμεις καὶ τὰ ἀγαθὰ ἐκεῖνα, οἷς ἔστιν εὖ καὶ μὴ εὖ χρήσασθαι, οἷον πλοῦτον καὶ ὑγίειαν. λέγουσι δὲ δυνάμεις ἐνίοτε τὰς ὁμοίως ἐχούσας πρὸς τὰ ἀντικείμενα τῶν ὑφ’ αὑτάς, οἷον ῥητορικὴν καὶ διαλεκτικήν. ἔοικε | |
30 | δὲ νῦν λαμβάνειν δύναμιν ἀντὶ τῆς ἕξεως. ἐπειδὴ γὰρ ἔνιοι ἡγοῦνται τὴν πολιτικὴν ἐπιστήμην εἶναι καὶ τὴν φρόνησιν, ἔνιοι δὲ οὐκ ἐπιστήμην ἀλλ’ ὅμοιόν 〈τι〉 τῇ ἐπιστήμῃ, μέλλων πολιτικῆς τέλος ἐρεῖν τὸ ἀνθρώπινον ἀγαθὸν ζητεῖ, τίνος ἐπιστήμης ἐστὶ τέλος ἢ δυνάμεως, ὡς ἂν εἰ ἔλεγε, τίνος ἐπιστή‐ | |
μης ἢ ἕξεως. | 5 | |
6 | Δόξειε δ’ ἄν, φησί, τῆς κυριωτάτης καὶ μάλιστα ἀρχι‐ τεκτονικῆς· τοιαύτη δὲ ἡ πολιτική· ἔχει γὰρ τὰ ὑπάρχοντα τῇ ἀρχι‐ τεκτονικῇ· καὶ γὰρ προστάττει πάσαις ταῖς λοιπαῖς ἐπιστήμαις· ποίας γὰρ δεῖ μανθάνειν ἐν τῇ πόλει καὶ ἐπιτηδεύειν καὶ μέχρι τίνος ἀρχιτεκτονεῖ, καὶ τὰ | |
5 | τέλη τῶν λοιπῶν ἕνεκεν τοῦ τέλους αὐτῆς. εἰσὶ γοῦν ὑπ’ αὐτὴν ἅπασαι καὶ αἱ ἐντιμόταται δυνάμεις, οἷον στρατηγικὴ ῥητορικὴ οἰκονομική. στρατηγικὴν δὲ καὶ οἰκονομικὴν νῦν λέγει οὐ τὰς ἀρετάς, δυνάμεις γὰρ αὐτὰς λέγει. αἱ δὲ δυνάμεις εἰσὶν αἷς οἷόν τε εὖ καὶ μὴ εὖ χρῆσθαι· τοιαύτη δὲ ἡ ῥητορικὴ καὶ τῆς οἰκονομικῆς ἡ χρηματιστική, ἧς νῦν μέμνηται, καὶ ἡ στρατηγικὴ δέ | |
10 | τίς ἐστι δύναμις τοῦ ἡγεῖσθαι στρατεύματος καὶ κρατεῖν δύνασθαι τῶν πολε‐ μικῶν. ὑπάρχει δὲ τῇ πολιτικῇ καὶ τὸ χρῆσθαι ταῖς πρακτικαῖς τῶν ἐπι‐ στημῶν καὶ τὸ νομοθετεῖν 〈ἢ〉 προστάττειν τίνα δεῖ πράττειν καὶ τίνων ἀπέ‐ χεσθαι· καὶ τοῦτο τεκμήριόν ἐστι τοῦ προστακτικὴν αὐτὴν εἶναι ταῖς ἄλλαις καὶ ἀρχιτεκτονικήν, ὥστε τὸ ταύτης τέλος περιέχει καὶ τὰ τῶν ἄλλων. εἰ δὲ | |
15 | οὕτως ἔχει τοῦτ’ ἂν εἴη τὸ ἀνθρώπινον ἀγαθὸν καὶ τέλος. Ἐπεὶ δὲ πολιτικῆς τέλος εἶπε τὴν εὐδαιμονίαν, δοκεῖ δὲ τέλος τῆς πολιτικῆς εὐδαιμονία πόλεως εἶναι, ἡ δὲ ἠθικὴ πραγματεύεται περὶ τὸ ἴδιον ἑκάστου τέλος καὶ ἑκάστου εὐδαιμονίαν, πρὸς τοῦτο ἐπιφέρει, ὅτι ἓν καὶ ταὐ‐ τόν ἐστιν ἑνὶ καὶ πόλει εὐδαιμονία· τῷ γὰρ εἴδει ἡ αὐτή ἐστιν· ἐνεργεῖ | |
20 | γὰρ κατ’ ἀρετὴν τελείαν καὶ πόλεως εὐδαιμονία καὶ ἑνὸς ἑκάστου, ἀλλὰ μείζων γε καὶ τελειοτέρα ἡ τῆς πόλεως διὰ τὸ περὶ μείζω εἶναι τὴν ἐνέργειαν. οὕτω γὰρ λέγεται μείζων, ἐπεὶ τῷ γε εἴδει οὐδὲν διαφέρει· ἀπὸ τοῦ μείζονος οὖν κλητέον αὐτὴν καὶ θετέον τὴν εὐδαιμονίαν τέλος τῆς πολιτικῆς. ἡ μὲν οὖν μέθοδος, ἣν νῦν παραδίδωσιν, ἐφίεται ἐρεῖν καὶ τὸ τέλος εἰπεῖν τί ἐστι τὸ | |
25 | ἀγαθὸν τὸ ἀνθρώπινον καὶ ἡ εὐδαιμονία, ἐπειδὴ ἡ μέθοδος πολιτική τις. εἰδῶν γὰρ τῆς πολιτικῆς τὸ μὲν τῷ κοινῷ ὀνόματι καλεῖται πολιτική, ὅ ἐστι πόλεως ἐπιμέλεια, τὸ δὲ οἰκονομικὴ περὶ οἴκου ἐπιμέλειαν οὖσα. ὥσπερ δὲ οἶκος μόριον πόλεως, οὕτως καὶ ἡ οἰκονομικὴ μόριον τῆς πολιτικῆς. τρίτον δέ ἐστιν εἶδος καὶ μόριον πολιτικῆς ἡ περὶ ἑνὸς ἑκάστου τῶν πολιτῶν ἐπι‐ | |
30 | μέλεια, καλεῖται δὲ ἠθική· μόριον δὲ ἕκαστος μὲν τῶν πολιτῶν τῆς πόλεως, ἡ δὲ ἠθικὴ τῆς πολιτικῆς. Μετὰ ταῦτα λέγει, πῶς ἱκανῶς ἂν λέγοιτο ἠθικὰ κατὰ τὴν ἠθικὴν μέθοδον. εἰ γάρ, φησί, κατὰ τὴν ὑποκειμένην ὕλην διασαφηθείη, λέγοιτ’ ἂν ἱκανῶς. τῶν γὰρ ὑποκειμένων ὑλῶν ταῖς μεθόδοις καὶ ταῖς ἐπι‐ | |
35 | στήμαις αἱ μὲν δέχονται τὸ ἀκριβές, λέγει δὲ τὸ ἐξ ἀναγκαίων ἀναγκαῖον | 6 |
7 | συμπεραίνεσθαι, οἷον γεωμετρία καὶ ἀριθμητικὴ καὶ γυμναστική. διόπερ καὶ τὸ ἀκριβὲς καὶ τὸ ἀναγκαῖον οὐχ ὁμοίως ἐν ἅπασι τοῖς λόγοις ἐπιζητητέον. οὐ γὰρ ἐν τοῖς δημιουργουμένοις πᾶσιν ἡ αὐτὴ ἀκρίβεια γενέσθαι δύναται. ἐν γοῦν τῇ μολίβδῳ οὐχ οὕτω δημιουργήσει ὁ ἀκριβέστατος τεχνίτης ὡς ἢ χαλκῷ | |
5 | μὲν ἢ ἐλέφαντι διὰ τὸ μὴ δέχεσθαι τὴν μόλιβδον τὴν τῆς τέχνης ἀκρίβειαν. ταῦτα δὲ λέγει, ἐπεὶ ἡ πολιτικὴ καὶ ὅλως ἡ φρόνησις περὶ ὕλην ἐστὶ τὴν ἀνθρωπίνην καὶ πράξεις τὰς ἀνθρωπίνας καὶ αἷς τὸ μὲν ὡς ἐπὶ πολὺ πάσαις συνῳκείωται, τὸ δ’ ἀναγκαῖον ἢ οὐκ ἔστιν ἢ μικρότατον· ἔτι δὲ αἱ αὐταὶ πράξεις παρὰ τοὺς καιροὺς καὶ τὰ πρόσωπα τά τε δρῶντα καὶ τὰ πάσχοντα | |
10 | καὶ παρὰ ἄλλας τοιαύτας αἰτίας ὁτὲ μὲν καλαὶ ὁτὲ δὲ αἰσχραὶ γίνονται, οἷον παρακαταθήκης ἀπόδοσις οὐκ ἀεὶ καλή. καὶ μὴν ὃ λέγει ἀληθές, ὅτι τὰ καλὰ καὶ τὰ δίκαια, περὶ ὧν ἡ πολιτικὴ σκοπεῖται, πολλὴν ἔχει πλάνην διὰ τὸ ἄλλως ἄλλοις περὶ τοῦ δικαίου φέρεσθαι, ὅθεν καὶ δοκεῖ νόμῳ μόνον, φύσει δὲ μή, ἔστι δὲ καὶ περὶ τὰ ἄλλα ἀγαθὰ ἃ καλὰ μὲν | |
15 | οὔ, καλεῖται ἀγαθὰ δὲ μόνον, οἷον πλοῦτον ὑγίειαν· προστίθησι δὲ καὶ ἀν‐ δρείαν, ἥτις ἤδη καλόν. ἡ δὲ πλάνη γίνεται, διότι πολλαὶ συμβαίνουσιν ἀπ’ αὐτῶν βλάβαι. χρὴ δὲ οὐχ οὕτω κρίνειν αὐτά, ἀλλὰ τὰ μὲν ὄργανα καλού‐ μενα τῆς ἀρετῆς ἀγαθὰ δεῖ νομίζειν, διότι ὑπουργεῖ τῶν ἀγαθῶν πρὸς τὰς ἐνεργείας, τὴν δὲ ἀνδρείαν διότι καλόν. ἀγαπητὸν οὖν περὶ τούτων κἀν τύπῳ | |
20 | εἰπεῖν καὶ ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ τὸ ὡς ἐπὶ τὸ πολὺ συμπεράνασθαι. εἴρη‐ ται γὰρ ἐν τοῖς Ἀναλυτικοῖς, ὅτι ἐκ μὲν ἀναγκαίων ἀναγκαῖον συμπεραίνεται, ἐκ δὲ τῶν ὡς ἐπὶ τὸ πολὺ τὸ ὡς ἐπὶ τὸ πολύ. λέγει δὲ ὅτι οὐ μόνον χρὴ τὸν λέγοντα κατὰ τὴν ὑποκειμένην ὕλην λέγειν ἀλλὰ καὶ τὸν ἀκούοντα οὕτως ἀποδέχεσθαι. πεπαιδευμένου γάρ ἐστιν κατὰ τὸ ὑποκείμενον πρᾶγμα ἀπαι‐ | |
25 | τεῖν τοὺς λόγους. Μνημονεύσας δὲ περὶ τοῦ ἀκροατοῦ, οἷον δεῖ αὐτὸν εἶναι, μικρὰ περὶ αὐτοῦ παρεκβὰς λέγει, ὅτι καθ’ ἓν ἕκαστόν ἐστι πρᾶγμα κριτὴς ἀγαθὸς ὁ περὶ ἐκεῖνο πεπαιδευμένος ὤν. λέγει δὲ τοὺς πεπαιδευμένους περὶ ἕκαστον μὲν τοὺς μετρίως ἐκείνου μετεσχηκότας, οἷον περὶ γεωμετρίας τοὺς μετρίως | |
30 | καὶ μέχρι τινὸς γεωμετρήσαντας. περὶ πᾶν δὲ ἔλεγε πεπαιδευμένον τὸν περὶ πάντα τὰ μαθήματα οὕτως ἔχοντα, ὥστε μέχρι τινὸς αὐτῶν μετεσχηκέναι. | |
γίνεται δὲ ὁ πεπαιδευμένος καὶ τῶν αὐτοῦ τελειοτέρων κριτὴς τῷ ἔχειν ἀρχάς, | 7 | |
8 | κριτὴς δὲ ἐπὶ τοσοῦτον, ὥστε γνωρίζειν τόν τε γεωμετρικὸν καὶ μή, καὶ τῷ μὲν προστίθεσθαι περὶ γεωμετρικῶν τῷ δὲ ἀπειθεῖν. εἰκάζειν δὲ τῷ μὲν ἀπαιδεύτῳ τὸν νέον παντάπασι. λέγει δὲ νέον τὸν παῖδα· ἡγεῖται δὲ τὸν παῖδα μὴ ἐπιτήδειον εἶναι τῶν ἠθικῶν ἀκούειν λόγων διὰ τὸ μηδέπω ἔχειν | |
5 | ἀρχὰς λογικάς. διό φησι μὴ εἶναι οἰκεῖον ἀκροατὴν τὸν νέον, τουτέστι τὸν παῖδα, δι’ ἓν μὲν ὅτι ἄπειρός ἐστι τῶν κατὰ τὸν βίον πράξεων, δι’ ἕτερον δὲ ὅτι κατὰ πάθος ζῇ ὥσπερ τὰ ἄλλα ζῷα καὶ λόγου ἄμοιρα. πλὴν τοσοῦτον διαφέρει τῶν ἀλόγων ζῴων, ὅσον ἀφορμὴν ἔχει τῇ ψυχῇ τοῦ λόγου. ἐθίζειν μὲν οὖν ἀξιοῖ τοὺς παῖδας, τοὺς δὲ τῆς πολιτικῆς ἢ ἠθικῆς λόγους μὴ παρα‐ | |
10 | διδόναι. καὶ γὰρ καταφρονήσουσιν ὡς ἄλλου τινὸς μαθήματος μὴ ἀναγκαίου ἀκούοντες καὶ ἀνωφελῶς ἀκούσονται. λογικοῦ γὰρ ἡ προαίρεσις, μὴ κτώμενοι δὲ προαίρεσιν ἀγαθὴν οὐδὲ πράξουσι οὐδὲν τῶν κατὰ λόγον. διαφέρειν δὲ οὐδὲν ἡγεῖται νέον τὴν ἡλικίαν καὶ τὸ ἦθος νεαρόν· οὗτοι δέ εἰσιν οἱ κατὰ πάθος ζῶντες, οἷοίπερ οἱ ἀκρατεῖς· τοῖς δὲ κατὰ λόγον τὸν φύσει παραγινό‐ | |
15 | μενον τοῖς ἀνθρώποις ἀπό τινος ἡλικίας δυναμένοις ποιεῖσθαι τὰς ὀρέξεις, πολλοῦ ἂν ἄξιον εἴη τι περὶ τούτων εἰδέναι. Πρὶν δὲ εἰπεῖν περὶ ὧν ἑξῆς λέγει, ἄξιον ἀπορῆσαι, πῶς τὴν εὐ‐ δαιμονίαν τέλος τῆς πολιτικῆς εἴρηκεν· ἡ μὲν γὰρ πολιτικὴ πρακτική τίς ἐστι· πάσης δὲ πρακτικῆς ἐπιστήμης τέλος πρᾶξις, ὥστε ἡ εὐδαιμονία ἐν | |
20 | πράξει· δοκεῖ δὲ αὕτη εἶναι ἐν θεωρίᾳ καὶ τό γε μέγιστον τοῦ τέλους ἐν τούτῳ. ἆρ’ οὖν κατὰ πρᾶξιν λέγει τὴν ἐνίων τοὺς πρώτους λόγους, ὅθεν καί φησι “δόξειε δ’ ἂν τῆς κυριωτάτης” ὡς ἂν τὴν δόξαν ἐκθέμενος τὴν περὶ τῆς εὐδαιμονίας; εἶτα προϊὼν ἀκριβοῖ τὸν περὶ αὐτῆς λόγον καί φησιν ‘ἐν ἐνερ‐ γείᾳ εἶναι κατ’ ἀρετὴν τελείαν‘, ὥστε εἶναι αὐτὴν τέλος τῆς τελείας ἀρετῆς· | |
25 | αὕτη δέ ἐστιν ἡ ἐκ πασῶν τῶν ἀρετῶν τῶν τε πρακτικῶν καὶ τῶν θεωρη‐ τικῶν. ἢ διττὴν τίθεται τὴν εὐδαιμονίαν τὴν μὲν πρακτικὴν ὡς ἀτελεστέραν, τὴν δ’ ἐξ ἀμφοῖν ὡς τελειοτέραν; ἢ ἔστι πως εἰπεῖν τὴν μὲν εὐδαιμονίαν θεωρητικὴν ἅμα καὶ πρακτικὴν οὖσαν τέλος εἶναι τῆς πολιτικῆς; διὸ προστάττει αὐτὴ τοὺς μέλλοντας ἀρίστους τῶν πολιτικῶν ἔσεσθαι μὴ μόνον πρακτικοὺς | |
30 | ἀλλὰ καὶ θεωρητικοὺς εἶναι. δόξειε δ’ ἂν κατά γε τοῦτο ἐλάττων εἶναι ἡ σοφία καὶ ὅλως ἡ θεωρητικὴ ἐπιστήμη τῆς πολιτικῆς, εἴ γε ἡ μὲν προστάττει, ἡ δὲ προστάττεται. ἀλλὰ ταύτην γε λύει τὴν ἀπορίαν προϊών· φησὶ γὰρ τὸ μηδὲν κωλύειν τὴν ἐλάττω προστάσσειν περὶ τῶν κρειττόνων, οἷον 〈προστάσσει〉 | |
ἡ πολιτικὴ καὶ ναοὺς θεῶν κατασκευάζεσθαι καὶ σέβειν αὐτοὺς οὐ δήπου κρείτ‐ | 8 | |
9 | των οὖσα τῶν θεῶν· τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τῆς σοφίας ἐπιτάττειν ἤγουν πολὺ θειοτέρας καὶ τιμιωτέρας αὐτῆς ἐπιδείκνυσιν. Ἐπεὶ δὲ περὶ τούτων ἠπόρηται, πάλιν ἐπὶ τὸν συνεχῆ τοῖς εἰρη‐ μένοις λόγον ἐπανέλθωμεν. ἀναλαβὼν δὲ λέγει τὸν ἐξ ἀρχῆς λόγον, πᾶσαν | |
5 | γνῶσιν καὶ προαίρεσιν ἀγαθοῦ ὀρέγεσθαι, ἐν μὲν τῇ γνώσει τὴν ἐπιστήμην καὶ τὴν μέθοδον περιλαβών, ἐν δὲ τῇ προαιρέσει τὴν πρᾶξιν, ἐπεὶ αἱ πράξεις ὡς ἀπὸ προαιρέσεως ἐνεργοῦνται. τί οὖν ἐστιν τὸ τέλος τῆς πολιτικῆς ἢ τὸ ἀκρότατον τῶν πρακτῶν ἀγαθῶν; οὐκ ἀλόγως δὲ προσέθηκε πρακτῶν, ἀλλ’ ἐπειδὴ ἁπλῶς μὲν ἀκρότατον ἀγαθὸν τὸ πρῶτον αἴτιον, τῶν δὲ πρακτῶν | |
10 | ἡ εὐδαιμονία, περὶ ἧς νῦν ἡ σκέψις. τὸ μὲν οὖν ὄνομα ταὐτὸν ὑπὸ πάντων ὁμολογεῖται· εὐδαιμονίαν γὰρ ὀνομάζουσι τὸ ἀκρότατον τῶν τελῶν. τὸ δὲ εὖ ζῆν καὶ τὸ εὖ πράττειν ταὐτὸν ὑπολαμβάνουσι τῷ εὐδαιμονεῖν. ταῦτα δὲ προσέθηκε καταβαλλόμενος ἤδη τὰς ἀρχὰς εἰς τὴν αὑτοῦ περὶ εὐδαι‐ μονίας δόξαν. ἐν πράξει γὰρ αὐτὴν καὶ ἐνεργείᾳ τιθέμενος προσάγεται ἤδη | |
15 | τὴν πάντων ἀνθρώπων ὁμολογίαν, ὡς ὑπὸ τῆς ἀληθείας ἀγομένων ἐπὶ 〈τὸ〉 τὸ εὖ ζῆν καὶ τὸ εὖ πράττειν καὶ τὸ εὐδαιμονεῖν μηδὲν ἀλλήλων διαφέρειν λέγειν. ἀλλ’ οὖν ὀνόματι μὲν τῷ αὐτῷ πάντες ὀνομάζουσιν, εὐδαιμονίαν λέγοντες, περὶ δὲ τῆς εὐδαιμονίας, τί ἐστιν, ἀμφισβητοῦσιν, καὶ οὐ μόνον τοῖς σοφοῖς οἱ πολλοὶ ἀλλὰ καὶ αὐτοὶ ἀλλήλοις καὶ αὐτοὶ αὑτοῖς, συμ‐ | |
20 | μετατιθέντες κατὰ τὴν αὑτῶν χρείαν τὴν εὐδαιμονίαν. ἔνιοι δὲ ᾤοντο τἀγα‐ θὸν ἄλλο τι εἶναι παρὰ τὴν εὐδαιμονίαν, τὴν ἰδέαν τὴν τοῦ ἀγαθοῦ· τοῦτο γὰρ εὐδαιμονία οὐκ ἐδόκει εἶναι ἀνθρωπίνη, ἡ δὲ γνῶσις αὐτοῦ εὐδαιμονία. τὸ μὲν οὖν πάσας ἐξετάζειν τὰς δόξας ὡς μάταιον παραιτεῖται, τὰς δὲ ὡς μάλιστα ἐπιπολαζούσας ἢ δοκούσας ἔχειν τινὰ λόγον ἐξετάζειν ἐπαγ‐ | |
25 | γέλλεται. Ἀξιοῖ δὲ μὴ λανθάνειν, ὅτι διαφέρουσιν οἵ τε ἀπὸ τῶν φύσει ἀρχῶν λόγοι καὶ οἱ ἐπὶ τὰς φύσει ἀρχάς· ἔσονται γὰρ καὶ αἱ ἀρχαὶ αἱ μὲν φύσει αἱ δὲ ὡς πρὸς ἡμᾶς. εἴρηται δὲ περὶ τούτων καὶ ἐν τοῖς Φυσικοῖς· ἠπόρει δὲ καὶ Πλάτων πόθεν ἀρκτέον ἐν τοῖς λόγοις καὶ ποίαις ἀρχαῖς χρηστέον· φησὶν | |
30 | οὖν ἐν τούτοις ἀρκτέον εἶναι ἀπὸ τῶν ἡμῖν γνωρίμων καὶ χρήσεται προϊ‐ | |
όντος τοῦ λόγου φανεροῖς τισι καὶ γνωρίμοις ἡμῖν. διό, φησί, δεῖ τοῖς ἤθε‐ | 9 | |
10 | σιν ἦχθαι καλῶς τὸν περὶ καλῶν καὶ πολιτικῶν ἀκουσόμενον. παραγίνεται γὰρ αὐτῷ τὸ ὅτι ἐξ ἐθῶν, ὃ ἂν ἔχῃ, οὐδὲν ἔτι δεῖται τοῦ διότι πρός γε τὰς πράξεις. ὁμοίως γὰρ πράξει ὁ πεπεισμένος ὅτι τόδε ἦν τὸ καλὸν τῷ καὶ τὴν αἰτίαν εἰδότι, ἐπεὶ πρός γε τὸ βεβαιοτέραν ἔχειν τὴν κατάληψιν | |
5 | διαφέρει ὅ γε τοιοῦτος· καὶ νὴ Δία ὅτι καλὸν μὲν ἡ σωφροσύνη, αἰσχρὸν δὲ ἡ ἀκολασία καὶ ὅλως ἡ μὲν ἀρετὴ καλόν, ἡ δὲ κακία κακόν, λάβοι ἂν ῥᾳδίως ἀρχὴν διὰ τὸ καλῶς ἦχθαι. λέγει δὲ ἀρχὰς τὰς τοῦ ὅτι τόδε καλὸν ἢ τόδε αἰσχρὸν ἢ εἴ τινες ταύταις ὅμοιαι. ᾧ δὲ μηδέτερον ὑπάρχει, μήτε τὸ ἔχειν μήτε τὸ λαβεῖν ῥᾳδίως, ἀκουσάτω τοῦ Ἡσιόδου. εἰκάζει δὲ τῷ μὲν | |
10 | δι’ αὑτοῦ πάντα νοοῦντι τὸν ἔχοντα ταύτας τὰς ἀρχάς, τὸν δὲ δυνάμενον ῥᾳ‐ δίως λαβεῖν μηδέπω δὲ ἔχοντα τῷ πειθομένῳ τοῖς εὖ λέγουσιν, ἀχρεῖον δὲ τὸν μηδετέρως διακείμενον καὶ ἐοικέναι τῷ μήτε νοοῦντι μήτε ἄλλου ἀκούοντι. Ἡμεῖς δέ, φησί, λέγωμεν, ὅθεν παρεξέβημεν. τριῶν γὰρ ὄν‐ των βίων τοῦ τε θεωρητικοῦ καὶ τοῦ ἀπολαυστικοῦ καὶ τοῦ χρηματιστικοῦ, | |
15 | οὐκ ἀλόγως ἐκ τούτων τῶν βίων ὁρμώμενοι καθ’ ἕκαστον αὐτῶν ἄλλοι ἄλλην εὐδαιμονίαν τίθενται διὰ τὸ τὴν εὐδαιμονίαν μηδὲν ἄλλο εἶναι ἢ βίον τέλειον. οἱ μὲν οὖν πολλοὶ καὶ ἐπιπολαιότατοι τιμῶντες τὸν ἀπολαυστικὸν βίον τέλος τίθενται τὴν ἡδονήν· αὕτη γὰρ οὔτε τὸ ἐπ’ ἄλλοις εἶναι δοκεῖ ἔχειν οὔτε τὸ εὐαφαίρετον. ἡ δὲ τιμὴ ἐπὶ τοῖς τιμῶσίν ἐστιν, οὐκ ἐπὶ τοῖς ἔχουσι, διὸ καὶ | |
20 | εὐαφαίρετος· ἐπ’ ἄλλοις γὰρ ἔστι τιμᾶν καὶ ἀτιμάζειν· ἔτι δὲ καὶ ὅσοι εὖ πεφυκότες ἀσπάζονται τὴν τιμήν, διὰ τοῦτο φαίνονται διώκειν αὐτήν, ὅπως λαβόντες πολλοὺς μάρτυρας καὶ μάλιστα τοὺς ἀγαθοὺς πιστεύωσιν ἑαυτοὺς ἀγαθοὺς εἶναι. εἰ δὲ ἡ τιμὴ διὰ τὴν ἀρετήν, δῆλον ὡς τέλος ἂν εἴη μᾶλλον ἡ ἀρετή. τὸ γὰρ οὗ ἕνεκα τέλος· ἔστι δὲ αὕτη ἀτελεστέρα. τίς γὰρ ἂν | |
25 | εἴποι εὐδαίμονα τὸν ἔχοντα τὴν ἀρετήν, ἀπρακτοῦντα δὲ καὶ καθεύδοντα παρ’ ὅλον τὸν βίον, οἷον καὶ τὸν Ἐνδυμίωνα μυθολογοῦσιν; ἢ τίς ἂν εἴποι εὐδαί‐ μονα τὸν τὰ μέγιστα τῶν ἀγαθῶν ἔχοντα παρ’ ὅλον τὸν βίον καὶ κακοπα‐ θοῦντα; οὐδεὶς γὰρ αὐτὸν εὐδαιμονίσειεν, εἰ καὶ ὅτι μάλιστα τὴν ἀρετὴν ἔχοι, εἰ μὴ θέσιν διαφυλάττει, τουτέστιν παράδοξον λόγον. εἰρῆσθαι δέ φησι | |
30 | περὶ τούτων καὶ ἐν τοῖς ἐγκυκλίοις. ἔστι δὲ αὐτοῖς προβλήματα ἐγκύκλια παντοδαπά· διὸ καὶ ἐγκύκλια ὠνομάζετο, διὰ τὸ ἐγκυκλίως αὐτοὺς καθημένους | |
ἐπιχειρεῖν εἰς τὸ προτεθέν· ἢ διὰ τὸ ἐν κύκλῳ περιεστῶτας ἀκροᾶσθαι. περὶ | 10 | |
11 | δὲ τοῦ θεωρητικοῦ βίου ὕστερον ἐπισκέψεσθαί φησι. τὸν δὲ χρηματιστὴν βίαιον λέγουσι, τουτέστι μικρόν, ὡς πρὸς εὐδαιμονίαν βίαιον λέγοντες τοῦτον· ὁ γὰρ πλοῦτος οὐ τὸ ζητούμενον ἀγαθὸν ἀλλὰ χρήσιμον καὶ ἄλλου χάριν. χρήσιμα δὲ λέγουσιν ἀγαθὰ διὰ τὴν χρείαν· ἔστι δὲ τοιοῦτον ὁ πλοῦτος. πῶς | |
5 | δὲ ἄλλου χάριν αἱρετὸν τὸν πλοῦτον εἴρηκεν, ἐν ἄλλοις δι’ αὑτὸν ἀγαθὸν λέγων καὶ δι’ αὑτὸν αἱρετόν; ἢ ὅτι τῷ μέν, τῷ κατὰ φύσιν διακειμένῳ, ἁρμότ‐ τειν λέγεται καὶ τῷ ἀγαθῷ ἁπλῶς ἀγαθόν ἐστι καὶ δι’ αὑτὸ αἱρετόν· ἢ διότι ὄρ‐ γανόν ἐστι τῷ ἀγαθῷ (πᾶν γὰρ ὄργανον δι’ ἕτερον) ταύτῃ ἄλλου χάριν αἱρετόν. *********** | |
10 | διὰ τὸ φίλους ἄνδρας εἰσαγαγεῖν τὰ εἴδη οὐχ ὡς ἐκείνων ταὐτὸν ἡγουμέ‐ νων τὸ καθόλου καὶ τὴν ἰδέαν, ἀλλ’ ἐπειδὴ αὐτὸς οὐδέν φησιν εἶναι τὴν ἰδέαν ἢ τὸ καθόλου, τοῦτο δὲ λαβόντας χωριστὸν ποιεῖσθαι τοὺς τὰς ἰδέας τιθεμένους. p. 1096a17 Οἱ δὲ κομίζοντες τὴν δόξαν ταύτην ἕως καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον εἰρήσθω. | |
15 | Οἱ ἀναιρετικοὶ λόγοι δόγματος οἱ μὲν ἁπλῶς ἀναιροῦσιν, οἱ δὲ ἐκ τῶν δοκούντων τοῖς τιθεμένοις τὸ δόγμα, οἷον οὐ μόνον ἀναιροῦσιν ἀλλὰ καὶ τοὺς εἰρηκότας ἐλέγχουσιν οὐχ ὁμολογοῦντας αὑτοῖς. τοιοῦτος δέ ἐστι καὶ ὁ πρῶτος λόγος πρὸς τοὺς τὴν τοῦ ἀγαθοῦ ἰδέαν εἶναι λέγοντας. φησὶ γὰρ ὅτι οἱ κο‐ μίσαντες τὴν δόξαν ταύτην οὐκ ἐποίουν ἰδέας τούτων ἐν οἷς ἐστι τὸ | |
20 | πρῶτον καὶ τὸ ὕστερον· ἔστω γάρ, φησί, πρότερον οὗ μὴ ὄντος οὐκ ἂν εἴη τὸ ὕστερον, ὄντος δὲ οὐκ ἀνάγκη τὸ ὕστερον εἶναι. διόπερ, φησίν, οὐδὲ τῶν ἀριθμῶν ἐποίουν ἰδέας, οἷον αὐτοάριθμον διὰ τὸ εἶναι προτέραν τὴν δυάδα τῶν ἄλλων· ἀναιρουμένης γὰρ αὐτῆς ἀναιροῦνται καὶ οἱ λοιποί. τὸ δὲ ἀγα‐ θὸν λέγουσι καὶ ἐν τῷ τί ἐστιν, τουτέστιν οὐσίᾳ, καὶ ἐν ταῖς ἄλλαις κατηγο‐ | |
25 | ρίαις· καὶ ἔστι τὸ καθ’ αὑτό, ὅπερ ἐστὶν ἡ οὐσία, πρότερον τῇ φύσει τῶν ἄλλων κατηγοριῶν. ὁ δὲ τοῦ πρός τι μόνον ἐμνημόνευσεν, ἐπειδὴ γνωριμω‐ τέρως τούτου προτέρα ἡ οὐσία. σχέσις γάρ ἐστι τῆς οὐσίας πρὸς ἄλλο τι, διὸ παραφυάδι εἰκάζει τὸ πρός τι. πᾶσα γὰρ παραφυὰς ὑστέρα ἐκείνου ᾧ παραπέφυκεν· ὥστε οὐκ ἂν εἴη κοινή τις τούτων ἰδέα. ὁ δὲ λόγος ὡς | |
30 | περιλαβόντι εἰπεῖν ἔχει οὕτως· ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον οὐκ ἔστιν, | 11 |
12 | οὐδεμία ἰδέα τούτων. εἰς παραμυθίαν δὲ τοῦ τὸ πρότερον καὶ τὸ ὕστερον εἶναι ἐν τἀγαθῷ, διείλετο ποσαχῶς λέγεται τὸ ἀγαθόν· ὅτι καὶ ἐν ταῖς δέκα κατηγορίαις ἡ μὲν οὐσία καθ’ αὑτήν ἐστι καὶ ὄν, τὰ δὲ ἄλλα συμβεβηκότα, πρότερον δὲ τὸ καθ’ αὑτὸ τῶν συμβεβηκότων. τὴν μὲν οὖν πρώτην πρότασιν | |
5 | ἐκ τῆς δόξης ἔλαβε τῶν τὰς ἰδέας εἰσηγουμένων, τὴν δὲ ἑξῆς αὐτὸς τίθησιν. οὐ γὰρ ἂν συγχωροῖεν τὸ πρότερον καὶ τὸ ὕστερον εἶναι ἐν τοῖς ἀιδίοις, ἀλλ’ ἅμα τῇ φύσει ταῦτα. † τοῦ ἀγαθοῦ δὲ ποσαχῶς ἔχουσα τὸ ἀγαθόν. ὁ δὲ ἑξῆς λόγος ἔγκειται ὑποθετικῶς οὕτως· εἰ τὸ ἀγαθὸν ἰσαχῶς λέγεται τῷ ὄντι, δῆλον ὅτι οὐκ ἂν εἴη καθόλου καὶ ἓν τὸ ἀγαθόν. τούτῳ δὲ ἕπε‐ | |
10 | ται τὸ μηδεμίαν ἰδέαν εἶναι ἀγαθοῦ. κατηγορικῶς δὲ οὕτως ἂν λεχθείη· τῶν πολλαχῶς λεγομένων οὐκ ἔστι μία ἰδέα· τὰ ἀγαθὰ λέγεται πολλαχῶς· οὐκ ἄρα οἷόν τε μίαν αὐτῶν ἰδέαν εἶναι. δοκεῖ δὲ καὶ οὗτος ὁ λόγος καὶ ὁ πρό‐ τερος οἱ αὐτοὶ εἶναι· ἐκ γὰρ τῆς διαιρέσεως τῆς τῶν ἀγαθῶν καὶ τοῦ πολ‐ λαχῶς ταῦτα λέγεσθαι τὴν ἀπόδειξιν ποιεῖσθαι δοκοῦσιν. οὐ μήν εἰσιν οἱ | |
15 | αὐτοί, ἀλλ’ ὁ μὲν πρότερος ἐκ τοῦ μὴ εἶναι κοινὴν ἰδέαν τούτων, ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον, εἶναι δὲ τὸ πρότερον καὶ τὸ ὕστερον ἐν τοῖς ἀγα‐ θοῖς, ὁ δὲ ὕστερος παντελῶς ἄλλας ἔχει τὰς προτάσεις· ἐκ γὰρ τούτων πολ‐ λαχῶς λεγομένων μὴ εἶναι ἰδέαν, τὸ δ’ ἀγαθὸν πολλαχῶς λέγεσθαι ἐπιφέρει τὸ συμπέρασμα. ἑκατέρᾳ δ’ αὐτῶν ἡ δευτέρα πρότασις τὴν παραμυθίαν ἔχει | |
20 | ἐκ τῆς διαιρέσεως τῶν ἀγαθῶν· ὁ δὲ τρίτος λόγος κεῖται μὲν καὶ αὐτὸς ὑπο‐ θετικῶς. ἰσοδυναμεῖ δὲ τούτῳ τῶν κατὰ μίαν ἰδέαν μία καὶ ἐπιστήμη· τῶν δ’ ἀγαθῶν οὐκ ἔστι μία ἐπιστήμη. τοῦτο δ’ ὑπομιμνήσκει· πολλαὶ γὰρ ἐπιστῆμαι καὶ τῶν ὑπὸ μίαν τῶν κατηγοριῶν, οἷον καιρός ἐστι τῆς τοῦ ποτὲ κατηγορίας· ἐν πολέμῳ γὰρ στρατηγικὴ ἐπιστήμη τοῦ καιροῦ, ἐν νόσῳ δὲ | |
25 | ἰατρικὴ καὶ τὸ μέτριον δέ ἐστι τῆς τοῦ ποσοῦ ἢ μᾶλλον τῆς τοῦ πρός τι, ἀλλ’ ἐν τροφῇ μὲν ἰατρικὴ ἐπιστήμη, ἐν πόνοις δὲ γυμναστική. ὅτι δὲ τῶν ὑπὸ μίαν ἰδέαν μία καὶ ἐπιστήμη ῥᾴδιον μαθεῖν. καὶ γὰρ ἀνθρώπου μία ἐπι‐ στήμη καὶ ἵππου μία. εἰ δέ τις λέγει ὅτι ὑγιείας οὐ μία, καίτοι κατὰ μίαν ὑγίειαν λέγεται, καὶ ἔστιν ἄλλη μὲν ἐπιστήμη ἀνθρώπων ὑγιείας, ἄλλη δὲ | |
30 | ἵππων, ῥητέον ὅτι μία ἐστὶν ἐπιστήμη ἰατρική, ἧς δύο μέρη· καὶ γὰρ ὑγίεια μία ἧς δύο εἴδη καὶ εἰσὶ δύο ἄρ’ ὡς ἐπ’ ἄλλων ἔχει. τὰ δὲ μετὰ ταῦτα κοινῶς ἀπορεῖ πρὸς τὸν τὰς ἰδέας λέγοντα, καὶ οἷον ὁ τοῦ αὐτοανθρώπου καὶ | |
ἀνθρώπου λόγος, ᾗ ἄνθρωπος, οὐδὲν ταύτῃ διοίσουσιν, ὥστε οὐδὲ τὸ αὐτο‐ | 12 | |
13 | αγαθὸν τοῦ ἐν μέρει ἀγαθοῦ, ᾗ ἀγαθόν· οὐδ’ ὅτι ἀίδιον τὸ αὐτοαγαθὸν καὶ ὁ αὐτοάνθρωπος· ταύτῃ μὲν γὰρ διοίσει, ᾗ 〈δ’〉 ἀγαθὸν ἢ ᾗ ἄνθρωπος, οὐ‐ δὲν διοίσει· ὥσπερ οὐδὲ τὸ πολυχρόνιον λευκότερον τοῦ ἐφημέρου. πιθα‐ νώτερον ἐοίκασιν οἱ Πυθαγόρειοι λέγειν, ἐπειδὴ τοὺς ἀριθμοὺς ἀπὸ | |
5 | τῶν ἰδεῶν εἶναι λέγουσιν, ὡς ἔστι λαβεῖν ἐκ τῶν εἰρημένων ὑπ’ αὐτῶν· ἀκο‐ λουθεῖ γὰρ αὐτοῖς λέγειν καὶ τῶν ἰδεῶν εἶναι ὅρους, ἐπειδὴ φαίνονται οἱ τὰς ἰδέας εἰσηγησάμενοι διὰ τὸ σφόδρα σεμνύνειν τὸ ἓν εἰς τὴν τῶν ἰδεῶν ἐπί‐ νοιαν ἐλθεῖν. τὰ μὲν γὰρ πολλὰ καὶ κατὰ μέρος αἰσθητὰ ῥευστὰ ᾤοντο καὶ φθαρτὰ οὐδὲ τῷ ὄντι ὄντα, τὰ δέ, τὰ παρὰ τὰ καθ’ ἕκαστα νοητὰ οὐκ αἰ‐ | |
10 | σθητὰ ἀλλ’ ὄντως ὄντα· διὰ ταῦτα δὲ ἐποίησαν τὰς ἰδέας. ὁ δὲ Ἀριστοτέ‐ λης φησίν, εἴπερ ἄρα δεῖ σεμνύνειν τὸ ἕν, πιθανώτερον τοὺς Πυθαγορείους τοῦτο πεποιηκέναι· δύο γὰρ συστοιχίας θέμενοι, τὴν μὲν ἀγαθῶν, τὴν δὲ κα‐ κῶν δεκάδα, ἐν τῇ ἑτέρᾳ, τῇ τῶν ἀγαθῶν συστοιχίᾳ, τὸ ἓν ἐτίθεσαν. εἰσὶ δὲ αὐτοῖς αἱ συστοιχίαι αἵδε· ἀγαθὸν κακόν, πέρας ἄπειρον, περιττὸν ἄρτιον, | |
15 | ἓν οὐχ ἕν, δεξιὸν ἀριστερόν, ἄρρεν θῆλυ, ἠρεμοῦν κινούμενον, εὐθὺ καμπύλον, φῶς σκότος, τετράγωνον ἑτερόμηκες. ἅμα γὰρ ἐσέμνυνον τὸ ἕν, ἅμα δὲ οὐκ ἐποίησαν οὐσίας τινάς, ἐν μὲν τῷ αὐτῷ λόγῳ οὔσας ταῖς αἰσθηταῖς οὐσίας· νοητὰς δὲ ** | |
20 | * Τοῖς δὲ λεχθεῖσιν ἀμφισβήτησίς τις ὑποφαίνεται. εἴποιεν γὰρ ἂν οἱ τὰς ἰδέας διηγούμενοι τοὺς μὲν λεχθέντας νῦν ὑπὸ τοῦ Ἀρι‐ στοτέλους λόγους εἰρῆσθαι, ὡς τῆς τἀγαθοῦ ἰδέας πάντων οὔσης τῶν ἀγαθῶν τῆς αὐτῆς, τὸ δὲ οὐχ οὕτως ἔχειν. εἶναι γὰρ διαφορὰς ἐν τοῖς ἀγαθοῖς· τὰ | |
25 | μὲν γὰρ εἶναι ἀγαθὰ καθ’ αὑτά, τὰ δὲ δι’ ἕτερα. ταῦτα δὲ λέγεται ἀγαθὰ τῷ ποιητικὰ εἶναι τῶν καθ’ αὑτὰ ἀγαθῶν ἢ φυλακτικὰ ἢ τῶν ἐναντίων κωλυτικά· τὰ δὲ οὐ τῶν καθ’ αὑτὰ μὲν ἀγαθῶν, ἀλλ’ ὅσα δι’ αὑτὰ αἱρετά, οἷον αἵ τε ἀρεταὶ καὶ τιμαί· ἰατρεία δὲ καὶ ὅσα τοιαῦτα ἀγαθὰ δι’ ἕτερα. ἴσως δ’ εἴποιεν καὶ ὑγίειαν καὶ πλοῦτον καὶ ὅσα τοιαῦτα δι’ ἕτερα ἀγαθὰ | |
30 | εἶναι, ὄργανα γὰρ τῆς ἀρετῆς, ὧν ποιητικὰ μὲν ἀγαθά, ὅσα ποιητικά ἐστι | |
τῶν καθ’ αὑτὰ ἀγαθῶν, οἷον τὸ ἡδὺ μὲν ἡδονῆς ποιητικόν, γυμνάσιον δὲ | 13 | |
14 | ὑγιείας, εἴπερ ἔστιν ὑγίεια τῶν καθ’ αὑτὰ ἀγαθῶν· μάθησις δὲ καὶ ἄσκησις καὶ πόνοι ἀρετῆς ποιητικά. τὰ δὲ φυλακτικά ἐστιν ὅσα διατηρητικά ἐστι τῶν καθ’ αὑτὰ ἀγαθῶν, οἷον ὑγιείας μὲν διατηρητικὰ ἃ παραδιδόασιν οἱ ἰα‐ τροὶ ὑγιεινὰ λέγοντες· αἰσθήσεως δὲ καθ’ αὑτὴν οὔσης, τὰ διατηρητικὰ τῆς | |
5 | αἰσθήσεως κωλυτικὰ δὲ τῶν ἐναντίων εἴη μὲν ἄν πως ταῦτα καὶ φυλακτικὰ τῶν ἀγαθῶν καὶ κωλυτικὰ τῶν ἐναντίων· εἰσὶ δὲ καὶ αἱ ἰατρεῖαι κωλυτικαί πως τῶν ἐναντίων τῇ ὑγιείᾳ καὶ τῇ αἰσθήσει. διττῶς δὴ λεγομένου τοῦ ἀγα‐ θοῦ καὶ τοῦ μὲν δι’ αὑτὸ αἱρετοῦ ὄντος, τοῦ δὲ δι’ ἕτερον, χωρίσαντες ἀπὸ τῶν ὠφελίμων τὰ καθ’ αὑτὰ ἀγαθὰ σκεψώμεθα, φησίν, εἰ λέ‐ | |
10 | γεται κατὰ μίαν ἰδέαν. ὠφέλιμα δὲ ἰδίως λέγουσι τὰ δι’ ἕτερα ἀγαθά. εἶτα ὁρίζεται καθ’ αὑτὰ εἶναι τὰ ὅσα καὶ μονούμενα διώκεται, οἷον τὸ φρονεῖν καὶ τὸ ὁρᾶν καὶ ἀβλαβεῖς ἡδοναὶ καὶ τιμαί· ταῦτα γὰρ καὶ καθ’ ἑαυτά, εἰ καὶ δι’ ἄλλο τί ἐστιν αἱρετά, οἷον εὐδαιμονίαν ἀνθρώπων. Μετὰ ταῦτα δὲ μνημονεύει τοῦ ἐκείνων λόγου· ἡγοῦνται γὰρ τὴν | |
15 | γνῶσιν τῆς τἀγαθοῦ ἰδέας συλλαμβάνειν πρὸς τὰ πρακτέα τῶν ἀγαθῶν. πα‐ ράδειγμα γὰρ ἐκείνην ἔχοντες καὶ τὰ ἡμῖν ἀγαθὰ εἰσόμεθα, ὥσπερ ὁ τὸν Σωκράτην εἰδὼς γνωριεῖ καὶ τὸν ὅμοιον τῷ Σωκράτει. τὸν δὲ λόγον τοῦτον πιθανὸν μὲν εἶναί φησιν, οὐχ ὁμολογεῖν δὲ αὐτῷ τὰς ἐπιστήμας· πάσας μὲν γὰρ ἀγαθοῦ τινος ἐφίεσθαι, ἀγαθὸν γὰρ ἑκάστῃ τὸ ἴδιον τέλος, μηδεμίαν δὲ | |
20 | ἐπιζητεῖν τὴν ἰδέαν τἀγαθοῦ. καὶ γὰρ οὐδὲν ὄφελος εἶναι ὑφάντῃ καὶ τέκτονι ἢ ἰατρῷ ἢ στρατηγῷ τεθεαμένῳ τὴν ἰδέαν πρὸς τὸ γνωρίζειν τὸ ἑαυτοῦ τέλος· οὐδὲ γὰρ ὑγίειαν ἰατρὸς τὴν κοινὴν ἀλλὰ τὴν ἀνθρώπου ἐπισκέπτεται, μᾶλλον δὲ ἴσως τὴν τοῦδε τοῦ ἀνθρώπου, οἷον Σωκράτους· [τὸν] καθ’ ἕκαστον γὰρ ἰᾶται. ἢ ὅτι αἱ μὲν ἄλλαι τέχναι οὐκ εἰσὶ περὶ ἀγαθά, ἀλλὰ περὶ μέσα | |
25 | τινά, καὶ οὐδὲ τὰ τέλη αὐτῶν ἀγαθά, ἡ δὲ πολιτικὴ καὶ ἠθικὴ περὶ τὰ ἀν‐ θρώπων ἀγαθά, ὥστε δέοι ἂν αὐτῇ τῆς τἀγαθοῦ γνώσεως ἢ εἰ μὴ τοῦτο, τῆς γε ἰδέας καθ’ ἣν τὸ τέλος ἑκάστης λέγεται, οἷον ἰατρικῆς ὑγίεια τέλος καὶ ἔστι γε αὐτοϋγίεια τέλος. ἀλλ’ οὐδέν, φησί, τῷ ἰατρῷ δεῖ γνώσεως τῆς αὐτοϋγιείας πρὸς τὸ ἰατρικώτερον γενέσθαι. φαίνεται δὲ οὐδὲ τὴν καθόλου | |
30 | ὑγίειαν ζητεῖν ἥτις ἐστίν, ἀλλὰ τὴν τοῦ ἀνθρώπου, μᾶλλον δὲ τὴν τοῦδε. καθ’ ἕκαστον γὰρ ἰώμενος τὴν ἑκάστου ὑγίειαν ἐπισκοπεῖ. τοσοῦτον ἀπέχει | |
τοῦ τὴν ἰδέαν ζητεῖν τὴν τῆς ὑγιείας. | 14 | |
15 | p. 1097a15 Πάλιν δ’ ἐπανέλθωμεν ἕως τοῦ οὐδὲ ὀλίγος χρόνος. Ἐπάνεισιν ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον ζητῶν τί τὸ ἀνθρώπινον ἀγαθόν. ἐμμεθόδως δὲ χρῆται τῇ αἰτίᾳ τῶν γνωριμωτέρων 〈πρὸσ〉 τὰ ἧττον γνώριμα. ἔστι δὲ γνωριμώτερον τοῦ ἀνθρωπίνου ἀγαθοῦ τὸ τῶν τεχνῶν, ἔτι δὲ τὸ τῶν | |
5 | κατὰ μέρος τοῦ καθόλου, ἔτι δὲ πασῶν τούτων ἔχουσα τέλος, ὑπὲρ οὗ τὰ λοιπὰ πράττεται πάντα [τὰ ἔμπροσθεν], ὥστε καὶ τοῦ ἀνθρώπου τὸ τέλος ᾗ πέφυκεν ἄνθρωπος. τοῦτο δὲ ἀνάγκη τῶν πρακτῶν ἁπάντων εἶναι τέλος· εἴρηται γὰρ ἐν τοῖς ἔμπροσθεν, ὅτι ἄλλο τέλος ἄλλῳ οὗ ἕνεκεν, τοῦ δὲ τῆς πολιτικῆς τέλους ἦν ἄνθρωπος τέλος ᾗ ἄνθρωπος, οὗ ἅπαντα τὰ ἄλλα χάριν | |
10 | πράττεται. διόπερ τὸ τῶν ἀνθρωπείων πρακτῶν ἁπάντων τέλος τοῦτ’ ἂν εἴη τἀγαθόν. τοιοῦτον γάρ τι νῦν ζητεῖται· τὸ γὰρ πρακτὸν ἀγαθὸν εἴη ἂν ζητητέον. εἰ δὲ μὴ ἐν τούτῳ μόνῳ ἀλλὰ καὶ ἐν ἄλλῳ τινὶ ἡ εὐδαιμονία, οἷον εἰ ἐν τῷ θεωρεῖν, ταὐτὸν ἂν εἴη ζητητέον, τίνα τὰ συμπληροῦντα τὸ τέλος. | |
15 | Μεταβαίνων δὲ ὁ λόγος εἰσελήλυθεν εἰς τὸ δεῖν ζητῆσαι, εἰ ἐν ἑνί ἐστιν ἡ εὐδαιμονία ἢ ἐν πλείοσιν. ὁποτέρως δ’ ἂν ἔχῃ *** ἕπεται τὰ ἑξῆς. φησὶ γὰρ δεῖν διασαφῆσαι περὶ αὐτῶν, μετὰ δὲ διαιρεῖ τί διαφέρει τέλος καὶ τελειότατον τέλος, ἵνα δείξῃ, ὅτι ἡ εὐδαιμονία τέλος ἐστὶ καὶ κυ‐ ρίως τέλος καὶ τελειότατον τέλος. καλεῖ μὲν γὰρ κοινῶς τέλος ἐν πάσῃ τέχνῃ | |
20 | καὶ πράξει, οὗ ἕνεκεν τὰ λοιπὰ πράττεται. ἔνθεν μὲν οὖν οὐκ ἔστι τέλος δι’ αὑτὸ αἱρετόν, ἀλλὰ πάντως δι’ ἕτερον, οὐκ ἔστι τέλειον τέλος τὸ τοιοῦτον· ἄλλων γὰρ χάριν πράττεται, ὅπερ οὐ λέγει οἰκεῖον ἀλλὰ τῶν πρὸς τὸ τέλος. τοιαῦτα δὲ τὰ ὄργανα πάντα, οἷον πλοῦτος αὐλοί· οἵ τε γὰρ αὐλοὶ τέλος ὄντες αὐλοποιητικῆς ἕνεκεν τῆς αὐλητικῆς εἰσι καὶ τοῦ τέλους αὐτῆς, ὅ τε πλοῦτος, | |
25 | χρηματιστικῆς τέλος, αἱρετός ἐστι διὰ τὴν ἐλευθεριότητος χρῆσιν· τελειότερον δὲ τὸ τῆς αὐλητικῆς τέλος τοῦ τῆς αὐλοποιητικῆς· οὐ μόνον δὲ τελειότερον ἀλλὰ καὶ τέλος ἂν εἴη πᾶν τὸ καθ’ αὑτὸ αἱρετὸν κἂν δι’ ἕτερον ᾖ, οἷον ἀρετὴ καὶ ἡ ἀβλαβὴς ἡδονὴ καὶ τιμή· τούτων γὰρ ἕκαστον καὶ δι’ αὑτὸ αἱ‐ | |
ρετὸν καὶ διὰ τὴν εὐδαιμονίαν. τὰ μὲν καθ’ αὑτὰ αἱρετὰ πάντα τελειότερα | 15 | |
16 | τῶν δι’ ἕτερον αἱρετῶν μόνον, αὐτῶν δὲ αὖ τούτων τελειότερον τὸ μηδέποτε δι’ ἄλλο αἱρετὸν τῶν καὶ καθ’ αὑτὰ αἱρετῶν καὶ δι’ αὐτό, ὃ καὶ τελειότατον φαίη ἄν τις· τοιαύτη γὰρ ἡ εὐδαιμονία. αἱρετωτέρα γάρ ἐστι τῶν δι’ αὑτὰ αἱρετῶν καὶ δι’ αὐτήν, ὅθεν καὶ τελειότατον τέλος καὶ ἁπλῶς καὶ κυρίως, | |
5 | ἐπειδὴ πάντα τὰ ἄλλα ἕνεκεν ταύτης γίνεται. ἔτι δὲ καὶ ἐκ τῆς αὐταρ‐ κείας δείκνυσιν ὅτι ἐστὶν ἡ εὐδαιμονία τελειότατον τέλος· τὸ γὰρ αὔταρκες τέλειον, ἡ δὲ εὐδαιμονία αὔταρκες· τέλειον ἄρα ἡ εὐδαιμονία. ὅτι δὲ τὸ αὔ‐ ταρκες τέλειον, φανερόν· ἔστι γὰρ αὔταρκες ὃ μονούμενον καὶ χωριζόμενον τῶν ἄλλων αἱρετὸν ποιεῖ τὸν βίον· τὸ δὲ τοιοῦτον ἀνάγκη ὁμολογεῖν τέλειον. εἰπὼν | |
10 | δὲ αὐτάρκη τὴν εὐδαιμονίαν διαρθροῖ, πῶς αὐτὴν λέγει αὐτάρκη καὶ τίνι· οὐ γὰρ τῷ ζῶντι μονώτην τὸν βίον οὐδ’ ὥστε περὶ αὑτὸν ἔχειν τὴν εὐδαι‐ μονίαν μηδὲν φροντίζοντι εἰ ἐν ταῖς μεγίσταις συμφοραῖς εἶεν γονεῖς καὶ τέκνα καὶ πόλις καὶ φίλοι. εἰ μὲν γὰρ μοναδικὸν ἦν ζῷον καθάπερ λύκος ἢ λέων, ἴσως ἂν τοιαύτη τις ἦν αὐτοῦ ἡ εὐδαιμονία· ἐπεὶ δὲ πολιτικὸν ζῷον | |
15 | ὁ ἄνθρωπος καὶ κοινωνικόν, πρῶτον μὲν εἰ μόνος ζῴη καὶ καθ’ αὑτὸν ἐν ἠρεμίᾳ, πάντων αὐτῷ ὑπαρχόντων ἀφθόνως, οὐκ ἔστιν ὅπως εὐδαίμων ἔσται· ἔπειτα δὲ εἰ καὶ ἐν πόλει εἴη, ἐφορῴη δὲ ὑπερβαλλούσας κακοπραγίας γυναι‐ κὸς καὶ τέκνων καὶ γονέων καὶ πατρίδος, οὐκέτι [γὰρ] ἐν αὐταρκείᾳ ἔσται αὐτοῦ ὁ βίος· ἡ γὰρ αὐτάρκεια τοῦ πολιτικοῦ ζῴου περιγέγραπται περὶ τὸ | |
20 | σῶμα αὐτοῦ καὶ τὴν ψυχήν, ἀλλὰ μετέχειν πως αὐτὸν ἀνάγκη τῆς τῶν φιλ‐ τάτων δυστυχίας. κακοδαιμονίας μὲν γὰρ ἴσως οὐ μεθέξει δι’ ἄλλους, εὐδαι‐ μονῶν δὲ οὐκ ἔσται μὴ ἔχων τὴν τοῦ πολιτικοῦ εὐδαιμονίαν. ἴσως δ’ ἀμ‐ φισβητήσειεν ἄν τις πρὸς ταῦτα ζητῶν τίς ὅρος τῶν εἰρημένων, οἷον εἰ γο‐ νεῖς μόνον εὐπραγοῖεν, ἢ εἰ καὶ γονέων γονεῖς καὶ οἱ ἐπὶ τὸ ἄνω πάντες καὶ | |
25 | τέκνα μόνον οὐκ εὐπραγοῦσιν οὐκ ἐμποδισθήσεται αὐτοῦ ἡ εὐδαιμονία· εἰ δὲ μὴ ἐμποδισθήσεται καὶ τέκνα τέκνων καὶ ὅλως οἱ ἔκγονοι καὶ εἰ τεθνεὼς πολλάκις μεταβάλλει ὁτὲ μὲν εἰς εὐδαιμονίαν, ὁτὲ δὲ εἰς κακοδαιμονίαν ἐπὶ ταῖς τῶν ἐκγόνων εὐημερίαις ἢ δυσπραγίαις καὶ πότερον τοὺς φίλους αὐτοῦ μόνον δεῖ εὐπραγεῖν ἢ καὶ τοὺς τῶν φίλων φίλους ἢ μᾶλλον εἶναι πάντων τού‐ | |
30 | των ὅρον, ἐν πλάτει δέ, ὥστε φέρε εἰπεῖν μέχρι γονέων καὶ τῶν ἔγγιστα φί‐ λων καὶ τέκνων εὐκταίαν εἶναι τὴν εὐπραγίαν καὶ συλλαμβάνειν τῷ εὐδαίμονι μηδὲ ταῦτα εἰς ἄπειρον προϊέναι. περὶ μὲν οὖν τούτων εἰσαῦθις ἐπισκεπ‐ τέον εἶναί φησι· προστίθησι δὲ ὅτι ἡ εὐδαιμονία πάντων ἐστὶν αἱρετωτάτη | |
μὴ συναριθμουμένη. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· παραδέδοται τόπος ὑπ’ αὐτοῦ | 16 | |
17 | ὅτι τὰ πλείω ἀγαθὰ αἱρετώτερά ἐστι τῶν ἐν τῷ αὐτῷ ἀριθμῷ· αἱρετώτερα δὲ ἑνὸς ἢ δυοῖν, οἷον πλοῦτος καὶ ὑγίεια καὶ ἀρετὴ αἱρετώτερα ἑνὸς αὐτῶν ὁποιουοῦν. διαβάλλεται δὲ οὗτος ὁ τόπος· ἐὰν γὰρ ᾖ τῶν ἀγαθῶν τὸ τέλος, τὸ δὲ ἕνεκεν αὐτοῦ προσγίνηται, † πάντα αἱρετώτερα ἑνὸς ἢ δυοῖν τοῦ τέ‐ | |
5 | λους τὰ αἱρετώτερα, οἷον τὰ ὑγιεινὰ μετὰ ὑγιείας οὐκ ἔστιν αἱρετώτερα τῆς ὑγιείας· οὕτω δὴ καὶ πλοῦτος καὶ ὑγίεια καὶ τἆλλα μετὰ εὐδαιμονίας οὐκ ἔστιν αἱρετώτερα μόνης εὐδαιμονίας. ἔχοντες γὰρ τὴν εὐδαιμονίαν πάντα ἔχομεν. τούτῳ δὴ νῦν συγχρῆται τῷ τόπῳ· συναριθμεῖσθαι γὰρ λέγεται ἀγαθὰ ἀλλήλοις, ἃ τοιαῦτά ἐστιν ὥστε ἀριθμούμενα πάντα αἱρετώτερα εἶναι | |
10 | τοῦ ἑνὸς καὶ τῶν ἐλαττόνων· μὴ συναριθμεῖσθαι δέ, ἃ μὴ ἔστι μετὰ τῶν ἄλλων ἀριθμούμενα, αἱρετώτερα δὲ εἰ καὶ καθ’ αὑτὰ λαμβάνοιντο. τοιαῦτα δὲ τὰ τέλη πάντα ὡς πρὸς τὰ ποιητικὰ αὐτῶν. φησὶ γοῦν τὴν εὐδαι‐ μονίαν αἱρετωτάτην εἶναι μὴ συναριθμουμένην, τουτέστι μὴ πεφυ‐ κυῖαν συναριθμεῖσθαι τοῖς ἄλλοις ἀγαθοῖς, ὡς εἴρηται· συναριθμουμένην | |
15 | δέ, τουτέστιν ἐν εἴδει τῶν ἀριθμουμένων αἱρετωτέραν εἶναι ἂν μετὰ τοῦ ἐλαχίστου τῶν ἀγαθῶν, ὅπερ οὐκ ἔστιν ἐπὶ τῆς εὐδαιμονίας, διὸ πάντων αἱρετωτάτην. Ἀλλ’ ἴσως τέλειον μὲν ἀγαθὸν ὁμολογήσαιεν τὴν εὐδαιμονίαν καὶ ἄριστον· δεῖ δὲ ληφθῆναι ἐναργῶς τί ποτέ ἐστιν. εἶτα τρίτην τινὰ | |
20 | παραδίδωσι μέθοδον, δι’ ἧς ἀεὶ τὸ ζητούμενον τέλος εὑρήσομεν ὁτιοῦν, τί ποτέ ἐστι. παντὸς γὰρ τὸ τέλος ἐν τῷ ἔργῳ δοκεῖ εἶναι τὸ εὖ προσλαμβάνον, οἷον σκυτικῆς τέλος ἐν τῷ ἔργῳ τῷ τῆς σκυτικῆς. εἰ οὖν ἔργον σκυτικῆς ὑπόδημα, ἀνθρώπου δὲ ζητοῦμεν τὸ τέλος τί ποτέ ἐστιν, ληπτέον ἂν εἴη τὸ ἔργον τὸ τοῦ ἀνθρώπου ᾗ ἄνθρωπον. ὅτι δέ ἐστιν ἔργον ἀνθρώπου ᾗ ἄν‐ | |
25 | θρωπος, προσβιβάζει πρῶτον μὲν ἐκ τοῦ ἄλογον εἶναι τέκτονος μὲν καὶ σκυ‐ τέως ὁμολογεῖν τι ἔργον εἶναι καὶ ἀνθρώπου τῶν μορίων εἶναι ἔργα, οἷον ὀφθαλμοῦ μὲν τὸ ὁρᾶν, ποδὸς δὲ τὸ βαδίζειν, χειρὸς δὲ τὸ λαμβάνειν καὶ διδόναι καὶ ἄλλο τι τῶν προσηκόντων τῇ χειρί· εἰ οὖν τῶν μορίων ἑκάστου ἐστὶν ἔργον, εἴη ἂν καὶ ἀνθρώπου. τί οὖν ἐστιν αὐτοῦ ᾗ ἄνθρωπος; ἆρά γε | |
30 | τὸ ζῆν; ἀλλὰ καὶ τοῦτο κοινὸν καὶ τοῖς φυτοῖς καὶ ὅλως οὐδὲ ἔργον αὐτοῦ ἐστι τὸ μετέχειν ζωῆς, ἀλλ’ ὑπάρχον ἐκ φύσεως. εἰ οὖν τὸ μὲν ζῆν κοινὸν οὐ μόνον τοῖς ζῴοις ἀλλὰ καὶ τοῖς φυτοῖς, τὸ δὲ ἔργον ἑκάστου ἴδιον, χωριστέον ἂν εἴη τὴν θρεπτικὴν ζωήν, ὡς οὐκ ἐν ταύτῃ ὄντος τοῦ ἀνθρω‐ πίνου ἔργου. ὁμοίως οὐδὲ ἐν τῇ αὐξητικῇ εἴη ἄν· καὶ γὰρ αὕτη κοινὴ φυ‐ | |
35 | τοῖς· ἀλλ’ οὐδὲ ἐν τῇ αἰσθητικῇ ζωῇ· κοινὴ γὰρ αὕτη καὶ τοῖς ἀλόγοις ζῴοις. | 17 |
18 | λείπεται δὲ [τὸ] ἔργον [εἶναι] τοῦ ἀνθρώπου ἡ πρακτικὴ καὶ λογικὴ ζωή, τουτέστι τὸ ζῆν ὡς λογικόν· ἐν γὰρ τούτῳ τὸ ἴδιον τοῦ ἀνθρώπου, τὸ λογικὸν τῆς ψυχῆς. λέγει δὲ λογικὸν ἀντιδιαιρῶν πρός τε τὸ θρεπτικὸν καὶ τὸ αἰσθη‐ τικὸν καὶ τὰς ἄλλας δυνάμεις, ὅσαι κοιναὶ καὶ τοῖς ἄλλοις ζῴοις. τούτου δὴ | |
5 | οὖν τοῦ λογικοῦ τὸ μὲν οὕτω λέγεται ὡσεὶ πεφυκὸς πείθεσθαι τῷ λόγῳ, τὸ δὲ ὡς πεφυκὸς ἔχειν ἐν αὑτῷ λόγον. ἐν ἄλλοις δὲ τὸ ὡς πεφυκὸς πείθεσθαι ἄλογον καλεῖ διὰ τὸ μὴ ἔχειν ἴδιον λόγον, ὅθεν καὶ δῆλον ὅτι διαφέρει τοῦτο τὸ ἄλογον καὶ παθητικὸν τοῦ τῶν ζῴων· τὸ μὲν γὰρ ἐπιπειθὲς λόγῳ, τὸ δὲ τῶν ἀλόγων ζῴων οὐκ ἐπιπειθές. διχῶς δὲ λεγομένης τῆς λογικῆς ζωῆς | |
10 | τῆς μὲν κατὰ δύναμιν, ἣν καὶ καθεύδοντες ἔχομεν καὶ ἐγρηγορότες μηδὲν δὲ πράττοντες ὡς λογικοί, τῆς δὲ κατ’ ἐνέργειαν, ἣν πράττοντες τοῖς λογικοῖς ἁρμοζόντως ζῆν λεγόμεθα λογικῶς, ἔργον ἀνθρώπου φησὶ θετέον εἶναι τὴν κατ’ ἐνέργειαν λογικὴν ζωήν. εὑρὼν δὲ τὸ ἔργον τοῦ ἀνθρώπου μέτεισι λοιπὸν ἐπὶ τὸ τέλος καὶ τὴν εὐδαιμονίαν. | |
15 | Εἰ γάρ ἐστιν ἔργον ψυχῆς ἐνέργεια κατὰ λόγον ἢ μὴ ἄνευ λόγου (τοῦτο δὲ προσέθηκε διὰ τὸ παθητικὸν τῆς ψυχῆς, ὃ εἰ καὶ μὴ ἴδιον ἔχει λόγον ἀλλ’ ἐνεργεῖ γε οὐκ ἄνευ λόγου τοῦ ἐν τῷ λογικῷ μορίῳ τῆς ψυχῆς), τὸ δ’ αὐτό φαμεν ἔργον εἶναι τῷ γένει τοῦδε καὶ τοῦδε σπουδαίου. τῷ γὰρ γένει ἐστὶ ταὐτόν, οὔτε δὲ ἀριθμῷ οὔτε εἴδει τὸ τοῦ | |
20 | σπουδαίου ἔργον καὶ τὸ τοῦ τυχόντος ἐν ᾧτινι ἔργῳ, οἷον ὑπόδημα ἔργον καὶ σπουδαίου σκυτέως καὶ οὐ σπουδαίου· τὸ αὐτὸ οὖν τῷ γένει· τὸ γὰρ ὑπόδημα γένος· τὸ δὲ σπουδαῖον ὑπόδημα καὶ τὸ φαῦλον εἴδη. ἁπλῶς δὲ ἐπὶ πάντων τοῦ αὐτοῦ προτιθεμένου καὶ τῆς κατὰ τοῦτο ὑπεροχῆς τὸ σπουδαῖόν ἐστιν. εἰ οὖν ἔργον ἐστὶν ἀνθρώπου ζωὴ λογική, αὕτη δὲ ψυχῆς ἐνέργεια μετὰ λόγου, | |
25 | σπουδαίου 〈δὲ〉 ἀνδρὸς 〈εὖ〉 ταῦτα καὶ καλῶς ἐνεργεῖν, ἕκαστον δὲ ἐνεργεῖ κατὰ τὴν οἰκείαν ἀρετήν, εἴη ἂν τὸ ἀνθρώπινον ἀγαθὸν ψυχῆς ἐνέρ‐ γεια κατ’ ἀρετήν. περιλαβόντι δὲ ἔστιν εἰπεῖν οὕτως τὸ ὑποθετικόν· εἰ ἔστι ταὐτὸν ἔργον ἀνθρώπου καὶ σπουδαίου ἀνθρώπου μετὰ τῆς τοῦ εὖ προ‐ σθέσεως, ἀνθρώπου δὲ ἔργον ζωὴ λογικὴ ἡ κατ’ ἐνέργειαν, σπουδαίου δὲ ἀν‐ | |
30 | δρὸς εὖ ταῦτα καὶ καλῶς ἐνεργεῖν, ἕκαστον δὲ εὖ ἀποτελεῖται κατὰ τὴν οἰκείαν | |
ἀρετήν, εἴη ἂν τὸ ἀνθρώπινον ἀγαθὸν ψυχῆς λογικῆς ἐνέργεια κατ’ ἀρετήν· | 18 | |
19 | εἰ δὲ πλείους αἱ ἀρεταί, κατὰ τὴν ἀρίστην καὶ τελειοτάτην, ἤτοι θεωρητικήν, περὶ ἧς ὕστερον ἐρεῖ, προϋπαρχούσης δηλονότι τῆς καλοκαγαθίας. ἔτι δὲ ἐν βίῳ τελείῳ· καὶ τοῦτ’ εἰκότως. εἰ γὰρ εὐδαιμονία βίος, ὁ δὲ βίος ἐνέργεια μακρὰ καὶ ἐκ πολλῶν ἐνεργειῶν σύνθετος, ὥστε οὐχ οἷόν τε | |
5 | τὴν εὐδαιμονίαν ἐν μιᾷ ἡμέρᾳ μόνον εἶναι ἢ ἐν ὀλίγῳ χρόνῳ ἀλλ’ ἐν τελείῳ βίῳ, οὗτος δὲ οὐκ ἀκριβῶς δύναται ληφθῆναι [ἢ ἐν ὀλίγῳ χρόνῳ] ἀλλὰ τύπῳ, ὅσος ἂν εἴη ὁ ἄνθρωπος, προσέτι δὲ εἰ κατὰ πάσας δεῖ τὰς ἀρετὰς ἐνερ‐ γῆσαι τὸν εὐδαίμονα, δέοι ἂν βίου τελείου· εἰ δὲ καὶ ἐν τῷ εὖ ποιεῖν [καὶ] τοὺς κοινωνοὺς πολιτικὸν ζῷον ὁ ἄνθρωπος, δέοι ἂν καὶ πρὸς τοῦτο τελείου | |
10 | βίου, ἵν’ ὡς πλεῖστον εὖ ποιήσειεν. ἐν κεφαλαίῳ δ’ εἰπεῖν, ἔστιν ἡ εὐδαι‐ μονία ψυχῆς λογικῆς ἐνέργεια κατ’ ἀρετὴν τελείαν ἐν βίῳ τελείῳ. p. 1098a20 Περιγεγράφθω μὲν οὖν τἀγαθὸν ταύτῃ ἕως ἀρίστην εἶναί φαμεν τὴν εὐδαιμονίαν. Ὥσπερ γὰρ οἱ γραφεῖς πρῶτον μὲν περιγράφουσι ὁλοσχερῶς, εἶτα [τότε] | |
15 | ἕκαστον ἀναγράφουσιν ἀκριβῶς, οὕτω φησὶ πρῶτον τύπῳ περιγεγράφθαι τὸν τῆς εὐδαιμονίας ὁρισμὸν μεταφορικῶς χρησάμενος τῷ λόγῳ, εἶτα ὕστερον ἐπαγγέλλεται ἀκριβώσειν αὐτόν. ἔστι δὲ τὸ μὲν εὑρεῖν, ὥς φασι, χαλεπόν, τὸ δὲ περιαρθρῶσαι καὶ περιαγαγεῖν τὰ ἤδη καλῶς πεπραγμένα παντός, οὐχ ὅτι τοῦ τυχόντος καὶ ἰδιώτου παντάπασιν, ἀλλὰ καὶ τοῦ μὴ πάνυ ἱκανοῦ· | |
20 | προσθείη γὰρ ἄν τι τοῖς εὑρημένοις καὶ ὁ μὴ τέλειος ἐν ὁτῳοῦν ἐπιτηδεύματι καὶ λόγῳ. καὶ γὰρ ὁ χρόνος αὐτὸς συνεργὸς εἰς ταῦτα· ἡ γὰρ ἐν τῷ χρόνῳ πεῖρα τῶν πραγμάτων τὰ παραλελειμμένα ἐξευρίσκει, ὅθεν καὶ τῶν τεχνῶν αἱ ἐπιδόσεις γεγόνασι, τῶν μὲν πρῶτον εὑρόντων θαυμαστῇ τινι φύσει χρησα‐ μένων, τοῦ δὲ χρόνου καὶ τῆς ἐν αὐτῷ πείρας πρὸς τὴν ἐπίδοσιν συμπράτ‐ | |
25 | τοντος. δεῖ δὲ, ὥσπερ καὶ πρότερον εἴρηκε, μὴ ἐν πᾶσι τἀκριβὲς ὁμοίως ἐπιζητεῖν, ἀλλὰ κατὰ τὴν ὑποκειμένην ὕλην, ἵνα μὴ τὰ πάρεργα τῶν ἔργων πλείω γένηται. ἐὰν γὰρ ἀφέμενός τις τοῦ οἰκείου τῇ ὑποκειμένῃ αὐτῷ ὕλῃ ἀκριβέστερόν τι ἢ καθ’ αὑτὸ ζητῇ, ἐν τοῖς παρέργοις ἐπὶ πλεῖον διατρίψει, οἷον ἐὰν ὁ τέκτων, ἀφέμενος τοῦ κεχρῆσθαι τῇ ὀρθῇ ἐφ’ ὅσον | |
30 | χρησίμη πρὸς τὸ ἔργον αὐτοῦ, ζητῇ τὸ τί ἐστιν ἡ ὀρθή, ὅπερ ἁρμόζει τῷ γεωμέτρῃ, θεατῇ ὄντι τἀληθοῦς· τῷ δὲ τέκτονι οὐδὲν διαφέρει, κἂν μικρῷ | |
τινι μᾶλλον κατεζευγμένη 〈ᾖ〉 ἡ εὐθεῖα γωνία, κἂν πλεῖόν τι ἔχῃ· ὡς γὰρ πρὸς | 19 | |
20 | τὴν αἴσθησιν οὐδὲν διαφέρει· ἱκανὴ δὲ ἡ πρὸς αἴσθησιν τῷ τέκτονι. ταῦτα δὲ λέγει, ἐπειδὴ οὐδὲ τῶν περὶ τοῦ τέλους οἷόν τε ἀκριβῶς λαβεῖν λόγον εὐθέως. τοῦ γὰρ ἐνέργειαν κατ’ ἀρετὴν τελείαν οὐκ ἔστι λόγῳ ἀκριβῶς λαβεῖν, τίς ἐστιν ἡ ἐνέργεια αὕτη. εἰ γάρ τις λέγοι τὴν μεσότητα τῆς ὑπερ‐ | |
5 | βολῆς καὶ τῆς ἐνδείας, οὐδ’ ἡ μεσότης ἐπὶ πόσον ἐστὶ καὶ πῶς οὔτ’ εἰ ἔνδειά ἐστιν οὔτ’ εἰ ὑπερβολὴ οὐχ οἷόν τε ἀκριβῶς λόγῳ διορίσαι, ἀλλὰ δεῖ τὴν φρόνησιν καθ’ ἑκάστην πρᾶξιν ὁρίζειν τὸ σύμμετρον καὶ μέσον, ὁμοίως δὲ καὶ ἐν βίῳ τελείῳ ἐν πλάτει λαβεῖν ἔστιν, ἀκριβῶς δὲ οὐχ οἷόν τε εἰπεῖν. Φησὶ δὲ ἑξῆς ὅτι οὐδὲ τὴν αἰτίαν ἐν ἅπασι δεῖ ἀπαιτεῖν, τουτ‐ | |
10 | έστιν οὐ δεῖ ὁμοίως διανοεῖσθαι περὶ τῶν πραγμάτων, ὥστε περὶ πάντων τὰς αἰτίας ἀπαιτεῖν. δῆλον δὲ τοῦτο καὶ ἐπὶ τῶν μαθημάτων· καὶ γὰρ ὁ γεωμέτρης διὰ τί μὲν τὸ τρίγωνον ἔχει τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ζητεῖ, διὰ τί δὲ σημεῖόν ἐστιν, οὗ μέρος οὐδέν ἐστι, τὸ αἴτιον οὐ ζητεῖ. ἀρχὴ δὲ ὅτι καλὸν ἡ σωφροσύνη καὶ ἡ δικαιοσύνη, ὅτι δεῖ γονεῖς τιμᾶν, καὶ ἐν τοῖς | |
15 | μαθηματικοῖς δὲ ὁμοίως ὅτι τρίγωνον, διὰ τί δὲ οὐκ ἐπιζητοῦμεν. πῶς οὖν δεικνύει ὅτι ἱκανὸν ἔν τισι τὸ ὅτι δειχθῆναι καλῶς (ἔστι γὰρ ἀρχὴ τὸ ὅτι· οὐ δὴ δεῖ αὐτὸ δείκνυσθαι); πότερον ὅτι ἐνιότε τὸ ὅτι συλλογισμῷ δείκνυται, ὥσπερ ἐν τοῖς Ἀναλυτικοῖς εἴρηκεν; οἷον ἡ ἔκλειψις τῆς σελήνης, ὅταν γῆ ποιῇ σκιὰν τοῖς ὑπ’ αὐτήν· τοῦτο δὲ † νῦν τῇ σελήνῃ ἔκλειψις ἄρα τῆς σε‐ | |
20 | λήνης τὸ νῦν· τοῦτο γὰρ οὐ τὸ διὰ τί ἡ ἔκλειψις, ἀλλὰ τὸ ὅτι. καὶ γίνεται τοῦτό πως ἀρχή, καίπερ συλλογισμῷ ληφθέν, πρὸς 〈τὸ〉 τὴν αἰτίαν εὑρεῖν τῆς ἐκλείψεως. ἢ ὅτι ἔστι πως δεικνύναι τὰς ἀρχὰς οὐ μέντοι συλλογισμῷ ἀλλ’ ἐπαγωγῇ ἢ ὅλως ὑπομνήσει τινί; τὸ δὲ μὴ δεῖν ἐν πᾶσιν ἀπαιτεῖν τὴν αἰτίαν, οἷον ἐν ταῖς ἀρχαῖς, οὐκ ἀλόγως εἴρηται, ἀλλ’ ἐπεὶ ἐν τοῖς πρακτοῖς καὶ ποι‐ | |
25 | ητοῖς τέλος ἡ εὐδαιμονία. ὥσπερ οὖν ὁ ἰατρὸς οὐκ ἀποδείκνυσι τὴν ὑγίειαν τί ποτέ ἐστιν, ἀλλ’ ὁρισάμενος αὐτὸ τί ποτέ ἐστιν ἡ ὑγίεια οὕτω τὰ πρὸς ταύτην πάντα ποιεῖ, οὕτω τάχ’ ἂν εἴη εὔλογον καὶ τὴν εὐδαιμονίαν θέμενον ἥτις ποτέ ἐστιν ἀναποδείκτως, οὕτω τὰ πρὸς αὐτὴν ἅπαντα πράττειν. δεῖ δὲ τοῦτο ποιεῖν, ὅταν ἀναμφισβήτητον εἴη τὸ τέλος τί ποτέ ἐστιν, ἐὰν δὲ ἀμφισ‐ | |
30 | βητήσιμον, ἀνάγκη ὑπομιμνήσκειν, δι’ οὗ ἂν εἴη δυνατὸν τρόπου· διόπερ ἀμ‐ φισβητησίμου ὄντος τὴν εὐδαιμονίαν τί ποτέ ἐστιν ἐπειράθη δεῖξαι καὶ περὶ τῶν ἀρχῶν ἁπασῶν λέγει, ὅτι ποριστέον ταύτας ὅπως ἂν ᾖ δυνατὸν ἑκάστην | |
θεωροῦντα, διὰ μὲν ἐπαγωγῆς, οἷον ὅτι πᾶς ἄνθρωπος λογικὸς ἢ ὅτι πᾶς ἄν‐ | 20 | |
21 | θρωπος ἀναπνεῖ ἐξ ἀπαγωγῆς λανθανούσης θεωροῦνται, ἐκ τῆς καθ’ ἕκαστον ἄνθρωπον ἐντεύξεως. σχεδὸν μὲν πᾶσαι δι’ ἐπαγωγῆς ἢ δι’ αἰσθήσεως γίνονται· τῷ γὰρ καθ’ ἕκαστον αἰσθητά· μάλιστα δὲ αἱ τοιαῦται ἀρχαὶ πορί‐ ζονται διὰ τῆς αἰσθήσεως ὅσαι δι’ αὐτῆς λαμβάνονται, οἷον ὅτι μέλαν τὸ | |
5 | συγχυτικόν· ἄλλαι δὲ ἀρχαὶ θεωροῦνται ἐθισμῷ· ἐκ γὰρ τοῦ ἐθίζεσθαι καλοῖς ἔθεσι καλάς τινας λαμβάνουσιν ἀρχάς, οἷον ὅτι ἡ μὲν τοιάδε δίαιτα καλή, ἡ δὲ τοιαύτη αἰσχρά, καὶ νὴ Δία ὅτι ἡ μὲν σωφροσύνη· καλόν, ἡ δὲ ἀκολασία αἰσχρόν· ἔνιαι δὲ ἐκ νοῦ λαμβάνονται ἀρχαί, οἷον ὅτι σημεῖόν ἐστιν οὗ μέρος οὐδέν· αὐτοῦ γὰρ τοῦτο εὕρημα ἡ τοιαύτη ἀρχή· ἔνιαι δὲ ἐξ ἐμπειρίας, οἷαι | |
10 | πολλάκις ὑπὸ τῶν ἰατρῶν εὕρηνται, οἷον ὅτι τὸ τοιόνδε φάρμακον εἰς τόδε τὸ νόσημα ἁρμόττει. πειρατέον δὲ ἑκάστας πορίζεσθαι ᾗ πεφύκασιν, τὰς μὲν αἰσθήσεις δι’ αἰσθήσεως, τὰς δὲ ἐπαγωγὰς δι’ ἐπαγωγῆς, τοὺς δὲ ἄλλῳ τινὶ τῶν εἰρημένων ποιουμένους αὐτῶν τὸν πορισμὸν καὶ ποιησαμένους δεῖ σπουδάζειν ὅπως καλῶς ὁρισθῶσι. συντείνει δὲ καὶ ταῦτα αὐτῷ εἰς τὸ σπου‐ | |
15 | δάσαι καλῶς ὁρίσασθαι τὸ τέλος. ἀρχὴ μὲν γάρ ἐστιν, ἡ δὲ ἀρχὴ πλεῖον ἢ τὸ ἥμισυ. Σκεπτέον δέ φησι περὶ αὐτῆς λέγων, ἤτοι τῆς ἀρχῆς τῆς ὡς τοῦ τέλους ἢ τῆς εὐδαιμονίας· ἐπὶ ταύτην γὰρ φέρομεν ὁποτέρως ἂν λάβω‐ μεν. πλὴν σκεπτέον εἶναί φησι περὶ τῆς εὐδαιμονίας τί ποτέ ἐστιν οὐ | |
20 | μόνον ἐκ τοῦ γεγενημένου συμπεράσματος καὶ ἐξ ὧν ὁ λόγος· τουτ‐ έστιν ἐξ ὧν προτάσεων γεγένηται ὁ λόγος, δι’ οὗ ἀπέδειξε τί ποτέ ἐστιν ἡ εὐδαιμονία. ἦν δὲ ὑποθετικὸς καὶ ἐν αὐτῷ 〈ἡ〉 πρότασις καὶ τὸ συμπέρασμα· οὐ μόνον οὖν ἐξ ἐκείνου τοῦ συμπεράσματος ληπτέον τί ἐστιν ἡ εὐδαιμονία ἀλλὰ καὶ ἐξ ὧν εἰρήκασιν οἱ παλαιοὶ περὶ αὐτῆς. χρῆται δὲ ὥσπερ εἴωθε | |
25 | καὶ ἐνδόξοις πίστεσιν· ἔνδοξα δὲ τὰ τοῖς πολλοῖς φαινόμενα καὶ τὰ τοῖς σοφοῖς. τὴν μὲν οὖν τῶν πρὸ αὐτοῦ φιλοσοφησάντων δόξαν τοιαύτην τινὰ λαμβάνει· τριχῇ γὰρ διοριζομένων τῶν ἀγαθῶν, τῶν μὲν περὶ ψυχήν, τῶν δὲ περὶ σῶμα, τῶν δὲ ἐκτός, τὰ περὶ ψυχὴν μάλιστα ἀγαθὰ καὶ κυριώτατα ἀγαθὰ πάντες ὁμολογήσουσιν. αἱ δέ γε πράξεις καὶ ἐνέργειαι οὐδενὸς ἄλλου ἢ ψυχῆς· ψυχι‐ | |
30 | καὶ οὖν. οὐ γὰρ εἰ ὀργάνῳ χρώμεθα τῷ σώματι πρὸς τὰς πράξεις, αὐτοῦ ἡγητέον εἶναι αὐτὰς ἀλλὰ τῆς ψυχῆς τῆς χρωμένης αὐτῷ· εὔλογον δὴ τὸ μέγιστον τῶν ἀγαθῶν τὴν εὐδαιμονίαν ἐν ψυχῇ θεῖναι, ἐν ᾗ τὰ κυριώτατα καὶ | |
μάλιστα ἀγαθά· ὀρθῶς οὖν τὰς πράξεις καὶ ἐνεργείας λέγει τὸ τέλος καὶ τὴν | 21 | |
22 | εὐδαιμονίαν. οὕτω γὰρ τῶν περὶ ψυχὴν ἀγαθῶν γίνεται. τὴν μὲν οὖν τῶν πάλαι φιλοσοφησάντων δόξαν παρείληφεν αὐτῷ μαρτυροῦσαν τὸν εἰρη‐ μένον τρόπον, τὴν δὲ τῶν πολλῶν ἀνθρώπων, μᾶλλον δὲ πάντων, ὅτι φαί‐ νονται πάντες οἱ ἄνθρωποι ταὐτὸν λέγειν τὸ εὖ ζῆν καὶ τὸ εὖ πράττειν τῷ | |
5 | εὐδαιμονεῖν· ἐν γὰρ πράξει φαίνονται τιθέμενοι τὴν εὐδαιμονίαν. Μετὰ δὲ ταῦτα πειρᾶται συναρμόζειν τὴν ἑαυτοῦ δόξαν καὶ τὰς πρὸ αὐτοῦ, ὅσοι περὶ εὐδαιμονίας ἀπεφήναντο. τοῖς μὲν γὰρ ἀρετὴν ἢ φρόνησιν εἰποῦσιν ἢ σοφίαν τὴν εὐδαιμονίαν συνῳδὸς ἡ 〈***〉 ἐνέργειαν κατ’ ἀρετήν· αὐτῆς γὰρ δηλονότι ἐστὶν ἡ κατ’ αὐτὴν ἐνέργεια. πλὴν τὸ ἐνέργεια ἐπη‐ | |
10 | νώρθωται· τελειότερον γὰρ τὸ ἐν χρήσει θεῖναι τὴν εὐδαιμονίαν μᾶλλον ἤπερ ἐν κτήσει. καθάπερ δὲ Ὀλυμπίασιν οὐχ οἱ κάλλιστοι καὶ ἰσχυρότατοι στεφα‐ νοῦνται, ἀλλ’ οἱ ἁπλῶς ἀγωνισάμενοι καὶ νικήσαντες, οὕτω καὶ τῶν ἐν τῷ βίῳ [τῶν] καλῶν καὶ ἀγαθῶν, τουτέστι τῆς εὐδαιμονίας, μέτοχοι γίνονται οἱ ἐνεργήσαντες καλῶς· ἐοίκασι γὰρ τοῖς ἀγωνισαμένοις καὶ νενικηκόσι. καὶ τὸ | |
15 | παράδειγμα δ’ ἔοικε συνῳδὸν εἶναι τῇ κατ’ ἀρετὴν ἐνεργείᾳ. κατὰ μὲν οὖν τὰ εἰρημένα συνῳκείωσε τὸν αὑτοῦ λόγον τοῖς μόνην τὴν ἀρετὴν εἰποῦσι τὴν εὐδαιμονίαν· τοῖς δὲ ταῦτα, τουτέστι πάσας τὰς ἀρετὰς ἢ τούτων τινά, φιλο‐ σοφίαν ἢ φρόνησιν, εἶναι τὴν εὐδαιμονίαν μεθ’ ἡδονῆς ἢ οὐκ ἄνευ ἡδονῆς συναρμόζει τὴν ἑαυτοῦ δόξαν διὰ τῶν ἑξῆς. τὸ δὲ μεθ’ ἡδονῆς ἢ οὐκ ἄνευ | |
20 | ἡδονῆς διαφέρει τι. μεθ’ ἡδονῆς μὲν οἱ λέγοντες μέρος τῆς εὐδαιμονίας ποι‐ οῦσι τὴν ἡδονήν, οἱ δὲ οὐκ ἄνευ ἡδονῆς, οὐ μέρος ἀλλ’ ὧν οὐκ ἄνευ ἡ εὐδαι‐ μονία λέγουσι τὴν ἡδονήν. τούτοις δὴ προσαρμόζει ὁ λόγος· εἰ γὰρ καὶ μὴ πρόκειται ὅτι ἐστὶν ἡ εὐδαιμονία ἐνέργεια κατ’ ἀρετὴν τελείαν μεθ’ ἡδονῆς ἢ οὐκ ἄνευ ἡδονῆς, ἀλλὰ δῆλόν γέ ἐστι ὅτι πάντως συνέπεται ταῖς καλαῖς | |
25 | ἐνεργείαις ἡ ἡδονή· διό φησι τὸν βίον τῶν ἐνεργειῶν κατ’ ἀρετὴν ἐν προη‐ γουμένοις εἶναι καθ’ αὑτὸν ἡδύν. τὸ μὲν γὰρ ἥδεσθαι ψυχικόν· καὶ γὰρ αἱ καλούμεναι σωματικαὶ ἡδοναὶ ψυχῆς εἰσι διὰ σώματος, ἑκάστῳ δὲ τῷ φιλο‐ δικαίῳ τὰ δίκαια καὶ ὅλως τῷ φιλαρέτῳ τὰ κατ’ ἀρετὴν ἀνάγκη λέγοντα καλὰ ἢ πράττοντα ἥδεσθαι. εἰ μὲν οὖν μὴ ἐν αὐταῖς ταῖς ἐνεργείαις ἐνῆν [ἂν] τὸ | |
30 | ἡδὺ ἀλλ’ ἔξωθεν ἔδει αὐτὸ τὸν μέλλοντα εὐδαιμονήσειν πορίζεσθαι, ἐχρῆν ἐν τῷ ὁρισμῷ προστιθέναι ὅτι ἐστὶν ἡ εὐδαιμονία ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν μεθ’ ἡδονῆς ἢ οὐκ ἄνευ ἡδονῆς προσθέτου αὐταῖς οὔσης τῆς ἐνεργείας. ἐπεὶ δὲ ἐν αὐταῖς ἐστι ταῖς καλαῖς ἐνεργείαις τὸ ἡδὺ ἀποχρώντως, δεδήλωκεν ὅτι ἥδιστός ἐστιν βίος ἡ εὐδαιμονία, εἰπὼν ἐνέργειαν αὐτὴν κατ’ ἀρετήν· δεῖ | |
35 | δὲ πανταχοῦ προσυπακούειν ἐν προηγουμένοις. καὶ γὰρ τοῖς πολλοῖς ἀνθρώ‐ | 22 |
23 | ποις ὡς ἐπὶ τὸ πολὺ τὰ ἡδέα μάχεται διὰ τὸ μὴ φύσει εἶναι ἡδέα· ἥδι‐ στον μὲν αὐτοῖς τὸ πλέον ἢ δεῖ πίνειν καὶ σιτεῖσθαι καὶ ἡ ἐπὶ πλέον τῶν ἀφροδισίων χρῆσις. ταῦτα δὲ πάντα ἀλγηδόνος αἴτια γίνεται αὐτοῖς, καὶ μὴν ἐν τῇ μεταμελείᾳ γενόμενοι λυποῦνται· κατ’ ἄμφω γοῦν ἐν μάχῃ ἐστὶν αὐτοῖς | |
5 | τὰ ἡδέα, εἰ ταῦτα φαίνεται καὶ λυπηρὰ καὶ ἀλγηδόνος αἴτια· τῷ γὰρ ἡδεῖ μάχεται τὸ ἀλγοῦν καὶ τὸ λυπηρόν. τοῖς δὲ φιλοκάλοις ἐστὶν ἡδέα· φύσει γὰρ ἡδεῖαι αἱ κατ’ ἀρετὴν πράξεις. πολιτικὸν γὰρ ζῷον ὁ ἄνθρωπος καὶ κοινωνικὸν καὶ φιλόκαλον, ὥστε ἐάν τε τοὺς κοινωνοὺς εὖ ποιῇ ἥδεται, ἐάν τε ὅλως συνειδῇ ἑαυτῷ καλόν τι ἐργαζομένῳ. οὐ δὴ ἔχει μάχην ἡ τοι‐ | |
10 | αύτη ἡδονή· οὐδέποτε γὰρ αὐτῇ ἐπακολουθήσει λύπη. ὥστε καὶ τούτοις, φησίν, εἰσὶν ἡδεῖαί τε καὶ καθ’ αὑτάς. αἱ μὲν γὰρ τῶν φαύλων ἡδοναὶ αὐτοῖς μόνον εἰσὶ καὶ ἄλλου καθ’ αὑτὰς οὐδενός· φύσει δὲ μάχην ἔχουσιν ἐν αὑταῖς καὶ αἱ παρὰ φύσιν· αἱ γὰρ ὑπὲρ τὸ δέον πλησμοναὶ ἀκόλαστοι παρὰ φύσιν, αἱ δὲ τῶν σπουδαίων ἡδοναί, ἅς φησι παρακολουθεῖν ταῖς καλαῖς ἐνερ‐ | |
15 | γείαις, οὐ μόνον τούτοις εἰσὶν ἡδεῖαι, τουτέστι τοῖς σπουδαίοις, ἀλλὰ καὶ καθ’ αὑτὰς φυσικῶς εἰσιν ἡδεῖαι. ὅθεν ὁ τῶν εὐδαιμόνων βίος οὐ δεῖται τῆς ἔξω‐ θεν ἡδονῆς, ἀλλὰ ἔχει ἐν αὑτῷ, ἐπεὶ οὐδ’ ὅλως ἀγαθός ἐστιν ὁ μὴ χαίρων ταῖς καλαῖς ἐνεργείαις, τὰς καλὰς πράξεις καὶ 〈τὸ〉 κατ’ ἀρετὴν ἥδεσθαι. ἡδεῖαι οὖν αἱ κατ’ ἀρετὴν πράξεις, ἀλλὰ καὶ ἀγαθαὶ καὶ καλαὶ καὶ μάλιστα τούτων | |
20 | ἕκαστον, τουτέστιν ἡδοναὶ κάλλισται αὗται. ὅτι δὲ τοιαῦται δῆλον ἐκ τοῦ τὸν σπουδαῖον τοιαύτας αὐτὰς κρίνειν· δεῖ δὲ οὐδενὶ οὕτως πιστεύειν ὡς τῇ τοῦ σπουδαίου κρίσει. ἄριστον ἄρα ἔχει καὶ κάλλιστον καὶ ἥδιστον ἡ εὐδαιμονία καὶ οὐκ ὀρθῶς ὁ ἐν Δήλῳ ἐπιγράψας “κάλλιστον τὸ δικαιότα‐ τον” καὶ τὰ ἑξῆς. ἐκεῖνος γὰρ φαίνεται μὴ πάντα ἑνὶ νείμας, ὑπάρχει δὲ | |
25 | πάντα ταῖς ἀρίσταις ἐνεργείαις· ἢ πάσας θετέον εὐδαιμονίαν ἢ τὴν ἀρίστην αὐτῶν· ἐνταῦθα δὲ παραδηλοῖ ὅτι ἴσως εὐδαιμονία μάλιστά ἐστιν ἡ κατὰ σοφίαν ἐνέργεια, ἀλλὰ νῦν μὲν ὡς τὸ πρακτὸν τέλος ζητῶν ποιεῖται τοὺς λό‐ γους, ὅθεν οὐ διαρθροῖ περὶ τῆς κατὰ θεωρίαν εὐδαιμονίας, ὕστερον δὲ ἀκρι‐ βώσει περὶ αὐτῆς. | |
30 | p. 1099a31 Φαίνεται δὲ ὅμως τῶν ἐκτὸς ἀγαθῶν ἕως τοῦ καὶ πρακτι‐ κοὺς τῶν καλῶν. Τίθεται τὴν εὐδαιμονίαν δεῖσθαι καὶ τῶν ἐκτὸς ἀγαθῶν· ἐκτὸς δὲ ἀγα‐ | |
θῶν ἤτοι τῶν περὶ τὸ σῶμα· ἐκτὸς αὐτὰ λέγει ὡς πρὸς τὴν ψυχὴν πάντα | 23 | |
24 | ἐκτὸς † ὅπως ἔσται τὸν λόγον. περὶ τούτων γὰρ ἐνίοις ἡ ἀμφισβήτησις μᾶλλον ὡς οὐδὲν συμπραττόντων εἰς τὴν εὐδαιμονίαν ἢ περὶ τῶν σωματικῶν. δεῖται δὲ τῶν ἐκτὸς ἀγαθῶν ἡ εὐδαιμονία οὐχ ὡς μερῶν οὐδ’ ὡς ἀναπληρω‐ τικῶν αὐτῆς ἀλλ’ ὡς ὀργάνων, καθάπερ γὰρ ἡ αὐλητικὴ πρὸς τὸ αὑτῆς τέλος | |
5 | δεῖται ὀργάνων, ἵνα τοῦ ἰδίου τέλους τύχῃ. ἀδύνατον γάρ, φησί, καλὰ πράττειν ἀχορήγητον ὄντα· οὐχ οἷόν τε τὰ ἰατρικὰ πράττειν ἀχορήγητον ὄντα τῶν ἰατρικῶν ὀργάνων τε καὶ φαρμάκων. εἶτα καταριθμεῖται τὰ ἐκτὸς ἀγαθὰ ἅμα δεικνὺς πῶς αὐτοῖς χρῆται ἡ ἀρετὴ πρὸς τὴν εὐδαιμονίαν ὡς ὀργά‐ νοις. πολλὰ μὲν γὰρ πράττεται, ὥσπερ δι’ ὀργάνων, διὰ φίλων, | |
10 | οἷον τυραννίδων καταλύσεις διὰ φίλων ἐγένοντο καὶ εἰ ἐδέησεν ἀναλωμάτων, συνήνεικαν οἱ φίλοι, καὶ ἃ οὐ δυνατοὶ προορᾶν δι’ αὑτῶν οἱ φίλοι προορῶσι καὶ προμηθοῦνται καὶ συμπράττουσι, καὶ οἷς φίλοι εἰσίν, ὡς ὁ Ξενοφῶν φησιν, ἀντὶ δυοῖν ὀφθαλμῶν τέσσαρες ὀφθαλμοί εἰσι καὶ ἀντὶ δυοῖν ὤτων τέσσαρα, καὶ ἐπὶ τῶν ἄλλων μορίων ὁ αὐτὸς λόγος· καὶ μὴν ὅτι διὰ πλούτου καὶ ἐν | |
15 | λιμοῖς τινες ἔσωσαν πατρίδας, [διὰ πλούτου] καὶ πολεμίων ἐρύσαντο καὶ φίλων βίους ἐπηνωρθώσαντο. τί δὲ πολιτικὴ δύναμις; πῶς οὐ μεγάλα πράττει πρὸς τὰς καλὰς πράξεις; ἀμήχανον γὰρ τὰ πολιτικὰ πράττειν καλῶς μηδεμίαν ἔχοντα δύναμιν ἐν τῇ πόλει, ἀλλ’ ἀγαπητὸν τῷ μὴ ἔχοντι δύναμιν πολιτικὴν τὸ ἰδιωτεύειν καὶ ἡσυχάζειν. εἰ δὲ μή, ἀνάγκη αὐτὸν προελθόντα σφάλλεσθαι· | |
20 | καὶ ὅσοι δὲ μεγάλας τινὰς πράξεις διεπράξαντο ἐν τῇ πόλει, οὐκ ἄνευ δυνά‐ μεως, οἷον Λυκοῦργος ἐγχειρισθεὶς τὴν ἐπιτροπὴν τῶν πραγμάτων διὰ τὴν τοῦ βασιλέως ἐνομοθέτησε καὶ Σόλων καὶ Ζάλευκος, ἑκάτερος μέγα δυνάμενοι ἐν ταῖς ἑαυτῶν πατρίσι. Τὰ δὲ ἐφεξῆς δοκεῖ τισι μαλακωτέρως εἰρῆσθαι. φησὶ γὰρ ἐνίων στε‐ | |
25 | ρουμένους ῥυπαίνειν τὸ μακάριον, οἷον εὐγενείας εὐτεκνίας κάλλους. φαῖεν γὰρ ἄν τινες καὶ δυσγενῆ ὄντα καὶ μὴ καλὸν καὶ ἄτεκνον ἐνεργεῖν ἐν προη‐ γουμένοις ἐνδέχεσθαι, ἐνεργοῦντα δὲ εὐδαιμονεῖν ἀνάγκη. πρὸς δὲ τούτους λεκτέον ὡς καὶ Ἀριστοτέλης ἐπαινεῖ τοὺς τοιούτους, ὡς ἐπανορθοῦντας τὸ ἔλλειμμα τοῦ γένους ἢ τὸ τοῦ εἴδους ἤ τινων ἄλλων ὧν εἰσιν ἐνδεεῖς, ἀλλ’ | |
30 | ὅμως ῥύπον τινὰ ἐγγίνεσθαι ὑπὸ τῆς ὑπερβαλλούσης δυσγενείας, οἷον εἴ τις | |
ἡταιρηκότος υἱὸς εἴη· πῶς γὰρ οὐ ῥύπος τοῦτο, ὃν ἀπονίψαιτο μὲν ἴσως καὶ | 24 | |
25 | ἀπορρύψειεν ὁ γενναῖος, ἀλλ’ ὅμως ἐμποδών ἐστι πρὸς τὰς καλὰς ἐνεργείας ἐνίοτε. οὐ γὰρ ἐπιτρέπουσιν αἱ πόλεις τὰ μέγιστα τοῖς τοιούτοις πράττειν. αἰσχρὸν δὲ λέγει οὐ τὸν μετρίως ἐστερημένον κάλλους ἀλλ’, ὥς φησι, τὸν παναίσχη καὶ τερατώδη τὴν μορφήν, ὃν ἴσως οὐδ’ οἷόν τε φρόνιμον γενέσθαι· | |
5 | ὡς ἐπίπαν γὰρ οἱ τοιοῦτοι καὶ τερατώδεις γίνονται. ἀλλ’ οὐδὲ μονώτης καὶ ἄτεκνος ἂν εἴη εὐδαίμων· ἴσως δὲ οὐδὲ σπουδαῖος ὁ μονώτης, οὐ μόνον οὐκ εὐδαίμων· παρὰ φύσιν γὰρ τῷ ἀνθρώπῳ τὸ μόνῳ ζῆν. ἔτι δ’ ἧττον εὐδαι‐ μονεῖ, εἴ τῳ πάγκακοι παῖδες εἶεν, οἷον ἑταιροῦντες, ἢ ἀγαθοὶ ὄντες τεθνᾶσιν. δεῖ δ’ ἐννοεῖν περὶ τῶν εἰρημένων ἁπάντων, ὅτι ὑπεραίρει μὲν | |
10 | αὐτὰ τὸ τῆς ἀρετῆς μέγεθος ὥστε μὴ εἶναι δυσδαίμονα τὸν ἐνάρετον. ἐὰν δὲ πάντα παρῇ τὰ εἰρήμενα δυστυχήματα, ἐμποδὼν γίνεται τῇ εὐδαιμονίᾳ. προσδεῖται οὖν τῆς τοιαύτης εὐημερίας, τουτέστιν εὐτυχίας ὁ εὐδαίμων· διὸ οἱ μὲν ταὐτὸν λέγουσιν εὐτυχίαν καὶ εὐδαιμονίαν, οἱ δὲ καὶ ἀρετὴν ταὐ‐ τόν· οἱ μὲν ἡγούμενοι εὐδαιμονίαν τὴν ἀρετὴν ταὐτὸν τὴν εὐδαιμονίαν καὶ | |
15 | ἀρετὴν λέγουσιν, οἱ δὲ ὁρῶντες διὰ τῶν ἐκτὸς πολλὰ πραττόμενα ὡς δι’ ὀργάνων τῶν εἰς εὐδαιμονίαν φερόντων ταὐτὸν τῇ εὐτυχίᾳ τὴν εὐδαιμονίαν τίθενται. Διὸ καὶ ἀπορεῖται πότερον, φησίν, ἐστὶ μαθητὸν ἡ εὐδαι‐ μονία καὶ ἄλλως πως ἀσκητὸν ἢ κατά τινα θείαν μοῖραν ἢ τύχην | |
20 | παραγίνεται· ὅτι δὲ οἰκεῖα ταῦτα τοῖς προειρημένοις δῆλον. οἱ μὲν γὰρ λέγοντες ταὐτὸν τὴν ἀρετὴν τῇ εὐδαιμονίᾳ μαθητὸν τὴν ἀρετὴν 〈καὶ〉 τὴν εὐδαιμονίαν ἢ ἀσκητὸν ὑπολαμβάνουσιν. ἡ μὲν γὰρ φρόνησις πάντως μαθη‐ τὸν καὶ ἡ σοφία, ἡ δὲ ἠθικὴ ἀρετὴ τὸ μὲν πλεῖστον ἐθιστή, δεῖται δὲ καὶ μαθήσεως· ἡ δὲ ἄσκησίς ἐστι μὲν καὶ αὐτὴ ἔθος ἀλλ’ οὐχ ἅπασα, ἀλλ’ ἡ | |
25 | ἐν μελέτῃ πόνων καὶ ἀλγηδόνων ὑπομονή. τοῦτο γὰρ ἔνιοι τὴν ἀρετὴν ὑπο‐ λαμβάνουσι καὶ τὴν εὐδαιμονίαν· οἱ δὲ οὐκ ἐν ἀρετῇ εἶναι λέγοντες τὴν εὐ‐ δαιμονίαν αὐτὴν ἤτοι κατὰ θείαν μοῖραν παραγίνεσθαί φασιν ἢ διὰ τύχην. εἰ μὲν οὖν καὶ ἄλλο τι θεοδώρητόν ἐστιν, εἴη ἂν καὶ ἡ εὐδαιμονία δῶρον θεῶν, ὡς ἂν εἴποι τις τῶν τιθεμένων τοὺς ἀγῶνας τὰ ἔπαθλα ὡς τοὺς στε‐ | |
30 | φάνους· τεθείκασι γὰρ ἐν μέσῳ τοῖς δυναμένοις καλῶς ἀγωνίζεσθαι· οὕτω δὲ καὶ ἡ εὐδαιμονία ἔπαθλον ἐν μέσῳ κεῖται τοῖς δυναμένοις [καλῶς ἀγωνίζε‐ σθαι] ἀρετῆς ἐπιμελεῖσθαι καὶ κατὰ ταύτην ἐνεργεῖν. ἀλλ’ εἰ μὲν θεῶν ἐστι δῶρον, ἄλλης ἂν εἴη σκέψεως φυσικωτέρας· φαίνεται δὲ εἰ καὶ μὴ θεο‐ | |
δώρητον, ἀλλὰ θεῖόν γέ τι ἡ εὐδαιμονία· θεῖον γάρ τι πρᾶγμα ἡ ἀρετή, ὥστε | 25 | |
26 | καὶ τὸ ταύτης ἆθλον καὶ τέλος θεῖον· τὸ τοιοῦτον δ’ ἂν εἴη 〈ἡ〉 εὐδαιμονία. εἴη δ’ ἂν ἀρετῆς ἆθλον οὖσα πολύκοινον, τουτέστι πολλοῖς ἐν μέσῳ κει‐ μένη καὶ δυνατὴ ὑπάρχειν τοῖς μὴ πεπηρωμένοις πρὸς ἀρετὴν διὰ μα‐ θήσεως καὶ ἐπιμελείας. πεπηρωμένοι δὲ πρὸς ἀρετὴν οἱ μὲν γεννῶνται, | |
5 | οἷον οἱ ἄφρονες ἐκ γενετῆς, οἱ δὲ ἐκ κακῶν ἐπιτηδευμάτων πηροῦνται καὶ ἀνίατοι γίνονται. εἰ οὖν βέλτιον εὐδαιμονίαν γίνεσθαι δι’ ἀρετὴν μᾶλλον ἢ διὰ τύχην, εὔλογον οὕτως ἔχειν· καὶ γὰρ τὰ κατὰ φύσιν καὶ τὰ κατὰ τέχνην ὁμοίως δὲ καὶ 〈τὰ〉 κατὰ ἀνάγκην, οἷον τὰ ἐν τῷ οὐρανῷ, πάντα οὕτως ἔχει, ὡς μάλιστα ἄριστα ἂν ἔχοι. εἰ οὖν ἐπὶ τῶν ἀρίστων αἰτιῶν καὶ φύσεων οὕ‐ | |
10 | τως ἔχει, ἔχοι ἂν οὕτως ὥστε δι’ ἀρετὴν μᾶλλον εὐδαιμονεῖν ἢ διὰ τύχην· ἄμεινον γὰρ οὕτω προσοικειοῖ ἐν τοῖς ἑξῆς τὸν αὑτοῦ λόγον τούτοις. Δῆλον γὰρ εἶναί φησιν ἐκ τοῦ ἀποδοθέντος ὁρισμοῦ τὸ ζητού‐ μενον· τὸ ζητούμενον δέ ἐστι πότερον διὰ τύχην ἡ εὐδαιμονία παραγίνεται ἢ δι’ ἀρετήν· ὁ δὲ λόγος ἦν ὅτι ἐστὶν ἡ εὐδαιμονία ψυχῆς ἐνέργεια | |
15 | κατ’ ἀρετὴν ποιά τις, τουτέστιν ἐν προηγουμένοις. τῶν δὲ λοιπῶν ἀγαθῶν τὰ μὲν ὑπάρχειν ἀναγκαῖον τῷ εὐδαίμονι, οἷον ὑγίειαν εὐαισθη‐ σίαν· ἀναγκαῖα γάρ ἐστιν ὧν ἄνευ οὐχ οἷόν τε ζῆν· νοσηλευόμενος δὲ ἢ ἐν πικραῖς μάχαις καὶ ἀνιάτοις ὢν οὐκ ἂν ἕλοιτο ζῆν ὁ ἐνάρετος (ἐμοὶ μὲν δοκεῖ τῶν ἀναγκαίων εἶναι ἀγαθῶν καὶ ὁ φίλος· οὐ γὰρ ἂν ἕλοιτο ἄνευ φίλων ζῆν | |
20 | ὁ σπουδαῖος). συνεργὰ δὲ καὶ χρήσιμα ὡς ὄργανα πλοῦτος καὶ ἰσχὺς καὶ δόξα· πλοῦτος μὲν γὰρ πρὸς τὰς κατ’ ἐλευθεριότητα ἐνεργείας, ἰσχὺς δὲ πρὸς τὰς κατ’ ἀνδρείαν, καὶ διὰ δόξαν δὲ τῶν συλλαμβανόντων πολλοὶ ἠδυνή‐ θησαν πολλὰ κατεργάσασθαι. οὐκ ἀναγκαῖα δὲ ὁμοίως ἐστὶ ταῦτα τοῖς προ‐ ειρημένοις· ἐγχωρεῖ γὰρ καὶ ἄνευ αὐτῶν ζῆν. ἔτι δέ φησι τὸν ἀποδοθέντα | |
25 | ὑπ’ αὐτοῦ ὁρισμὸν ὁμολογούμενον εἶναι τοῖς ἐν ἀρχῇ ῥηθεῖσιν. ἔκειτο γὰρ τέλος εἶναι τῆς πολιτικῆς τὸ ἄριστον, τουτέστι τὴν εὐδαιμονίαν· ἡ δὲ πολιτικὴ πλείστην ἐπιμέλειαν ποιεῖται τοῦ ἀγαθοὺς εἶναι τοὺς πολίτας καὶ πρακτι‐ | |
κοὺς τῶν καλῶν. ἔστι δὲ τοῦτο συμφανὲς ἐκ τῶν ἀρίστων πολιτειῶν· τῆς | 26 | |
27 | γὰρ παιδείας τῶν νέων μάλιστα ἐπιμελοῦνται, ὡς ἡ Λυκούργου, ὁμοίως δὲ καὶ ἡ Μίνωος καὶ ἡ Πλάτωνος· αἱ δὲ τῶν πολιτικῶν νομοθετῶν νομο‐ θεσίαι ἰατρικαῖς μᾶλλον ἐοίκασιν ἢ πολιτικαῖς· κολάσεις γὰρ ὡρίκασι κατὰ τῶν ἁμαρτανόντων, αἱ δὲ κολάσεις οἷον ἰατρεῖαί τινες. βέλτιον δὲ καὶ ἐν ἰα‐ | |
5 | τρικοῖς σκοπεῖν ὅπως ὑγιεινὰ ἔσται 〈τὰ〉 σώματα ἢ ὅπως νοσήσαντα θεραπευ‐ θήσεται. πῶς οὖν ταῦτα οἰκεῖα αὐτοῦ τῷ λόγῳ; ὅτι εἰ ἡ πολιτικὴ ἐπιμε‐ λεῖται τοῦ ἀγαθοὺς εἶναι τοὺς πολίτας καὶ πρακτικοὺς τῶν καλῶν, τέλος δὲ αὐτῆς ἡ εὐδαιμονία, δῆλον ὡς τέλος ἂν ἡ κατ’ ἀρετὴν ἐνέργεια εἴη· πρακ‐ τικοὺς γὰρ αὐτοὺς ποιεῖ τῶν καλῶν διὰ τοῦ τέλους. | |
10 | p. 1099b32 Εἰκότως οὖν ἕως καὶ περὶ μὲν τούτων διοριστέον. Ἐπειδὴ τῆς εὐδαιμονίας ἡ οὐσία καὶ ὁ λόγος ἀποδέδοται ψυχῆς λογικῆς ἐνέργεια κατ’ ἀρετήν, εἰκότως οὖν οὔτε βοῦν οὔτε ἄλλο τι ζῷον εὔδαιμον λέγομεν· οὐδὲ γὰρ οἷόν τε αὐτὰ κοινωνῆσαι λογικῆς ἐνεργείας. διὰ τοῦτο δὲ οὐδὲ παῖς εὐδαίμων ἐστί· οὔπω γὰρ ἀκροαματικὸς τῶν τοιούτων, | |
15 | φησί, διὰ τὴν ἡλικίαν, ἐπεὶ φύσει μὲν καὶ ὁ παῖς πρακτικός, ὢν λογικὸν ζῷον, διὰ δὲ τὴν ἡλικίαν οὔπω πρακτικός· ἄλογον μὲν γάρ πώς ἐστι καὶ ὁ παῖς, διαφέρει δὲ τῶν ἀλόγων ζῴων ὅτι φύσει λογικός ἐστιν· οἱ δὲ λεγόμενοι εὐ‐ δαίμονες εἶναι παῖδες διὰ τὴν ἐλπίδα μακαρίζονται, διότι ἐλπίζονται ἐνερ‐ γήσειν κατ’ ἀρετήν· ὅτι δὲ καὶ οἱ παῖδες εὐλόγως οὐ λέγονται εὐδαίμονες, | |
20 | καὶ διὰ τῶν ἑξῆς δείκνυσι. δεῖ γάρ, φησίν, ὥσπερ εἴπομεν καὶ ἀρετῆς τελείας καὶ βίου τελείου ἐν ᾧ πάντῃ εὐδαιμονήσει, ἐπὶ δὲ τοῦ παιδὸς οὐκ ἔστιν· οὐ γὰρ ἔχει πω τέλειον βίον· ὁ γὰρ ἐλπιζόμενος οὔπω δῆλος ὁποῖος ἔσται· πολλαὶ γὰρ μεταβολαὶ καὶ παντοῖαι κατὰ τὸν βίον γίνονται· καὶ ἐνδέχεται τὸν μάλιστα εὐθηνοῦντα μεγάλαις συμφοραῖς περι‐ | |
25 | πεσεῖν ἐπὶ γήρως. τὸ δὲ δεῖ γὰρ ὡς εἴπομεν καὶ ἀρετῆς τελείας καὶ τὰ ἑξῆς συνῆπται τοῖς πρότερον εἰρημένοις περὶ τῆς εὐδαιμονίας. εἴρηται γὰρ ὅτι ἐστὶν ἡ εὐδαιμονία ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν ποιάν, τῶν δὲ λοι‐ πῶν ἀγαθῶν τὰ μὲν ὑπάρχειν ἀναγκαῖα, τὰ δὲ συνεργὰ καὶ χρήσιμα. εἶτα συνηγόρησε τῷ ὁρισμῷ διὰ τῶν ἑξῆς εἰπών· ὁμολογούμενα δὲ ταῦτα· καὶ τὰ | |
30 | ἄλλα προσθεὶς ἔπειτα ἐπάνεισιν ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον λέγων ὅτι δεῖ καὶ | |
ἀρετῆς τελείας καὶ βίου τελείου, ἴσως ἐμφαίνων ἐν τῷ ἀρετὴν τελείαν | 27 | |
28 | εἰπεῖν καὶ βίον τέλειον καὶ τὸ ἀνεμποδίστως γίνεσθαι. οὐ γὰρ ἔστιν εἰπεῖν κατ’ ἀρετὴν τελείαν ἐνεργοῦντα· λέγω δὲ τελείαν τὴν ἐκ πασῶν τῶν ἀρετῶν ἢ τὴν θεωρητικὴν † μέν, ὡς εὐδαίμονα κέχρηνται ἐν τῷ ὁρισμῷ· παρεμφαί‐ νεται οὖν τὸ μὴ 〈τέλειον〉 εἶναι [μὴ ὂν] ἐμποδιστικὸν τῆς εὐδαιμονίας· τοῦτο δέ | |
5 | φησι λέγειν διὰ τὸ πολλὰς μεταβολὰς γίνεσθαι καὶ παντοίας τύχας κατὰ τὸν βίον. βελτίων δὲ ἡ προτέρα ἐκδοχή. Τοῖς δὲ προτέροις ἑπομένην ἀπορίαν ἐπιφέρει, εἰ μηδένα δεῖ ἄν‐ θρωπον εὐδαιμονίζειν 〈εἰ μὴ〉 μετὰ τὸν θάνατον. ἆρ’ οὖν εὐδαίμονα οἷόν τε εἶναί τινα ἐπειδὰν ἀποθάνῃ; ἢ τοῦτο ἄτοπον τὸν μηδ’ ὅλως ὄντα λέγειν εὐ‐ | |
10 | δαίμονα καὶ μάλιστα ἡμῖν τοῖς λέγουσιν ἐνέργειαν εἶναί τινα τὴν εὐδαιμονίαν, ἢ οὐ λέγομεν τὸν τεθνεῶτα εὐδαίμονα εἶναι; οὐδ’ ὁ Σόλων τοῦτο βούλεται, ἀλλὰ τοῦτο βούλεται ὁ λόγος, ὅτι τηνικαῦτ’ ἄν τις ἀσφαλῶς μακαρί‐ σειεν ἄνθρωπον· καὶ τὸ λεγόμενόν ἐστιν, οὐχ ὅτι νῦν εὐδαίμων ἀλλ’ ὅτι ἦν ποτε εὐδαίμων· μακαρίζομεν δὲ αὐτὸν ἤτοι θαρροῦντες καὶ λέγομεν εὐ‐ | |
15 | δαίμονα, ὡς ἐκτὸς ὄντα κακῶν καὶ δυστυχημάτων. ἔχει μὲν οὖν φησι καὶ τοῦτό τινα ἀμφισβήτησιν καὶ παρεισάγει δευτέραν τινὰ ἀπορίαν, πότερόν ἐστι τῷ τεθνεῶτι ἀγαθὸν καὶ κακὸν ὥσπερ τῷ ζῶντι μὴ αἰσθανομένῳ δέ, ἢ οὐ δοκεῖ αὐτῷ εἶναί τι καὶ κακὸν καὶ ἀγαθὸν ἐκ τῶν εὐπραξιῶν καὶ τῶν δυ‐ σπραξιῶν τέκνων τε καὶ ὅλως ἀπογόνων; εἶτα ἐπὶ πλεῖον διέξεισι τὴν ἀπορίαν | |
20 | ταύτην· ἐνδέχεται γὰρ τῷ μακαρίως βιώσαντι καὶ ἀποθανόντι πολλὰς μετα‐ βολὰς συμβαίνειν περὶ τοὺς ἐκγόνους καὶ τοὺς μὲν εὖ βιῶσαι τοὺς δὲ κακῶς, καὶ τοῖς ἀποστήμασι διαφερόντως ἔχειν καὶ τοὺς μὲν ἔγγιστα ὄντας τοῖς προγόνοις, τοὺς δὲ πόρρω καὶ ἤτοι τοὺς ἐγγὺς ἢ τοὺς πόρρω κρείττους ἢ χείρους εἶναι. ἄτοπον δὴ ἑκάτερον, καὶ τὸ μὴ συνικνεῖσθαι τὰ τῶν | |
25 | ἐκγόνων τοῖς γονεῦσι καὶ τὸ συμμεταβάλλειν πυκνῶς τὸν εὐδαιμόνως βιώ‐ σαντα ταῖς τῶν ἐκγόνων τύχαις καὶ προαιρέσεσι. τοῦτο μὲν οὖν τὸ δεύτερον ἀπόρημα ὑπερτίθεται· ἐπανιτέον δέ φησιν ἐπὶ τὸ πρότερον ἀπορηθέν· ἴσως γὰρ ἐκείνου θεωρηθέντος φανεῖται καὶ τοῦτο. ἐλέγετο δὲ ἐν τούτῳ δεῖν εὐδαιμονίζειν μετὰ τὸν θάνατον 〈τὸν〉 εὐδαιμόνως βιώσαντα ἄνθρωπον, ὡς οὐ | |
30 | νῦν ὄντα μακάριον ἀλλὰ καὶ πρότερον· καὶ τοῦτο δὲ ἄτοπον εἰ ὅτε μέν τις εὐδαίμων, οὐκ ἀληθὲς ἔσται τὸ ὑπάρχον αὐτοῦ κατηγορῆσαι ὅτι ἐστὶν εὐδαί‐ μων, ὅτε δὲ μὴ ἔστιν ἀλλὰ τέθνηκεν, τότε ἀληθές ἐστι λέγειν ὅτι ἦν εὐ‐ δαίμων. δοκεῖ δὲ ἀληθεύειν ὁ τὸ μὲν ὑπάρχον κατηγορῶν ὡς ὑπάρχον· ἔστι | |
γὰρ αὐτὸν εὐδαίμονα μετὰ τὸν θάνατον εἰπεῖν ὅτι ἦν εὐδαίμων ἀληθῶς καὶ | 28 | |
29 | ὅτε ἔζη εἰπεῖν ὅτι ἦν εὐδαίμων. γελοῖον δὲ τὸ φυλαττομένους ἡμᾶς διὰ τὰς μεταβολὰς τῆς τύχης καὶ διὰ τὸ μόνιμόν τι ἡγεῖσθαι τὴν εὐδαιμονίαν μὴ λέ‐ γειν εὐδαίμονα τὸν ὄντα εὐδαίμονα· ὅμοιον γάρ, ὡς εἴ τις τὸν καλὸν ἢ πλού‐ σιον ὅτε πλούσιός ἐστιν ἢ καλός, ὀκνοίη λέγειν ὅτι πλούσιός ἐστι διὰ τὰς | |
5 | μεταβολάς. ταῦτα εἰπὼν τρέπεται ἐπὶ τὸ λύειν τὴν ἀπορίαν, λέγων τὸ μὲν ταῖς τύχαις ἐπακολουθεῖν καὶ σὺν ταῖς τούτων μεταβολαῖς εὐδαίμονα ἢ κακοδαίμονα λέγειν οὐκ ἀληθές· οὐ γάρ ἐστιν ἐν ταύταις τὸ εὖ ἢ κακῶς, ὅπερ ἐκ τοῦ ὀνόματος δηλοῖ ἡ εὐδαιμονία καὶ ἡ κακοδαιμονία· περιείληπται γὰρ ἐν τῷ ὀνόματι ἑκάτερα τῆς μὲν τὸ εὖ τῆς δὲ τὸ κακῶς. κύριαι δέ | |
10 | εἰσιν εὐδαιμονίας αἱ κατ’ ἀρετὴν ἐνέργειαι [καὶ μὴ κακίαν], τὸ δὲ κυριώτατον ἐν κακοδαιμονίᾳ αἱ κατὰ κακίαν ἐνέργειαι. μαρτυρεῖ δὲ τούτῳ τῷ λόγῳ τῷ λέγοντι τὸ κυριώτατον εἶναι τῆς εὐδαιμονίας [καὶ τὴν οὐσίαν] τὰς κατ’ ἀρετὴν ἐνεργείας τὸ νῦν ἀπορηθέν. ἠπορήθη γὰρ εἰ δεῖ μακαρίζειν ἢ εὐ‐ δαιμονίζειν τοὺς τεθνεῶτας διὰ τὸ βέβαιον προσήκειν εἶναι τὴν εὐδαιμονίαν, | |
15 | τοὺς δὲ ζῶντας πολλάκις μεταβάλλειν ταῖς τύχαις. τοῦτο τὸ ἀπόρημα γέ‐ γονεν ἐκ τοῦ βέβαιον δεῖν εἶναι τὴν εὐδαιμονίαν· ἔστι δὲ περὶ οὐδὲν οὕτω βε‐ βαιότης τῶν ἀνθρωπίνων ὡς περὶ τὰς κατ’ ἀρετὴν πράξεις, αἳ μονιμώτεραί εἰσιν καὶ τῶν ἐπιστημῶν. ἐπιστήμης μὲν γὰρ ἄν τις καὶ ἐκλάθοιτο, τοῦ δὲ ὡς δεῖ ἐνεργεῖν οὐδέποτ’ ἂν ὁ ἀγαθὸς ἐκλάθοιτο διὰ τὸ ἐν ταύταις καταζῆν. | |
20 | καὶ γὰρ σιτούμενος καὶ ἄλλοτ’ ὀχούμενος καὶ βαδίζων καὶ ὁτιοῦν πράττων ὁ ἀγαθὸς κατ’ ἀρετὴν ἐνεργεῖ, μάλιστα δὲ οἱ μακάριοι ἐν ταῖς τιμιωτάταις διάγουσιν ἐνεργείαις· αὗται δέ εἰσιν αἱ θεωρητικαί, διὸ καὶ μονιμώτεραί εἰσι τοῖς ἐναρέτοις. ὑπάρξει δὴ τὸ ζητούμενον τῷ εὐδαίμονι, τουτέστι τὸ μόνιμον καὶ βέβαιον, διὰ τὸ βέβαιον αὐτὸν εἶναι ἐν ταῖς καλαῖς ἐνεργείαις· | |
25 | καὶ ἔσται διὰ βίου τοιοῦτος ἀεί, ἢ εἰ καὶ μὴ ἀεὶ διὰ τὸ διαλείπειν ἐν τοῖς ὕπνοις καὶ ἐν ἄλλοις τισὶ καιροῖς, ἀλλὰ ἁπάντων γε ἀνθρώπων μάλιστα καὶ πράξει καὶ θεωρήσει τὰ κατ’ ἀρετήν. ἤδη σαφῶς ἐν τούτοις καὶ ἐν πράξει καὶ θεωρίᾳ τὸ τέλος τίθεται. οἴσει δὲ καὶ τὰς τύχας κάλλιστα ὅ γε ὡς ἀληθῶς ἀγαθὸς καὶ τετράγωνος ἄνευ ψόγου· οἱ μὲν γὰρ τε‐ | |
30 | τράγωνοι λέγονται οἱ συμμετατιθέμενοι τοῖς ἤθεσι τῶν συγγινομένων, οἳ μετὰ ἀκολάστων μὲν λέγονται ἀκόλαστοι, μετὰ σωφρόνων δὲ σώφρονες δοκοῦσιν (οὐ γὰρ ἂν εἶεν οἱ αὐτοὶ σώφρονές τε καὶ ἀκόλαστοι) καὶ μετὰ μὲν ἀδίκων ἄδικοι, μετὰ δὲ δικαίων δίκαιοι δοκοῦσι καὶ ὅλως τὰ ἤθη συναρμόζουσι τούτοις οἷς | |
ἂν ἐθέλωσιν. οὗτοι μὲν δὴ ἐπίψογοι· ἄνευ δὲ ψόγου τετράγωνοι οἱ τὰς τύχας | 29 | |
30 | ἐμμελῶς φέροντες καὶ μήτε ὑπὸ δυστυχίας καταπίπτοντες μήτε ὑπὸ εὐτυχίας ἐπαιρόμενοι, ἀλλ’ ὥσπερ οἱ τετράγωνοι λίθοι ἐφ’ ὃ ἂν πέσωσι μέρος ἑστᾶσιν, οὕτως καὶ οὗτοι κατὰ πᾶσαν τύχην ἑστήκασιν ὀρθοί. χαλεπὸν γὰρ οὐ μόνον δυστυχίαν ἐνεγκεῖν ἀλλὰ καὶ εὐτυχίαν καὶ μεγάλα συμπτώματα συμβαίνει τοῖς | |
5 | μὴ δυναμένοις φέρειν εὐημερίαν. πολλῶν δὲ συμβαινόντων ἀπὸ τῆς τύχης τὰ μὲν μεγάλα τῶν εὐτυχημάτων ποιεῖ ῥοπήν, ὥστε ἐνίοτε ἐκσεῖσαι τὸν εὐ‐ δαίμονα τῆς εὐδαιμονίας, τὰ δὲ μικρὰ οὐκέτι· πολλὰ γὰρ δεῖ γενέσθαι δυ‐ στυχήματα καὶ ὑπερμεγέθη, ἵνα ἀποστήσῃ τῆς εὐδαιμονίας, οὕτω δὲ ὥστε κακοδαίμονα μὲν μηδέποτε εἶναι, μὴ μέντοι εὐδαίμονα. πῶς γὰρ οἷόν τε εὐ‐ | |
10 | δαίμονα εἶναι ἐν λύπαις ὄντα μεγάλαις καὶ ἐμποδιζόμενον ἐπὶ τὰς προηγου‐ μένας ἐνεργείας; ὅμως δὲ καὶ ἐν τούτοις διαλάμπει ἡ ἀρετή, ἐπειδὰν φέρῃ τις πρᾴως τὰς δυστυχίας οὐ δι’ ἀναλγησίαν ἀλλὰ διὰ μεγαλοψυχίαν· τοὐναντίον δὲ τὰ μεγάλα εὐτυχήματα προσγενόμενα τῷ ἀγαθῷ μακαριώτε‐ ρον, φησί, ποιήσει τὸν βίον· μακαριώτερον δὲ οὕτως εἶπεν ὥστε φαίνε‐ | |
15 | σθαι μακαριώτερον διὰ τὸ ἐπικοσμεῖν, ὥς φησι. καθάπερ γὰρ τὰ καλὰ σώματα οὐ καλὰ ποιεῖ ὁ περιτεθειμένος κόσμος, ἔστι γὰρ ἤδη, ἀλλὰ συνεπι‐ κοσμεῖ, οὕτω καὶ τὰ ἔξωθεν ἀγαθά, προστιθέμενα τῷ καλῷ καὶ εὐδαίμονι, συνεπικοσμεῖ αὐτοῦ τὸν βίον, καὶ τὴν χρῆσιν δὲ παρέχει καλήν. εἰ οὖν εἰσιν αἱ καλαὶ ἐνέργειαι κύριαι τῆς εὐδαιμονίας, τῆς δὲ κακοδαιμονίας αἱ ἐναντίαι, | |
20 | οὐδεὶς ἂν γένοιτο μακάριος ὢν [καὶ] κακοδαίμων καὶ ἄθλιος· οὐδέποτε γὰρ πράξει τὰ φαῦλα 〈ὁ〉 ἀγαθός, ἀλλὰ καὶ τὰς τύχας εὐσχημόνως οἴσει· οὐ μὴν μακάριός γε, οὐ μὴν οὐδὲ εὐμετάβολος· οὔτε γὰρ ἐκ τῆς εὐ‐ δαιμονίας κινηθήσεται ῥᾳδίως (ὑπὸ μεγάλων γὰρ καὶ πολλῶν ἀτυχη‐ μάτων ὡς ἔφαμεν ἐκσταίη ἂν αὐτῆς) οὔτε ἐκστὰς ῥᾳδίως ἐπάνεισιν εἰς τὴν | |
25 | εὐδαιμονίαν, μὴ πολλὰ καὶ μεγάλα κατ’ ἀρετὴν ἐνεργήσας οὐδὲν οὖν κω‐ λύει λέγειν εὐδαίμονα τὸν κατ’ ἀρετὴν τελείαν ἐνεργοῦντα καὶ ἔχοντα ἱκανῶς τὴν ἐκτὸς χορηγίαν ἐν τελείῳ βίῳ. ἔστι μὲν οὖν καὶ τοῦτο θαρρούντως εἰπεῖν· εἰ δὲ δεῖ μὴ μόνον τὸν ὄντα εὐδαίμονα ἁπλῶς 〈***〉 οὐ μόνον τὸν οὕτως βιοῦντα ὡς εἴρηται, ἀλλὰ καὶ βιωσόμενον οὕτως καὶ | |
30 | τελευτήσοντα κατὰ λόγον, τουτέστιν ὁμοίως καὶ ἀναλόγως τῷ βεβιωμένῳ βίῳ· εἰ δὲ οὕτως, μακαρίους ἁπλῶς λέγοιμεν ἂν ἔτι ζῶντας, οἷς ὑπάρχει καὶ ὑπάρξει τὰ λεχθέντα ἀγαθά, τουτέστιν αἱ κατ’ ἀρετὴν ἐνέργειαι τέ‐ λειοι καὶ ἀνεμπόδιστοι ὑπὸ τῶν ἐκτὸς ἐν βίῳ τελείῳ. μακαρίους δὲ οὕτω, φησίν, ἐροῦμεν ὡς ἀνθρώπους· τοῦτο δὲ προσέθηκεν ἐπεὶ ἄλλην ἡγεῖται | |
35 | εὐδαιμονίαν θεοῦ ἄλλην δὲ ἀνθρώπου, ὁμοίως δὲ καὶ ἀρετήν. | 30 |
31 | p. 1101a22 Τὰς δὲ τῶν ἀπογόνων τύχας ἕως τῶν δὲ ἕξεων τὰς ἐπαινετὰς ἀρετὰς λέγομεν. Μέτεισιν ἐπὶ τὴν ἑτέραν ἀπορίαν. ἦν δὲ εἰ συμβάλλονταί τι τοῖς εὐδαι‐ μόνως ζήσασι καὶ τελευτήσασιν εὐδαιμόνως αἱ τῶν ἐκγόνων τύχαι πρὸς τὸ | |
5 | διαμένειν τὴν εὐδαιμονίαν αὐτῶν ἢ μὴ διαμένειν. φησὶ δὲ τὸ μὲν μηδὲν συμβάλλεσθαι λέγειν τὰς τῶν ἐκγόνων τύχας καὶ τῶν φίλων τοῖς τελευτήσασι λίαν ἄφιλον καὶ ταῖς δόξαις ἐναντίον. χρῆται δὲ τῇ κοινῇ πάντων ἀν‐ θρώπων δόξῃ † ἐν ᾧ τέως ἄγχει. πάντων δ’ ἀνθρώπων σχεδὸν ἀκούειν ἔστι μεταδιδόντων τοῖς τεθνεῶσι τῆς τῶν ἀπογόνων τύχης καὶ προαιρέσεως. καὶ | |
10 | γὰρ τῶν 〈οὐκ〉 εὖ πραττόντων ἢ κακῶς βιούντων δυστυχεῖς φασι τοὺς πατέρας, κἂν τύχωσι τεθνεῶτες· καὶ τοῖς μὲν καλὰ πράττουσιν εἰώθασι λέγειν, ὅτι ὀρ‐ θοῦσι τοὺς γονεῖς, τοῖς δὲ κακῶς πράττουσιν, ὅτι ὑβρίζουσι τοὺς προγόνους. αὗται δὲ αἱ δόξαι ἐμφαίνουσιν ὅτι μέτεστί πως τοῖς τεθνεῶσι τῆς τῶν ζών‐ των εὐημερίας καὶ δυσημερίας. ἐπὶ πόσον οὖν μέτεστι, τοῦτο βούλεται διο‐ | |
15 | ρίσασθαι καί φησι· πολλῶν δὴ καὶ παντοδαπὰς ἐχόντων διαφορὰς τῶν συμ‐ βαινόντων, καθόλου φησὶν εἶναι διοριστέον, τίνα διικνεῖται πρὸς τοὺς τε‐ θνεῶτας ἐξ ὧν πράττουσιν οἱ ζῶντες, τίνα δ’ οὐ διικνεῖται· εἰ δὴ ὥσπερ τῶν περὶ ἕκαστον ἀτυχημάτων τὰ μὲν ἔχει τοσαύτην δύναμιν, ὥστε μεταστῆσαι ἂν αὐτὸν τῆς εὐδαιμονίας, τὰ δ’ οὐ τοιαῦτα, οὕτω καὶ τὰ περὶ τοὺς φί‐ | |
20 | λους. καὶ γὰρ τῶν συμβαινόντων τοῖς φίλοις μετέχομεν· καὶ τὰ μὲν τοι‐ αῦτά ἐστιν ὥστε ἐμποδίσαι ἡμῶν τῇ εὐδαιμονίᾳ, τὰ δὲ οὐ τοιαῦτα· ἐν δὲ τούτοις διαφέρει τῶν παθῶν ἕκαστον περὶ ζῶντας ἢ τελευτήσαντας συμβαίνειν πολὺ [γὰρ] μᾶλλον 〈ἢ〉 παράνομα καὶ δεινὰ προϋπάρχειν ἐν ταῖς τραγῳδίαις τοῦ 〈πράττεσθαι〉· προϋπάρχειν 〈γάρ〉 ἐστιν, ὅταν | |
25 | ὡς γεγονότα ποτὲ οἱ ἄγγελοι ἀπαγγέλλωσιν, οἷον “ἦν Οἰδίπους τὸ πρῶτον εὐτυχὴς ἀνήρ” καὶ εἴ τινα τοιαῦτα· τὰ δὲ πραττόμενά ἐστιν, ὅταν ἐπὶ τῆς σκηνῆς πράττηται τὰ δεινά, οἷον καὶ ὁ Σοφοκλῆς εἰσάγει εἰς τὴν σκηνὴν τὸν Οἰδίπουν πεπηρωμένον, τὸν Αἴαντα ἑαυτὸν σφάττοντα. τὰ μὲν γὰρ προϋ‐ πάρχοντα οὐκ ἀνιᾷ τοὺς θεατάς, τὰ δὲ πραττόμενα ἐπὶ τῆς σκηνῆς συνταράτ‐ | |
30 | τειν καὶ λυπεῖν εἴωθεν· οὕτω δὴ καὶ τὰ μὲν περὶ τοὺς τεθνεῶτας ἀτυχή‐ ματα ἔοικε τοῖς πρὸ τῆς σκηνῆς, τὰ δ’ ἐν τῷ βίῳ τοῖς ἐν τῇ σκηνῇ. εἰ δὴ ταῦτα οὕτως ἔχει, συλλογιστέον καὶ ταύτην τὴν διαφοράν, ἣν διαφέρει | |
τὰ περὶ τοὺς ζῶντας συμβαίνοντα καὶ περὶ τοὺς τεθνεῶτας. μᾶλλον δὲ ἴσως | 31 | |
32 | συλλογιστέον τὴν ἀπορίαν τὴν προκειμένην, εἰ οἱ τεθνεῶτες μετέχουσί τινος ἀγαθοῦ ἢ κακοῦ· ἅμα γὰρ ταῦτα ἀμφότερα συνάγεται ἐκ τῶν κειμένων καὶ διαφορὰ τῶν συμβαινόντων περὶ ζῶντας καὶ τεθνεῶτας ἐκ τῶν ἐκγόνων τῆς εὐπραγίας καὶ τοὐναντίον δυσπραγίας. ἔοικε γὰρ ἐκ τῶν εἰρημένων εἰ καὶ | |
5 | διικνεῖταί τι πρὸς αὐτοὺς ἀγαθὸν ἢ κακόν, ἀσθενὲς καὶ φαῦλον, ἢ ἁπλῶς ἤτοι κυρίως ἐστὶ μικρὸν ἢ ἐκείνοις ἐστὶ μικρόν, κἂν μέγα ᾖ, ὡς τεθνεῶσι καὶ μὴ αἰσθανομένοις, εἰ δὲ μή, τοσοῦτον ὥστε μὴ τοὺς μὴ ὄντας ποιεῖν εὐ‐ δαίμονας ἢ τοὺς ὄντας ἀφαιρεῖσθαι 〈***〉. Μετὰ ταῦτα ἐπισκεπτέον εἶναί φησι περὶ τῆς εὐδαιμονίας πότερον | |
10 | τῶν ἐπαινετῶν ἐστιν ἢ τῶν τιμίαν· ἔστι δὲ τὰ μὲν τίμια ὅσα ἀρχῆς ἔχεται, οἷον ἄρχοντες καὶ θεοί, τὰ δὲ καλά· ὁρίζονται δὲ τὸ καλὸν ἀγαθὸν καὶ ἐπαινετόν· τοιαῦται δέ εἰσιν αἱ ἀρεταὶ καὶ αἱ κατ’ ἀρετὴν ἐνέργειαι· τὰ δέ εἰσι δυνάμεις. τοιαῦτα δὲ τῶν ἀγαθῶν ἐστιν, οἷς ἔστιν εὖ καὶ μὴ εὖ χρῆσθαι, οἷον πλοῦτος καὶ ὑγίεια καὶ ὅλως τὰ περὶ τὸ σῶμα καὶ ἐκτὸς ἃ | |
15 | λέγεται ἀγαθά, ὅτι ὄργανά ἐστι τῷ ἐναρέτῳ πρὸς τὰς καλὰς ἐνεργείας. ἀριθ‐ μοῦσι δὲ καὶ τέταρτον εἶδος τῶν ἀγαθῶν, ἃ καλοῦσιν ὠφέλιμα ἰδίως· τοιαῦτα δέ ἐστιν ἃ μηδέποτε δι’ αὑτὰ αἱρετὰ ἀλλ’ ἀεὶ δι’ ἕτερα οἷον θεραπεῖαι τομαὶ καύσεις, ἅπερ ἅπαντα διὰ τὴν ὑγίειάν ἐστιν αἱρετά. τούτων μὲν δὴ ἐν τῷ παρόντι οὐ μέμνηται, τῶν δὲ δυνάμεων μνημονεύει μέν, ἀλλὰ φανερὸν νενό‐ | |
20 | μικε τὸ μὴ τὴν εὐδαιμονίαν εἶναι τῶν τοιούτων ἀγαθῶν. ἀμφισβητεῖται δὲ πότερον τῶν τιμίων ἀγαθῶν ἐστιν ἢ τῶν ἐπαινετῶν· δείκνυσι δὲ ὅτι οὐκ ἔστι τῶν ἐπαινετῶν· πᾶν γὰρ τὸ ἐπαινετὸν τῷ ποιὸν εἶναι καὶ πρός τί πως ἔχειν ἐπαινεῖται· λέγει δὲ πᾶν οὐχ ὅτι 〈τὸ〉 ἐπαινετὸν τῶν πρός τί ἐστιν (ὁ γὰρ δίκαιος καὶ ὁ ἀνδρεῖος ἐπαινετοὶ μέν, οὐ λέγονται δὲ οὕτως ὡς τὰ πρός τι), | |
25 | ἀλλ’ ὅτι πᾶν τὸ ἐπαινετὸν ἐπαινεῖται τῷ πρός τί πως ἔχειν. κατὰ γὰρ τὴν ἀναφορὰν τὴν ἐπὶ τὰ ἔργα καὶ 〈τὰσ〉 πράξεις ἐπαινοῦνται, οἷον ὁ ἀνδρεῖος καὶ ὁ δίκαιος τῷ ποιὸς εἶναι ἐπαινεῖται· ἐπαινεῖται γὰρ ἑκάτερος τούτων τῷ ἔχειν τὴν ἀρετήν· ὁ μὲν γὰρ ποιός ἐστιν ἀπὸ τῆς ἀνδρείας, ὁ δὲ ἀπὸ τῆς δικαιοσύνης καὶ τῷ πρακτικὸς εἶναι ὁ μὲν τῶν ἀνδρείων, ὁ δὲ τῶν δικαίων. | |
30 | καὶ τὸν ἰσχυρὸν δὲ καὶ τὸν δρομικὸν ἐπαινοῦμεν καίπερ οὐκ ὄντας ἐναρέ‐ τους ἴσως ἂν τῷ συμπράττειν τῇ φύσει, πλὴν δὲ καὶ ὡς ποιούς τινας καὶ τῷ ἔχειν πως πρὸς τὰς ἐνεργείας, τὸν μὲν τὰς δρομικάς, τὸν δὲ τὰς ἰσχυράς. δῆλον δὲ ἐκ τῶν περὶ τοὺς θεοὺς ἐπαίνων, οὓς ποιοῦνταί τινες, ὅτι δι’ ἀναφορὰν τὴν ἐπί τινας ἐνεργείας καὶ πράξεις οἱ ἔπαινοι γίνονται· ἐπαινοῦσι | |
35 | γὰρ αὐτοὺς ἔνιοι ἀναφέροντες πρὸς ἡμᾶς, οἷον τὸν μὲν Διόνυσον διότι οἶνον | 32 |
33 | ἔδωκε, τὴν δὲ Δήμητραν διότι πυρόν. γελοῖος μὲν οὖν οὕτως ὁ ἔπαινος τῶν θεῶν· οὐ γὰρ ἐν τούτῳ αὐτῶν τὸ σεμνὸν καὶ καλόν, ἐν τῷ πρὸς ἡμᾶς ἀνα‐ φέρεσθαι, ἀλλ’ ἐν τῇ ἰδίᾳ αὐτῶν φύσει. ἔοικε δὲ ὁ τοιοῦτος ἔπαινος, ὡς ἂν εἴ τις ἐπαινῶν τὸν ἄνθρωπον μὴ λέγοι αὐτοῦ τἀγαθά, ὅτι ἐστὶ λογικὸς καὶ | |
5 | φρόνιμος φύσει καὶ πολιτικὸς καὶ κοινωνητικός, ἀλλ’ ὅτι καλῶς αἶγας νέμει καὶ πρόβατα καὶ πορίζει ταῖς ἀγέλαις αὐτῶν τροφὴν ἱκανήν. γελοῖος μὲν ὁ τοιοῦτος ἔπαινος, ὥσπερ ἔφαμεν, τῶν θεῶν, ἀλλ’ ὅμως δῆλον ὅτι βούλεται ὁ ἔπαινος δι’ ἀναφορᾶς γίνεσθαι ἐπί τινα ἔργα, ἐπεὶ ὅ γε οἰκεῖος αὐτῶν ἔπαι‐ νος καὶ ὕμνος ἐκ τῆς φύσεως αὐτῶν καὶ τῶν ἔργων λέγοιτ’ ἄν, οἷον ὅτι | |
10 | φύσει καλὸν καὶ ἀγαθὸν τὸ θεῖον καὶ ἐνεργεῖ ἀεὶ ἐνεργείας τὰς καλλίστας καὶ θεωροῦσι τὰ ὄντα ὡς ἔχει καὶ τὴν τοῦ παρόντος συνέχουσι σύστασιν. τοι‐ ούτοις γὰρ λόγοις χρώμενος ἄν τις κατὰ τὸ δέον αὐτοὺς ὑμνοῖ· ἐπεὶ δ’ ἐστὶν ὁ ἔπαινος τῶν τοιούτων, λέγω δὲ τῶν ποιῶν καὶ δι’ ἀναφορᾶς τῆς πρὸς ἕτερα, δῆλον ὅτι τῶν ἀρίστων οὐκ ἔστιν ὁ ἔπαινος ἀλλὰ μεῖζόν τι. | |
15 | τοὺς γὰρ θεοὺς οὐκ ἐπαινοῦμεν ἀλλὰ μακαρίζομεν, μακαρίζομεν δὲ καὶ τοὺς θειοτάτους τῶν ἀνδρῶν καὶ τῶν ἀγαθῶν τὰ θειότατα. τοιοῦτον δὲ καὶ ἡ εὐδαιμονία, διόπερ οὐδεὶς αὐτὴν ἐπαινεῖ ἀλλὰ μακαρίζει. λέγει δὲ καὶ Εὔ‐ δοξον καλῶς συνηγορῆσαι τῇ ἡδονῇ. λέγει γὰρ διὰ τοῦτο ἀρίστην εἶναι τῶν ἀγαθῶν αὐτὴν ἁπάντων, ὅτι ἀγαθὸν οὖσα οὐκ ἐπαινεῖται. οὐδεὶς γὰρ | |
20 | ἐπαινεῖ τοὺς ἡδομένους ἀλλὰ μακαρίζει· μακαριστὸν δή τι ἡγεῖται τὴν ἡδονὴν ἀλλ’ οὐκ ἐπαινετόν, καὶ διὰ τοῦτο προέχειν τῶν ἄλλων ἀγαθῶν. καὶ τὸν θεὸν δὲ καὶ τἀγαθὸν διὰ τοῦτο εἴποι ἄν τις μακαριστὸν ἀλλ’ οὐκ ἐπαινετόν, ὅτι οὐ ταῦτα πρὸς ἄλλο τι ἀναφέρεται, ἀλλὰ πρὸς αὐτὰ πάντα· καὶ γὰρ πρὸς τἀγαθόν, λέγω δὴ τὴν εὐδαιμονίαν, τἆλλα ἀναφέρεται ἀγαθά· τὰ γὰρ εἰς αὐ‐ | |
25 | τὴν φέροντα ἀγαθὰ λέγονται καὶ πρὸς τὸν θεὸν μάλιστα· ὅσα γὰρ 〈ἂν〉 ᾖ δυ‐ νατὸν ἐξομοιωθῆναι, ἀγαθοῦ τινος τυγχάνειν δοκεῖ. Μετὰ δὲ ταῦτα διαιρεῖ ὁ Ἀριστοτέλης ἔπαινον καὶ ἐγκώμιον, ὅτῳ δια‐ φέροντα τότε ἐλέγετο· νῦν μὲν γὰρ συγκέχυται τὰ ὀνόματα καὶ ἐπὶ ταὐτοῦ λαμβάνεται, τότε δὲ ὁ μὲν ἔπαινος ἐλέγετο τῆς ἀρετῆς εἶναι καὶ ὅλως τῆς | |
30 | ἕξεως, τὸ δὲ ἐγκώμιον ἑκάστου ἔργου καὶ σωματικοῦ καὶ ψυχικοῦ. λέγει δὲ τὸ σωματικὸν ἔργον, ὃ διὰ τὴν τοῦ σώματος ἀρετὴν γίνεται, οἷον δρόμος ἢ πάλη, ψυχῆς δὲ ὅσα διὰ φρόνησιν ἢ ἄλλην τινὰ ψυχικὴν ἀρετὴν πράττεται. εἰς ἕκαστον γὰρ ἔργον ἐγκώμιον ἐγράφετο καὶ ἐλέγετο. ἀλλὰ τὸ ταῦτα μὲν ἐξακριβοῦν ῥητορικῆς οἰκειότερον καὶ τοῖς περὶ τοὺς ἐπαίνους διατρίβουσιν ἁρ‐ | |
35 | μόττει, ἡμῖν δέ φησιν δῆλον εἶναι ὅτι ἐστὶν ἡ εὐδαιμονία τῶν τιμίων | 33 |
34 | ἀγαθῶν καὶ τελείων· τὸ δ’ ὡς ἀληθῶς ἀγαθόν τε καὶ τέλειον ἅπαν τίμιον. ἔοικε δέ, φησί, παντελῶς οὕτως ἔχειν καὶ διὰ τὸ εἶναι ἀρχή· πᾶσα γὰρ ἀρχὴ τίμιον. δοκεῖ δὲ ἐνταῦθα τῷ ὀνόματι παραλογίζεσθαι· τίμιον γὰρ δοκεῖ ἡ ἀρχή, καθ’ ἣν ἄρχουσί τινες, οἷον θεοὶ γονεῖς καὶ οἱ ἐν ταῖς πόλεσι βα‐ | |
5 | σιλεῖς· λέγω δὲ βασιλεῖς, ἀλλ’ οὐ τοὺς νόμῳ. ἡ δὲ εὐδαιμονία λέγεται πολι‐ τικὴ ἀρχὴ ὡς αἴτιον· εἰ μὴ ἄρα ὅτι τῶν μεγίστων ἀγαθῶν αἰτία ἡμῖν ἐστιν, ὥσπερ καὶ ὁ ἄρχων καὶ ὁ βασιλεύων διὰ τοῦτο τίμιον λέγεται. Ἐπεὶ δέ ἐστιν ἡ εὐδαιμονία ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν τε‐ λείαν, ἴσως ἄν τις ἀπορήσει πῶς οὐκ ἔστι τῶν ἐπαινετῶν, ὥσπερ ἥ τε | |
10 | ἀρετὴ ἐπαινετὸν καὶ αἱ κατὰ ταύτην ἐνέργειαι. ἢ οὐκ ἔστιν ἁπλῶς ἡ εὐδαι‐ μονία ἀρετὴ οὐδὲ ἐνέργειά τις μία κατ’ ἀρετήν; ἐνεργεῖ 〈δὲ〉 ἐν βίῳ τελείῳ συμπραττούσης τῆς ψυχῆς πρὸς τὸ ἀνεμποδίστως τὸ ἀγαθὸν ἐνεργεῖν κατὰ τὴν ἀρετήν· μείζων ἄρα ἡ εὐδαιμονία· τοῦτο γὰρ ἤδη μεῖζον ἢ κατὰ τὸ ἐπαινετόν· μακάριον γὰρ καὶ ἡ εὐδαιμονία καὶ ὡς ἀληθῶς τίμιον. οὔσης δὲ | |
15 | τῆς εὐδαιμονίας, καθάπερ εἴρηται, ἐνεργείας κατ’ ἀρετὴν τελείαν, ἐπισκεπτέον ἂν εἴη περὶ ἀρετῆς. καὶ ὁ κατ’ ἀλήθειαν δὲ πολιτικὸς περὶ ἀρετὴν μάλιστα γεγένηται· βούλεται γὰρ τοὺς πολίτας ἀγαθοὺς εἶναι, ὥστε εἰ τῆς πολιτικῆς τέλος ἐστὶν ἡ εὐδαιμονία, ἡ δὲ πολιτικὴ τῶν πολιτῶν τὴν ἐπι‐ μέλειαν ποιεῖται ὅπως ἐνάρετοι ὦσιν, ὡς διὰ τῆς ἀρετῆς περιεσομένου τοῦ | |
20 | τέλους καὶ τῆς εὐδαιμονίας, ἁρμόσαι ἂν τῇ παρούσῃ μεθόδῳ ἡ περὶ ἀρετῆς θεωρία· καὶ γὰρ ἡ ἠθικὴ πολιτική τίς ἐστιν. σκεπτέον δὲ περὶ ἀρετῆς ἀν‐ θρωπίνης, οὐχὶ τῆς θείας· καὶ γὰρ εὐδαιμονίαν ζητοῦμεν τὴν ἀνθρωπίνην. δῆλον δὲ ἐκ τούτων ὅτι ἡγεῖται ὁ Ἀριστοτέλης καὶ ἀρετὴν καὶ εὐδαιμονίαν ἄλλην θεοῦ εἶναι, ἄλλην δὲ ἀνθρώπου. ἀρετὴν δὲ λέγομεν ἀνθρώπου οὐ | |
25 | τὴν τοῦ σώματος ἀλλὰ τῆς ψυχῆς· ἡ μὲν γὰρ σωματικὴ ἀρετὴ ἴσως τοῖς ἀλόγοις οἰκειοτέρα· πολὺ γὰρ ἐρρωμενεστέρα καὶ κρείττων ἐστὶ τῶν ἀνθρωπίνων· ἀνθρώπου δὲ ἴδιος ἡ περὶ τὸν λόγον ἢ τὰ ἐν τῇ ψυχῇ, διό‐ περ καὶ τὴν εὐδαιμονίαν τὴν ἀνθρωπίνην ψυχῆς ἐνέργειαν λέγομεν ἀλλ’ οὐ σώματος. εἰ δὲ ταῦτα οὕτως ἔχει καὶ ἔστιν ἀνθρώπου ἀρετὴ ἐν ψυχῇ, | |
30 | δέοι ἂν εἰδέναι πως τὸν πολιτικὸν περὶ ψυχῆς ὥσπερ καὶ τὸν ὀφθαλμὸν ἰασό‐ μενον ἢ καὶ ὅλον σῶμα εἰδέναι δεῖ περὶ τοῦ σώματος· οὕτω γὰρ καὶ τὴν ἀρετὴν περιποιήσεται τὴν τοῦ σώματος τὴν οἰκείαν οἷον ὑγίειαν καὶ εὐαισθη‐ σίαν. καὶ τὸν πολιτικὸν οὖν εἰδέναι δεῖ περὶ ψυχῆς, μέλλοντα τὴν ἀρετὴν | |
αὐτῇ περιποιεῖν. διόπερ οὐδὲ τῶν αὐτῶν ἕνεκεν τῷ πολιτικῷ περὶ ψυχῆς | 34 | |
35 | θεωρήσει οὔτε ὁ σοφὸς οὔτε ὁ φυσικός· ὁ μὲν γὰρ φυσικὸς ἕνεκεν αὐτῆς τῆς θεωρίας γινώσκει τὰ περὶ ψυχὴν ἅπαντα καὶ ἀκριβῶς τὰ περὶ αὐτὴν ζητεῖ, ὁ δὲ πολιτικὸς οὐ τῆς θεωρίας ἕνεκεν ἀλλὰ κατ’ ἀναφορὰν τὴν ἐπὶ τὴν ἀρε‐ τὴν καὶ χάριν τῆς ἀρετῆς καὶ οὐδὲ ἐπὶ πλέον ἀκριβοῖ ἀλλ’ ἐφ’ ὅσον αὐτῷ | |
5 | ἱκανὸν τὴν τῆς ψυχῆς γνῶσιν ποιεῖσθαι. εἰρῆσθαι δέ φησιν ὡς πολιτικῷ ἱκανῶς ἐν ἐξωτερικοῖς λόγοις περὶ ψυχῆς, οἷον ὅτι τὸ μὲν ἄλογον αὐ‐ τῆς, τὸ δὲ λόγον ἔχον. τὸ δὲ ἄλογον διττόν· τὸ μὲν γάρ ἐστι φυσικόν, οἷον τὸ αἴτιον τοῦ αὔξεσθαι καὶ τρέφεσθαι, ὃ ἐν τοῖς φυτοῖς ἐστι καὶ ἐμ‐ βρύοις καὶ τελείοις. τῆς δὲ τοιαύτης δυνάμεως, λέγω δὲ τῆς θρεπτικῆς, ἡ | |
10 | ἀρετὴ οὐκ ἰδία ἀνθρώπου διὰ τὸ καὶ ἐν ἄλλῳ αὐτὴν εἶναι καὶ ὅτι ἐν τοῖς ὕπνοις ἐνεργεῖ μᾶλλον ἡ τοιαύτη δύναμις, ὅτε ἥκιστα ὁ ἀγαθὸς καὶ ὁ κακὸς διάδηλοι (ὁ γὰρ ὕπνος ἀργία), πλὴν εἰ μὴ κατὰ μικρὸν ὁ σπουδαῖος καὶ ὁ εὐδαίμων διαφέρει τοῦ ἐναντίου, λέγω δὴ κατὰ τὰς φαντασίας. τὸ μὲν οὖν τοιοῦτον ἄλογον ἀφείσθω. ἔστι δέ τις καὶ ἄλλη δύναμις τῆς ψυχῆς ἄλογος | |
15 | καλουμένη, μετέχουσα μέντοι πῃ λόγου διὰ τὸ πεφυκέναι πείθεσθαι τῷ λόγῳ. ἔοικε δὲ ὁμώνυμον εἶναι τὸ ἄλογον· οὐ γὰρ ταὐτὸν τῇ θρεπτικῇ καὶ παθητικῇ δυνάμει τῆς ψυχῆς τὸ ἄλογον, ἀλλὰ τῇ μὲν θρεπτικῇ τὸ κατὰ μηδένα τρόπον μετέχειν τοῦ λόγου, τῇ δὲ παθητικῇ τὸ μὴ ἰδίου λόγου μετέ‐ χειν, ἀλλὰ τοῦ ἐν τῷ λογικῷ μορίῳ τῆς ψυχῆς, ὅταν αὐτῷ πείθηται. ἴσως | |
20 | δὲ καὶ τοῦ τῶν ζῴων ἀλόγου καὶ παθητικοῦ διαφέρει τὸ τῶν ἀνθρώπων, οὐ τοσοῦτον μὲν ὅσον τοῦ θρεπτικοῦ διαφέρειν ἔοικε (κοινωνεῖ γὰρ καὶ τὸ ἐκείνων παθητικὸν τῷ ἡμετέρῳ, διότι θυμοῦ καὶ ἐπιθυμίας μετέχει καὶ ὅλως ἡδονῆς καὶ λύπης), διαφέρει δὲ ᾗ οὐκ ἔστιν ἐπιπειθὲς τῷ λόγῳ. ὁ δὲ Ἀριστοτέλης βουλόμενος δεῖξαι, οἵα τίς ἐστιν ἡ τοῦ παθητικοῦ δύναμις, λεγομένου δὲ ἀλό‐ | |
25 | γου, καὶ πῶς ἐπιπειθὴς εἶναι λέγεται τῷ λόγῳ, ἐκ τοῦ ἐγκρατοῦς καὶ ἀκρα‐ τοῦς δείκνυται· τοῦ γὰρ ἐγκρατοῦς καὶ ἀκρατοῦς φησιν ἐπαινοῦμεν τῆς ψυχῆς τὸ λόγον ἔχον· ἔστι δέ τι ἐν αὐτοῖς ἄλλο παρὰ τὸν λόγον, ὃ μάχεται καὶ ἀντιτείνει τῷ λόγῳ· προδηλότατον δέ ἐστιν ἐν τῷ ἐγκρατεῖ· καίπερ γὰρ νοσοῦν καὶ ἀντιτεῖνον ὅμως ἀκολουθεῖ καὶ πειθαρχεῖ τῷ λόγῳ· | |
30 | ταὐτὸν δὲ καὶ ἐπὶ τοῦ ἀκρατοῦς· τὸ γὰρ ἀντιτείνειν καὶ ἀπειθεῖν δηλοῖ ὅτι ἕτερόν ἐστιν. καὶ μὴν ὅτι πέφυκε πείθεσθαι φανερόν· αἰτιώμεθα γὰρ αὐτὸ τὸ παθητικόν, διότι μὴ πείθεται καὶ ἄγεται ὑπὸ τοῦ λόγου τρόπον τινὰ ἆκον καὶ ἀναγκαζόμενον· τὸ δὲ τοῦ σώφρονος καὶ τοῦ ἀνδρείου καὶ ὅλως τοῦ ἐνα‐ | |
ρέτου πλὴν τοῦ ἐγκρατοῦς ὁμοφωνεῖ τῷ λόγῳ. καὶ δήλη ἐντεῦθεν ἡ δια‐ | 35 | |
36 | φορὰ καὶ τοῦ ἐγκρατοῦς καὶ τοῦ σώφρονος· πᾶν γὰρ ἄλογον διττόν, ὡς εἴρηται· τὸ δὴ ἐπιπειθὲς τῷ λόγῳ, οἷον τὸ ὀρεκτικὸν καὶ παθητικόν, ταύτῃ λέγεται μετέχειν λόγου, ᾗ κατήκοόν ἐστιν αὐτοῦ, ὡς καὶ τοῦ πατρός φαμεν ἔχειν τινὰ λόγον οὐ τῷ πείθεσθαι τοῖς μαθηματικοῖς ἀλλὰ τῷ ἔχειν | |
5 | ἀπόδειξιν καὶ λόγον μαθηματικοῦ τινος θεωρήματος. οὕτω δὲ τὸ λογικὸν μετέχει λόγου ὡς ἔχειν ἐν αὑτῷ λόγον. ὅτι δὲ πείθεταί πως ὑπὸ τοῦ λόγου τὸ ἄλογον, μηνύει καὶ ἡ νουθέτησις καὶ πᾶσα ἐπιτίμησις καὶ παράκλησις. ἐπιτίμησις μὲν ἐπίπληξις σφοδρά τις φόβον ἐμβάλλουσα πρὸς ἐκκοπὴν τῆς ἀλόγου ὁρμῆς, νουθέτησις δὲ μετὰ παρακλήσεως ἐπίπληξις | |
10 | πραεῖα ἐφ’ ἁμαρτήμασι γινομένη, παράκλησις δὲ προτροπή, κυρίως μὲν ἡ ἐπ’ ἀγαθά, κοινότερον δὲ καὶ ἡ ἐφ’ ὁτιοῦν προτροπή, ὥστε εἰκότως φαμὲν ἐπιτί‐ μησιν εἶναι μετὰ παρακλήσεως τὴν νουθέτησιν, πλὴν ἥ γε νουθέτησις καὶ ἡ παράκλησις πᾶσα τὸ ὀρεκτικὸν καὶ ὁρμητικὸν τῆς ψυχῆς, ὅταν ἐφ’ ἃ μὴ δεῖ ὁρμᾷ, τρέπειν ἐπὶ τὸ δέον βούλεται οὐκ ἂν εἰ μὴ πεφυκὸς ἦν πείθεσθαι τῷ | |
15 | λόγῳ. διορίζονται δὲ καὶ αἱ ἀρεταὶ κατὰ τὴν διαφορὰν τῶν μορίων τούτων τῆς ψυχῆς· ἃς μὲν γὰρ λέγομεν διανοητικὰς καὶ ἐν τῷ λογικῷ μορίῳ, οἷον σοφίαν καὶ φρόνησιν, τὰς δὲ ἠθικάς, ὅσαι ἐν τῷ ὀρεκτικῷ καὶ ὁρμητικῷ, οἷον σωφροσύνην καὶ ἐλευθεριότητα. οὐδέποτε γὰρ τὸ ἦθος ἐπαινοῦντες λέγομεν σοφὸς ἄνθρωπος, ἀλλ’ ὅτι πρᾷος ἢ σώφρων· πλὴν καὶ ὁ σοφὸς ἐπαι‐ | |
20 | νετός, οὐ κατὰ τὸ ἦθος, ἀλλὰ κατὰ τὴν ἐπιστήμην· πᾶσαι γὰρ αἱ ἀρεταὶ | |
ἐπαινεταί, ἡ δὲ σοφία ἀρετή. | 36 | |
37(1t) | ΕΙΣ ΤΟ Β ΤΩΝ ΗΘΙΚΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ | |
2 | p. 1103a14 Διττῆς δὲ τῆς ἀρετῆς οὔσης 〈ἕωσ〉 καθάπερ εἰρήκαμεν. Ἐπειδὴ τῆς ψυχῆς δύο μέρη εἰσί, τὸ μὲν λόγον ἔχον, τὸ δ’ οὔ, διττὴ καὶ ἡ ἀρετή, ἡ μὲν τοῦ λόγου ἔχοντος, ἡ δὲ τοῦ ἀλόγου. καλεῖται δὲ ἡ μὲν | |
5 | τοῦ λόγον ἔχοντος διανοητική· διάνοια γὰρ καὶ νοῦς καλεῖται τὸ λόγον ἔχον τῆς ψυχῆς· ἡ δὲ τοῦ ἀλόγου ἠθική, ἐπειδὴ τὸ ἦθος ἐν ἐκείνῳ γίγνεται τῷ μορίῳ, ὥσπερ εἴρηται πρότερον. δῆλον δὲ καὶ ἐξ ὧν ὀλίγον ὕστερον ἐρεῖ· τὸ γὰρ ἔθος μικρὸν παρατρέψαντες ἦθος λέγομεν. σχεδὸν δὲ πᾶσαι αἱ ἐν τούτῳ τῷ μορίῳ λεγόμεναι ἀρεταὶ δι’ ἔθους παραγίνονται. ἡ μὲν οὖν δια‐ | |
10 | νοητικὴ τὸ πλεῖον ἐκ διδασκαλίας ἔχει τὴν γένεσιν καὶ τὴν αὔξη‐ σιν, ἡ δὲ ἠθικὴ ἐξ ἔθους παραγίνεται. δῆλον δὲ τοῦτο τοῖς ἑκάστην σκο‐ ποῦσι τῶν ἀρετῶν τῶν τε διανοητικῶν καὶ τῶν ἠθικῶν. διανοητικαὶ δέ εἰσι σοφία καὶ φρόνησις· ἡ μὲν οὖν σοφία ἐπιστήμη ἐστίν, πᾶσα δὲ ἐπιστήμη ἐκ διδασκαλίας. καὶ μὴν οὐδὲ τὰ φύσει συνεστῶτα, περὶ ὧν ἡ σοφία ἐπισκοπεῖ, | |
15 | ἐξ ἔθους ἄν τις γνοίη, ἀλλὰ δεῖ πάντως διδασκαλίας ἢ εὑρέσεως, ὁμοίως δὲ καὶ τὰ κατὰ τὴν πρώτην φιλοσοφίαν. εἰ δ’ ἄρα μελέτης τινὸς δεῖ ἐν τῷ μανθάνειν, τοῦτο δ’ εἰ βούλεταί τις καλεῖν ἔθος, καλείτω. ἀλλὰ τό γε κυρίως ἔθος ἐστὶ τὸ ἐθίζεσθαι καλοῖς ἐπιτηδεύμασι. καὶ μὴν ἡ φρόνησις διὰ πολλῆς ἐμπειρίας παραγίνεται καὶ διδασκαλίας· λόγος γάρ ἐστιν ὀρθὸς καὶ ἤτοι ἀπό‐ | |
20 | δειξίς τις ἢ ἀποδείξει ὅμοιον. ἡ μὲν οὖν πρώτη φιλοσοφία πάντως ἀποδείξει χρῆται, ἡ δὲ φρόνησις συλλογισμῷ ὁμοίως τῇ ἀποδείξει. πᾶσα δὲ ἀπόδειξις καὶ πᾶς συλλογισμὸς ἀποδεικτικὸς ἢ ἐγγὺς ἀποδείξει διδασκαλία πώς ἐστιν. ὅτι μὲν οὖν αἱ διανοητικαὶ διὰ μαθήσεως γίνονται δῆλον· αἱ δὲ ἠθικαὶ τὸ | |
πλεῖστον ἀπὸ τοῦ ἔθους ἔχουσι τὴν γένεσιν καὶ τὴν αὔξησιν· ἐθιζόμενοι γὰρ | 37 | |
38 | ἄνθρωποι τοῖς ἀκολάστοις ἀκόλαστοι γίνονται, ἐθιζόμενοι δὲ τοῖς δικαίοις δί‐ καιοι καὶ τοῖς ἀνδρείοις ἀνδρεῖοι. ταύτας δὲ ὁμολογουμένως τελειοῖ τὰς ἀρε‐ τὰς ἡ φρόνησις καὶ ὁ κατ’ αὐτὴν λόγος. ὅτι δὲ ἐξ ἔθους τὸ πλεῖστον αὐ‐ τῶν ἐστι, μαρτύριον τὸ πολλοὺς εἰδότας τὸν ὀρθὸν λόγον μὴ δύνασθαι πράττειν | |
5 | τὰ καλά, ἡττωμένους ὑπὸ τῶν ἡδονῶν καὶ λυπῶν. τοῦτο δ’ αὐτοῖς συμ‐ βαίνει διὰ τὸ μὴ εἰθίσθαι καλῶς. Ἐπεὶ δὲ ὡμολόγηται ἐξ ἔθους παραγίνεσθαι τὴν ἀρετήν, ἐκ τούτων φησὶν δῆλον εἶναι, ὅτι οὐδεμία τῶν ἠθικῶν ἀρετῶν φύσει ἡμῖν ἐγγίνεται. ἵνα δὲ δῆλον γένηται, πῶς λέγει μὴ παραγίνεσθαι φύσει, διαιρετέον ποσαχῶς | |
10 | τὸ φύσει. φύσει γὰρ λέγεται ὑπάρχειν ὅσα ἀεὶ συνυπάρχει, οἷον φύσει πᾶν τὸ βαρὺ κάτω πέφυκε φέρεσθαι καὶ τὸ κοῦφον ἄνω· καθ’ ἕτερον δὲ τρόπον λέγεται φύσει καὶ ὃ μὴ ἐξ ἀρχῆς μὲν συνυπάρχει, ἀπὸ δέ τινος χρόνου παρα‐ γίνεται ὡς ἐπὶ τὸ πλεῖστον, μηδὲν ἡμῶν πολυπραγμονούντων μήτε δι’ ἔθους μήτε διὰ διδασκαλίας, οἷον ὀδόντων φύσις καὶ γενείων. ἄλλως δὲ λέγεται | |
15 | φύσει, οὗ ἐπιδεκτικοί ἐσμεν· οὕτως καὶ τὰ ἐναντία τῷ αὐτῷ γίνεται φύσει, οἷον νόσος καὶ ὑγίεια τῷ δεκτικῷ σώματι. ἔτι δὲ λέγεται φύσει, πρὸς ὃ μᾶλλον τὸ δεκτικὸν πέφυκε καὶ πρὸς ὃ ἔχει ἀπὸ τῆς φύσεως ἀφορμὰς μᾶλλον. οὕτως δὲ καὶ ἡ ὑγίεια μὲν φύσει, ἡ δὲ νόσος παρὰ φύσιν γίνεται, στέρησίς τις οὖσα τῆς ὑγιείας καὶ διὰ τὸ τὴν φύσιν συστῆσαι τὸ σῶμα μᾶλλον πρὸς | |
20 | ὑγίειαν ἢ πρὸς νόσον. τὸν αὐτὸν δὲ τρόπον καὶ ἀρετὴ μᾶλλον κατὰ φύσιν ἐστίν, παρὰ φύσιν δὲ ἡ κακία, καὶ ὅλως τὸ μὲν εὖ κατὰ φύσιν μᾶλλον, τὸ δὲ κακὸν παρὰ φύσιν. τοσαυταχῶς δὴ λεγομένου τοῦ φύσει, ἔοικεν εἰληφέναι τὸ φύσει ὡς μὲν ἐκ τοῦ παραδείγματος κατὰ τὸ πρῶτον σημαινόμενον. φησὶ γὰρ καὶ τὸν λίθον κάτω φύσει φέρεσθαι καὶ διὰ τοῦτο μὴ ἐθίζεσθαι ἄλλως. | |
25 | ἔστι δέ πως καὶ κατὰ τὸ δεύτερον· οὐδὲ γὰρ οὕτως ἡ ἀρετὴ ἡμῖν παρα‐ γίνεται ὡς γένειον καὶ ὀδόντες, μηδὲν ἡμῶν πολυπραγμονούντων, ἀλλ’ ἐξ ἔθους καὶ διδασκαλίας. οὕτως μὲν οὖν οὐκ ἔστι φύσει ἡ ἀρετή, εἴη δ’ ἂν φύσει κατὰ τὸ τρίτον καὶ μάλιστα κατὰ τὸ τέταρτον τῶν ῥηθέντων. καὶ γάρτοι ἐπιδεκτικοί ἐσμεν τῆς ἀρετῆς καὶ τῆς κακίας καὶ μᾶλλον ἀφορμὰς ἔχομεν πρὸς | |
30 | τὴν ἀρετήν· διό φησι πέφυκε μὲν ἡμῖν παραγίνεσθαι ἡ ἀρετή· οὔτε δὲ φύσει οὔτε παρὰ φύσιν, τὸ πεφυκὸς ἐκλαβὼν ἀντὶ τοῦ τετάρτου σημαινομένου τοῦ φύσει, ἵνα καὶ τῷ ὀνόματι αὐτὸ διαστήσῃ. ὅτι δὲ οὐ παραγίνεται ἡμῖν φύσει | |
ἡ ἀρετὴ οὕτως ἐκ γενετῆς συνυπάρχουσα καὶ ἀμετάστατος, δῆλον. οὐδὲν γὰρ | 38 | |
39 | τῶν οὕτω φύσει ὑπαρχόντων ἄλλως ἂν ἐθισθείη, οἷον ὁ λίθος κατάρροπος ὢν οὐκ ἂν ἐθισθείη ἄνω φέρεσθαι, οὐδὲ τὸ πῦρ κάτω· οἱ δ’ ἄνθρω‐ ποι μοχθηροῖς ἔθεσι χρώμενοι φαῦλοι γίνονται καὶ τὴν ἀρετὴν οὐ κτῶνται. ἔτι ὅσα φύσει παραγίνεται, τούτων φησὶ κομιζόμεθα τὰς δυνάμεις πρότερον, | |
5 | ὕστερον δὲ τὰς ἐνεργείας· δῆλον δὲ τοῦτο ἐπὶ τῶν αἰσθήσεων. τὰς δὲ ἀρετὰς λαμβάνομεν ἐνεργήσαντες πρότερον ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν, αἳ μὴ φύσει· οὐκ ἄρα τῶν φύσει παραγινομένων αἱ ἀρεταί. Χρῆται δὲ καὶ ἄλλῃ τινὶ πίστει ἐνδόξῳ πρὸς τὸ προκείμενον, χρώμενος | |
10 | μάρτυσι τοῖς ἀρίστοις νομοθέταις· ἔργον γὰρ αὐτῶν ἵνα ἀγαθοὶ γένωνται 〈οἱ πολῖται〉· οὐδὲν δὲ ἔδει ἐθίζειν, εἰ τῶν φύσει παραγινομένων ἦν ἡ ἀρετή. Τὸ δὲ ἑξῆς ἐπιχείρημα τὴν μὲν ἀρχὴν ἔχει εἰς τὸ προκείμενον, ὅτι οὐ φύσει αἱ ἠθικαὶ ἀρεταί· κατὰ βραχὺ δὲ ἄγει εἰς ἕτερον πρόβλημα· ζητεῖ γὰρ ἑξῆς, τίνες αἱ ἀρεταί εἰσι καὶ αἱ καλαὶ πράξεις. ὅτι δὲ οὕτως ἔχει, ἐξ αὐ‐ | |
15 | τῶν εἰσόμεθα τῶν λεγομένων. πρῶτον δὲ τὸ ἐκ τῶν αὐτῶν καὶ διὰ τῶν αὐτῶν τίνα ἔχει διαφορὰν θεασώμεθα· ἤτοι γὰρ ὡς ταὐτόν τι δυναμένοις χρῆται, ἢ ἴσως τὸ μὲν ἐκ τῶν αὐτῶν οὐ μόνον σημαίνει τὸ διὰ τῶν αὐτῶν ἐνεργειῶν ἐγγίνεσθαι τὴν ἀρετὴν καὶ φθείρεσθαι, ἀλλὰ τὰς αὐτὰς μὲν ἀρχὰς ἔχειν, μὴ μέντοι διὰ τῶν αὐτῶν γίνεσθαι. ἵνα δὲ σαφέστερον γένηται, πῶς | |
20 | χρῆται τῷ ἐκ τῶν αὐτῶν, προσέθηκε καὶ διὰ τῶν αὐτῶν. λέγει δέ, ὅτι καὶ διὰ τῶν αὐτῶν ἐνεργειῶν γίνεται πᾶσα ἀρετὴ καὶ φθείρεται· τῶν αὐ‐ τῶν δὲ ἐνεργειῶν τῷ γένει· αἱ γὰρ περὶ ἡδονὰς ἐνέργειαι αἵ τε καλαὶ καὶ αἱ μοχθηραὶ τῷ μὲν γένει εἰσὶν αἱ αὐταί, τῷ δὲ εἴδει διαφέρουσι. γίνεται δὲ ἐκ μὲν τῶν καλῶν ἐνεργειῶν τῶν περὶ ἡδονὰς ἡ σωφροσύνη, ἐκ δὲ τῶν φαύ‐ | |
25 | λων ἡ ἀκολασία· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν. προβιβάζει δὲ καὶ ἐκ τῶν τεχνῶν· ἐκ γὰρ τοῦ αὐτοῦ ἐνεργήματος ὄντος τῷ γένει, οἵ τε ἀγαθοὶ γί‐ νονται κιθαρισταὶ καὶ οἱ φαῦλοι, καλῶς μὲν ἐθιζόμενοι ἐνεργεῖν ἀγαθοὶ κιθα‐ ρισταί, κακῶς δὲ κακοί· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν τὸ αὐτὸ συμ‐ βαίνει. ταῦτα δέ, ὥσπερ εἶπον, φέρει μὲν καὶ εἰς τὸ προκείμενον· εἰ γὰρ ἐκ | |
30 | τῶν ἐνεργειῶν καὶ τῶν ἐθῶν οἱ μὲν ἐνάρετοι γίνονται, οἱ δὲ φαῦλοι, φανερὸν ὡς οὐκ ἔστι φύσει οὔτε ἡ ἀρετὴ οὔτε ἡ κακία. ὁ δὲ τοῦτο μὲν οὐκέτι ἐπι‐ φέρει· λαβὼν δὲ καθόλου τὰς ἐνεργείας ποιὰς ἀποδιδόναι καὶ ποιεῖσθαι δεῖ, τουτέστι καλὰς ἀλλὰ μὴ φαύλας διὰ τὸ ἀκολουθεῖν ταῖς ἐνεργείαις τὰς ἕξεις, ἐπήνεγκε τὸ ἐπεὶ οὖν ἡ παροῦσα πραγματεία οὐ θεωρίας ἕνεκά | |
35 | ἐστιν ὥσπερ αἱ ἄλλαι (σχεδὸν γὰρ πᾶσαι αἱ κατὰ φιλοσοφίαν πλὴν τῆς ἠθικῆς καὶ πολιτικῆς θεωρίας ἔχονται· τὴν δὲ ἠθικὴν μανθάνομεν, οὐχ ἵνα | |
εἰδῶμεν τοὺς λόγους, ἀλλ’ ἵνα ἀγαθοὶ γενώμεθα), ἀναγκαῖον εἶναί φησι | 39 | |
40 | σκέψασθαι τὰς ἕξεις. ἕξεις δὲ λέγει τὰς ἀρετὰς καὶ τὰς κακίας. καὶ οὕτω προάγων τὸν λόγον εἰσβάλλει εἰς τὸ ἕτερον πρόβλημα· ζητεῖ δὲ ποίας πράξεις δεῖ προαιρεῖσθαι· λέγει δὲ οὕτως. p. 1103b31 Τὸ μὲν οὖν κατὰ τὸν ὀρθὸν λόγον ἕως μάλιστα δυνησό‐ | |
5 | μεθα ὑπομένειν τὰ φοβερά. Καθόλου δὴ λαμβάνει ἐκείνας τὰς πράξεις προαιρεῖσθαι δεῖν, ἃς κατὰ τὸν ὀρθὸν λόγον πράττομεν. τίς δέ ἐστιν ὁ ὀρθὸς λόγος, ὕστερον ῥηθήσεται καὶ πῶς ἔχει πρὸς τὰς ἄλλας ἀρετάς· δείξει δὲ ὅτι ὁ ὀρθὸς λόγος ἐστὶν ἡ φρόνησις, ἔχει δὲ πρὸς τὰς ἄλλας ἀρετὰς ἡ φρόνησις ὡς ἡγεμονική τις. | |
10 | δηλωθήσεται δὲ περὶ τούτου, ὅταν καὶ αὐτὸς λέγῃ. ἐκεῖνο δὲ ὑπομνηστέον, ὅτι τὸ κατὰ τὸν ὀρθὸν λόγον πράττειν οὐ μόνον τοῖς ἔχουσι τὰς τελείας ἀρε‐ τὰς προσνέμει, ἀλλὰ καὶ τοῖς μὴ ἔχουσι τὰς τελείας. πράττουσι γὰρ οὗτοι, ὡς ἂν ὁ ὀρθὸς λόγος ὑπαγορεύσειεν, οὐ μὴν ἔχοντες τὸν λόγον ἀποδεικτικὸν ἀλλὰ τὸν δοξαστικόν, ὅτι τοῦτο μὲν πρακτέον, τοῦτο δὲ οὐ πρακτέον, καὶ ὡς | |
15 | εἰπεῖν τὸ μὲν ὅτι παρειληφότες, τὸ δὲ διότι ἀγνοοῦντες. ῥηθήσεται δὲ περὶ τούτων ὕστερον· εἰπὼν δέ, ὅτι δεῖ πράττειν πάντα κατὰ τὸν ὀρθὸν λόγον, ἐνενόησεν ὅτι καθόλου μὲν τοῦτο εἴρηται, οὐκ ἀκριβῶς δέ· οὐ γὰρ οὕτω γνώριμον τίς ἐστιν ὁ ὀρθὸς λόγος ὡς ὅτι τὰ δὶς δύο τέσσαρα, ἀλλὰ τύπῳ μὲν λέγεται τὸ δεῖν κατὰ τὸν ὀρθὸν λόγον πράττειν, τίς δέ ἐστιν ὁ ὀρθὸς | |
20 | λόγος οὐχ οἷόν τε ἀκριβῶς διορίσαι· διὸ πάλιν ἀναμιμνήσκει, ὧν καὶ πρότερον εἶπεν, ὅτι δεῖ κατὰ τὴν ὕλην ἀποδέχεσθαι τοὺς λόγους. τὰ δὲ ἐν ταῖς πρά‐ ξεσι καὶ τὰ συμφέροντα οὐδὲν ἑστηκὸς ἔχει, ἀλλὰ ταὐτὰ μὲν ποτὲ συμφέροντα ποτὲ δ’ οὔ, οἷον τοῖσδε πολεμεῖν νῦν συμφέρει, ἄλλοτε δ’ οὔ, καὶ ποτὲ μὲν εἰρήνην ἄγειν ἄλλοτε δ’ οὔ· καὶ κατὰ τὰ καλὰ ὁ αὐτὸς λόγος· | |
25 | ὁτὲ μὲν ἀποδιδόναι τὴν παρακαταθήκην καλόν, ὁτὲ δ’ οὔ. ἐξαλλάσσουσι δὲ ταῦτα οἱ καιροὶ καὶ τὰ πρόσωπα, πρὸς ἃ αἵ τε ἐνέργειαι καὶ οἱ τόποι καὶ αἱ χρεῖαι καὶ ὅσα τοιαῦτά ἐστιν. ὥσπερ οὖν οὐ τὰ ὑγιεινὰ οἷόν τε ὁρίσαι ἀκρι‐ βῶς διὰ τὸ ταὐτὰ ποτὲ μὲν ὑγίειαν ποιεῖν, ποτὲ δ’ οὔ, οὕτω δὴ οὐδὲ περὶ τῶν κατὰ τὰς πράξεις, ἀλλ’ ὄντος καὶ τοῦ καθόλου λόγου τοιούτου καὶ οἵου | |
30 | μὴ ἔχειν τὸ ἀκριβές, ἔτι μᾶλλον ὁ περὶ τῶν καθ’ ἕκαστα λόγος οὐκ ἔχει τὸ ἀκριβές. οὔτε γὰρ τέχνῃ τινὶ οὔτε παραγγελίᾳ δυνατὸν εἰπεῖν περὶ τῶν καθ’ ἕκαστα, ἀλλὰ δεῖ τοὺς πράττοντας παρακολουθοῦντας τοῖς καιροῖς καὶ τοῖς συμβαίνουσιν ὡς ἂν ἀπαιτῇ τὰ πράγματα οὕτως πράττειν, καθάπερ ἐπὶ ἰατρι‐ | |
κῆς ἔχει καὶ κυβερνητικῆς. καὶ γὰρ αὗται οὔτε τοὺς καθόλου λόγους ἔχουσιν | 40 | |
41 | ἀκριβεῖς οὔτε τοὺς καθ’ ἕκαστα, ἀλλὰ δεῖ καὶ τὸν ἰατρὸν καὶ τὸν κυβερνήτην τοῖς καιροῖς παρακολουθοῦντα τὸν μὲν ἰᾶσθαι, τὸν δὲ κυβερνᾶν. Ταῦτα δὲ εἰπὼν τὰ ἑξῆς ἅμα μὲν περὶ τῶν πράξεων λέγει τύπῳ, οἵας δεῖ προαιρεῖσθαι, ἅμα δὲ λανθάνων εἰσβάλλει εἰς τὸν περὶ ἀρετῶν καὶ κακιῶν | |
5 | λόγον. πρῶτον οὖν, φησί, θεωρητέον, ὅτι τὰ τοιαῦτα πέφυκεν ὑπὸ ἐνδείας καὶ ὑπερβολῆς φθείρεσθαι. τίνα δέ ἐστι τὰ τοιαῦτα, ὕστερον δηλοῖ λέγων ὥσπερ ἐπὶ τῆς ἰσχύος καὶ τῆς ὑγιείας· διὰ μέσου δὲ εἴ‐ ρηκε δεῖ γὰρ ὑπὲρ τῶν ἀφανῶν τοῖς φανεροῖς μαρτυρίοις χρῆσθαι. εἰσὶ δὲ φανερώτεραι τῶν ψυχικῶν ἀρετῶν αἱ σωματικαί, οἷον ἰσχὺς καὶ ὑγίεια, | |
10 | ἐφ’ ὧν ποιεῖται τὸν λόγον, τὰ ὑπερβάλλοντα γυμνάσια καὶ τὰ ἐλλεί‐ ποντα λέγων φθείρειν τὴν ἰσχύν· ὁμοίως δὲ καὶ τὴν ὑγίειαν τὰ ἐλάττω καὶ πλείω τῶν ἱκανῶν σιτία φθείρει, τὰ δὲ σύμμετρα σώζει καὶ ποιεῖ καὶ αὔξει. τὸν αὐτὸν οὖν τρόπον καὶ ἐπὶ σωφροσύνης καὶ ἀνδρείας ἔχειν φησὶ καὶ τῶν ἄλλων ἀρετῶν. ὁ μὲν γὰρ ἀεὶ ἐνεργῶν οὕτως ὥστε ἀεὶ | |
15 | φοβεῖσθαι καὶ μηδὲν ὑπομένειν δειλὸς γίνεται, ὁ δὲ ἐθιζόμενος μηδὲν φοβεῖ‐ σθαι ἀλλὰ πρὸς πάντα βαδίζειν ἰταμῶς θρασύς, καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν ὅμοια παρέθηκε. φθείρεται γὰρ ἡ ἀνδρεία καὶ ἡ σωφροσύνη, φησίν, ὑπὸ τῆς ὑπερβολῆς καὶ τῆς ἐλλείψεως. φθείρεσθαι δὲ λέγει, οὐχ ὅτι ἤδη οὖσα φθείρεται, ἀλλὰ κατὰ τὸ κωλύεσθαι τὴν σύστασιν αὐτῶν καὶ ὑπὸ τῆς | |
20 | ὑπερβολῆς καὶ τῆς ἐλλείψεως φθορὰν ὠνόμασεν. οὐ μόνον δέ φησιν ὑπὸ τῶν αὐτῶν αἱ γενέσεις καὶ αὐξήσεις τῶν ἀρετῶν καὶ αἱ φθοραὶ ἀλλὰ καὶ 〈αἱ〉 ἐνέργειαι ἐν τοῖς αὐτοῖς γίνονται. δῆλον δὲ τοῦτο πρότερον ἐπὶ τῶν σωματικῶν ἀρετῶν· ἐξ ὧν γὰρ γίνεται ἡ ἰσχύς, περὶ ταῦτα καὶ ἐνεργεῖ μάλιστα· καὶ γὰρ γίνεται ἐκ τοῦ πολλὴν τροφὴν λαμβάνειν καὶ πολ‐ | |
25 | λοὺς κόπους ὑπομένειν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ψυχικῶν ἀρετῶν· ἐξ ὧν γὰρ γίνεται ἡ ἐνέργεια καὶ ἡ ἕξις, περὶ ταῦτα καὶ ἐνεργεῖν δύναται μάλιστα. ὡς δὲ τοῦτο ἔχει φανερῶς, αὐτὸς ἐπέξεισιν. Ἐπὶ δὲ τούτοις λέγει σημεῖον δεῖν ποιεῖσθαι τῶν ἀρετῶν καὶ τῶν κα‐ κιῶν τὴν ἐπιγινομένην ταῖς ἐνεργείαις ἡδονὴν ἢ λύπην· ὁ μὲν γὰρ | |
30 | ἀπεχόμενος τῶν σωματικῶν ἡδονῶν καὶ χαίρων σώφρων, ὁ δὲ ἀπε‐ χόμενος μὲν λυπούμενος δὲ ἀκόλαστός ἐστι, κἂν ὅτι μάλιστα ἀπέχηται. δῆ‐ λος γάρ ἐστιν δι’ ἀνάγκην ἀπεχόμενος, οὐ διὰ προαίρεσιν. τὸ αὐτὸ καὶ ἐπ’ | |
ἐλευθεριότητί ἐστιν· ὁ μὲν γὰρ ἐλευθέριος πολὺ καὶ μᾶλλον χαίρει διδοὺς τοῦ | 41 | |
42 | λαμβάνοντος. ὁ δὲ διδοὺς μέν, ἀνιώμενος δὲ ἐπὶ τῇ δόσει οὐκ ἐλευθέριος ἀλλ’ ἀνελεύθερος· ἐπὶ δὲ τοῦ ἀνδρείου εἶπεν, ὅτι ὑπομένων τὰ δεινὰ 〈χαίρων〉 ἢ μὴ λυπούμενός γε ἀνδρεῖος, εἰκότως προσθεὶς ἢ μὴ λυ‐ πούμενος· ἀγαπητὸν γὰρ ὑπομένοντας τὰ δεινὰ μὴ λυπεῖσθαι· καθόλου δέ, | |
5 | ὡς εἶπε, συνέζευκται ταῖς τῶν ἀρετῶν ἐνεργείαις ἡ ἐπ’ αὐταῖς ἡδονή. εἶτά φησι περὶ ἡδονὰς γὰρ καὶ λύπας ἐστὶν ἡ ἠθικὴ ἀρετή, οὐ τοῦτο λέ‐ γων, ὅτι διὰ τοῦτό ἐστι περὶ ἡδονὰς καὶ λύπας, ἐπειδὴ ἀκολουθοῦσι ταῖς κα‐ λαῖς ἐνεργείαις αἱ ἐπ’ αὐταῖς ἡδοναί· ἀλλὰ τοῦτο μὲν σημεῖον ἔθετο τῶν ἀρετῶν. εἰκότως δὲ ἀκολουθεῖν λέγεται ταῖς καλαῖς ἐνεργείαις τὰς ἐπ’ αὐταῖς | |
10 | ἡδονάς, ἐπειδὴ περὶ ἡδονὰς καὶ λύπας ἐστὶν ἡ ἠθικὴ ἀρετή· τῆς γὰρ αὐτῆς ἐστι καὶ περὶ ἡδονὰς καὶ λύπας εἶναι τὸ προσῆκον μέτρον αἱρουμένων τῶν ἡδονῶν καὶ τῶν πόνων, καὶ ἀκολουθεῖν ταῖς ἐνεργείαις αὐταῖς τὴν ἡδονήν. Ἀπορήσειε δ’ ἄν τις πῶς ἐστι περὶ ἡδονὰς καὶ λύπας ἡ ἠθικὴ ἀρετή· οὐ γὰρ δὴ ἡ διανοητική· αὕτη γὰρ φανερὸν ὡς οὐκ ἔστι περὶ ἡδονὰς καὶ | |
15 | λύπας· ἡ δὲ ἠθικὴ πῶς ἂν εἴη περὶ ἡδονὰς καὶ λύπας; ἆρά γε ὥσπερ ὄρ‐ γανα, καθάπερ ἂν εἴποι τις τὴν αὐλητικὴν εἶναι περὶ αὐλούς, τὴν δὲ τεκτο‐ νικὴν περὶ πέλεκυν ἢ πρίονα καὶ τὰ ἄλλα ὄργανα, ἢ μᾶλλον ὥσπερ ὑποκεί‐ μενον καὶ ὕλην, ὃν τρόπον ἡ μὲν μουσικὴ περὶ μέλος ἐστίν, ἡ δὲ γεωμετρία περὶ μέγεθος; ὄργανον μὲν οὖν τῆς ἀρετῆς φάναι τὴν ἡδονὴν καὶ τὴν λύπην | |
20 | οὐκ εὔλογον· ἐπ’ οὐδὲν γὰρ χρῆται αὐτοῖς ὡς ὀργάνοις· μᾶλλον δὲ ἔοικεν εἶναι τῆς ἀρετῆς ὑποκείμενα οὕτως ὡς τῇ μουσικῇ τὰ μέλη· τὴν γὰρ ἐνέρ‐ γειαν ποιεῖται περί τε πάθη καὶ πράξεις καὶ τὴν τούτων συμμετρίαν, καθάπερ μουσικὴ περὶ τὰ μέλη. τῶν οὖν ὑποκειμένων ἐστὶ καὶ ὕλης λόγον ἐχόντων τὰ πάθη. οὐ μόνον δὲ τὰ πάθη, ὥσπερ ἔφαμεν, ἀλλὰ καὶ αἱ πράξεις· ἐπεὶ | |
25 | γὰρ παντὶ πάθει ἕπεται ἡδονὴ καὶ λύπη, ὥσπερ προελθὼν ἐρεῖ, εἰκότως περὶ ἡδονὰς καὶ λύπας ἐστὶν ἡ ἠθικὴ ἀρετὴ ὥσπερ ὑποκείμενα. Ἄξιον δὲ καὶ τοῦτο ζητῆσαι, πῶς λέγεται παντὶ πάθει ἕπεσθαι ἡδονὴν ἢ λύπην. ἔνιοι μὲν γὰρ ἡγήσαντο γενικώτατα εἶναι δύο ταῦτα πάθη κατὰ τὸν Ἀριστοτέλην, οὕτως δὲ γενικὰ ὥστε διαιρεῖσθαι τὸ μὲν πάθος εἰς δύο | |
30 | πάθη, ἡδονὴν καὶ λύπην, τὰ δ’ ἄλλα πάντα πάθη εἰς ἡδονὴν ἀνάγεσθαι καὶ λύπην, οἷον ὀργὴν μὲν καὶ φόβον εἰς λύπην, θάρσος δὲ εἰς ἡδονήν, τὴν δὲ ἐπιθυμίαν κοινόν τι εἶναι ἐκ λύπης καὶ ἡδονῆς. κατὰ μὲν γὰρ τὴν ἔνδειαν | |
λύπη πάρεστι τῷ ἐπιθυμοῦντι, κατὰ δὲ τὴν ἐλπίδα ἡδονή. ἂν δ’ ᾖ παντε‐ | 42 | |
43 | λῶς ἀπηλπικὼς τεύξεσθαι οὗ ἐπιθυμεῖ ὁ ἄνθρωπος, λύπη τῇ ἐπιθυμίᾳ ἕπε‐ ται ὡς γένος. οὗτος δὲ ὁ λόγος ἔχει μέν τινα πιθανότητα, ἔστι δὲ ἀμφισ‐ βητήσιμος· ἐπεὶ γὰρ ὁμολογεῖταί τις ἡδονὴ ἐν εἴδει τοῦ πάθους καὶ λύπη, οἷον ἐπειδὰν χαίρωμεν ἢ ἐπ’ αὐτοῖς εὖ πράττουσιν ἢ ἐπὶ τοῖς φίλοις, ἡδονὴ | |
5 | λέγεται τὸ τοιοῦτον, καὶ λύπη δὲ ἡ ἐπὶ τοῖς ἰδίοις ἢ τοῖς τῶν φίλων κακοῖς, τίνι διαιρήσομεν τὴν γενικὴν ἡδονὴν καὶ λύπην τῶν εἰρημένων; εἰ γὰρ ὁ αὐ‐ τὸς λόγος ἐστὶ πάσης ἡδονῆς, ὅτι ἐστὶν ἡδονὴ ἐνέργεια τοῦ κατὰ φύσιν ἀνεμ‐ πόδιστος, οὐχ οἷόν τε εἰπεῖν δύο εἶναι ἡδονάς, τὴν μὲν γένος τὴν δὲ εἶδος, εἴπερ ταὐτὸν ὄνομα αὐτῶν καὶ ὁ αὐτὸς λόγος καὶ οὐκ ἔστιν ἴδιός τις ὁρισμὸς | |
10 | παρὰ τὸν εἰρημένον τῆς ἐν μέρει ἡδονῆς, εἰ μή τις ἐρεῖ κοινῶς μὲν πάσης ἡδονῆς εἶναι τὸν λόγον τὸν εἰρημένον, ὁμοίως δὲ καὶ λύπης τὸν ἐναντίον, τὴν δὲ ἐν εἴδει ἐνέργειαν τοῦ κατὰ φύσιν ἐπὶ ταῖς ἡμετέραις καὶ ταῖς τῶν φίλων εὐπραγίαις παρούσαις καὶ τὴν διαίρεσίν γε ποιήσεται, ἐκτιθέμενος τὴν ἡδονὴν καὶ τὴν λύπην γενικώτατα πάθη. τοῦ πάθους δύο εἴδη· τὸ μὲν ἡδονή, τὸ | |
15 | δὲ λύπη. τῶν δὲ ἡδονῶν αἱ μὲν ψυχικαί, αἱ δὲ σωματικαί, καὶ ὁμοίως τῶν λυπῶν· αἱ μὲν οὖν ψυχικαὶ τῇ ψυχῇ ἔχουσαι ἐνέργειαν τοῦ κατὰ φύσιν, αἱ δὲ σωματικαὶ διὰ τοῦ σώματος γινόμεναι τῆς ψυχῆς ἡδοναί· τῶν δὲ ψυχι‐ κῶν τὴν μὲν εἶναι ἐρεῖ ὁμωνύμως τῷ γένει καλουμένην ἡδονήν, διάχυσίν τινα οὖσαν ἐπὶ ταῖς ἡμετέραις καὶ ταῖς τῶν φίλων εὐπραγίαις ὡς παρόντων ἡμῖν | |
20 | ἢ τοῖς φίλοις τῶν ἀγαθῶν· αὕτη δὲ συνωνυμεῖ μὲν καὶ δέχεται τὸν λόγον τοῦ γένους· ἐνέργεια γάρ ἐστι καὶ αὕτη τοῦ κατὰ φύσιν ἀνεμπόδιστος· ὁμω‐ νυμεῖ δέ, ᾗ ταὐτὸν ὄνομα ἔχει τῷ γένει. ἄλλο δὲ εἶδος τῆς ψυχικῆς ἡδονῆς θάρσος, ἡδονή τις οὖσα καὶ διάχυσις δι’ ἐλπίδα τοῦ ἐν μηδενὶ δεινῷ ἔσεσθαι, ἢ κἂν γένηται κρατήσειν· καὶ τὰ ἄλλα δὲ ὅσα καθ’ ἡδονὴν ψυχικὴν λέγεται | |
25 | πάθη ἡδοναὶ ψυχικαὶ ἂν εἶεν, ὧν τὰ μὲν ἄντικρυς ἡμαρτημένα ἐστί, τὰ δέ, ἂν μὲν ᾖ μεμετρημένα, οἰκεῖά ἐστι τῇ ἀρετῇ, ὑπερβάλλοντα δὲ οἰκεῖα τῇ κακίᾳ. ὁμοίως δ’ ἔχει καὶ ἐπὶ ψυχικῆς λύπης. τὸ μὲν οὖν ὅλον ἐνέργεια τοῦ κατὰ φύσιν· ταύτης δὲ εἴδη ἥ τε ἔνδεια λεγομένη, λύπη οὖσα ἐπὶ ταῖς ἡμετέραις ἢ ταῖς τῶν φίλων δυσπραγίαις ὡς παρόντων ἤδη τῶν κακῶν· ἔτι | |
30 | δὲ καὶ ἡ ὀργὴ λύπη οὖσα ἐπὶ τῷ νομίζειν τι παρ’ ἀξίαν πεπονθέναι μετ’ ὀρέξεως τοῦ ἀντιλυπῆσαι τὸν λελυπηκότα· καὶ ὁ φόβος δὲ εἶδος λύπης διὰ προσδοκώμενον κακὸν γενομένης. Ταῦτα μὲν ἱκανῶς λέγοιτο πρὸς τὸ εἶναι τὴν πρώτην διαίρεσιν τοῦ πά‐ θους εἰς ἡδονὴν καὶ λύπην· ἀλλ’ ἐπειδὴ δοκεῖ ἡ ἐπιθυμία μικτὸν ἐξ ἡδονῆς | |
35 | εἶναι καὶ λύπης, δόξει μὴ οἷόν τε γενικωτάτην εἶναι ἡδονὴν καὶ λύπην. δεῖ | |
γὰρ θάτερον πᾶν εἶδος πάθους ὑπὸ θάτερον αὐτοῦ τάττεσθαι, ἀλλ’ οὐχὶ μικ‐ | 43 | |
44 | τὸν ἐξ αὐτῶν εἶναι. ὥσπερ γὰρ τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον καὶ τὰ λοιπὰ [ζῷα] ἢ λογικά ἐστιν ἢ ἄλογα, ἐκ λογικῶν δὲ καὶ ἀλόγων οὐ‐ δέν, οὕτως εὔλογον ἔχειν ἐπὶ ἡδονῆς καὶ λύπης ἂν ᾖ πάθη γενικά. διὸ πει‐ ρῶνταί τινες λέγειν μὴ εἶναι αὐτὰ γένη, μηδὲ τὴν πρώτην διαίρεσιν τῶν πα‐ | |
5 | θῶν εἰς ταῦτα εἶναι, ἀλλὰ τὸν Ἀριστοτέλην λέγειν παρέπεσθαι αὐτὰ τοῖς πάθεσιν οὕτως ὡς τῇ μὲν ὑγιείᾳ παρέπεται ἡ εὔχροια, τῇ δὲ νόσῳ ἡ δύσ‐ χροια· ἐπισκεπτέον δὲ περὶ τούτων. ἔχει δὲ ἡ ἐπιθυμία, ὥσπερ εἴρηται, μῖξίν τινα ἡδονῆς καὶ λύπης καὶ ὁ θυμός. καὶ γὰρ αὐτὸς δοκεῖ μεθ’ ἡδονῆς γίνεσθαι καὶ λύπης· δηλοῖ δὲ καὶ Ὅμηρος λέγων “ὥστε πολὺ γλυκίων μέ‐ | |
10 | λιτος καταλειβομένοιο ἀνδρῶν ἐν στήθεσσι” καὶ τὰ ἑξῆς. ὅρα δὲ μὴ οὕτω βέλτιον ἄνωθεν λαβεῖν τί ποτέ ἐστι τὸ πάθος καὶ τίνα ἂν αὐτοῦ γένοιτο εἴδη· ἴσως γὰρ ἀληθῶς φανεῖται τῶν ἄλλων γενικώτατα ἡδονὴ καὶ λύπη· οἱ μὲν οὖν ἐκ τῆς Στοᾶς ᾠήθησαν πάθος εἶναι ὁρμὴν σφοδρὰν ἢ ὁρμὴν ἄλογον, λαμβάνοντες τὸ ὑπεναντίον τῷ ὀρθῷ λόγῳ οὐκ εὖ· οὔτε γὰρ πᾶν πάθος σφο‐ | |
15 | δρὸν οὔτε πᾶν ὑπεναντίον τῷ λόγῳ, ἀλλά τινα οἰκεῖά ἐστιν ἀγαθῷ. τοὺς γοῦν ἀπειθεῖς καὶ σκληροὺς τὰ ἤθη ψέγομεν· καὶ ἅμα τὸ ὀρεκτικὸν μόριον τῆς ψυχῆς ἐξελεῖν μὲν παντελῶς ἀμήχανον [τῆς ψυχῆς], κοσμῆσαι δὲ ὥσπερ καὶ τὸ λόγον ἔχον δυνατόν· εἴη δ’ ἂν κεκοσμημένον ἐν τῇ τῶν παθῶν συμ‐ μετρίᾳ. ὅτι δὲ ἔστι τι ὀρεκτικὸν καὶ παθητικὸν τῆς ψυχῆς, σκεπτέον ἐν | |
20 | ἄλλοις· τῶν δὲ ἐκ τοῦ Περιπάτου τῶν μὲν παλαιῶν παρ’ οὐδενὶ εὑρίσκομεν ὁρισμὸν τοῦ πάθους· τῶν δὲ ὕστερον Ἀνδρόνικος μὲν εἴρηκε πάθος εἶναι τῆς ψυχῆς κίνησιν ἄλογον δι’ ὑπόληψιν κακοῦ ἢ ἀγαθοῦ, ἄλογον λαμβάνων οὐ τὸ ὑπεναντίον τῷ ὀρθῷ λόγῳ ὥσπερ οἱ ἐκ τῆς Στοᾶς, ἀλλὰ τὸ τοῦ ἀλόγου τῆς ψυχῆς μορίου κίνημα· Βόηθος δὲ τὸ πάθος τῆς ψυχῆς κίνησιν ἄλογον ἔχου‐ | |
25 | σάν τι μέγεθος, ἄλογον μὲν λαμβάνων καὶ αὐτὸς τὴν τοῦ ἀλόγου τῆς ψυχῆς μορίου κίνησιν, τὸ δὲ μέγεθος προστιθείς, ἐπειδὴ γίνονταί τινες καὶ ἄλλαι κινήσεις τοῦ ἀλόγου τῆς ψυχῆς μετ’ οἰκειώσεως τῆς πρός τινας καὶ ἀλλο‐ τριώσεως βραχείας· τὰς οὖν μετὰ βραχείας οὐκ ἄξιον ἡγεῖτο ὀνομάζειν πάθη. οὐκ οἶδα δὲ ὅπως τοῦτο εἶπε· πᾶσα γὰρ κίνησις τοῦ παθητικοῦ μορίου τῆς | |
30 | ψυχῆς, ἂν μὴ λανθάνῃ, πάθος ἂν εἴη τοῦ σώματος, οὐ μόνον δὲ ἡ σὺν με‐ γέθει· τὸ δὲ κατ’ ἀλλοίωσίν του ὥσπερ καὶ πᾶσα κίνησις σώματος οὐ κατ’ ἀλλοίωσιν, ἂν μὴ λανθάνῃ, πάθος ὂν τοῦ σώματος πρόσκειται, ὅτι ταῦτα ἔοι‐ | |
κεν ἡ κατὰ τὰ πάθη μεταβολὴ τῆς ψυχῆς. ὁ δὲ Ἀνδρόνικος εἰπών, δι’ ὑπό‐ | 44 | |
45 | ληψιν ἀγαθῶν ἢ κακῶν γίνεσθαι τὸ πάθος, πρῶτον μὲν ἴσως ἠγνόησεν, ὅτι γίνεταί τινα πάθη ἐξ αὐτῆς τῆς φαντασίας χωρὶς συγκαταθέσεως καὶ ὑπο‐ λήψεως· καὶ γὰρ κατὰ τὴν αἴσθησιν αὐτήν, ὅτε ἡδὺ ἢ λυπηρὸν φανῇ, ἐνίοτε γίνεται πάθος τῆς ψυχῆς· ὥστε οὐ μόνον μετὰ τὰς ὑπολήψεις ἀλλὰ καὶ πρὸ | |
5 | τῶν ὑπολήψεων τὰ πάθη γίνονται. μηνύουσι δὲ τοῦτο μάλιστα αἱ ἐπιθυμίαι. ἰδὼν γάρ τις πολλάκις ἐν ἐπιθυμίᾳ ἐγένετο καλοῦ ᾗ καλοῦ, οὐδέποτε ὑπο‐ λήψεως πρότερον γενομένης. ἔτι πολλάκις γίνονται οὐ πάντως ὑπολήψεως γινομένης ὅτι ἀγαθὸν πάρεστιν, οἷον ἐπειδὰν ὑπὸ εὐτραπέλου λόγου κινῆται τῆς ψυχῆς τὸ ἄλογον· οὐ γὰρ ὑπολαμβάνομεν τότε ἀγαθόν τι ἡμῖν παρεῖναι, | |
10 | ἀλλ’ ὅλως ὑφ’ ἡδέος κινούμεθα. ἔστι δ’ ὅτε καὶ τῇ ὑπολήψει τοῦ ἀγαθοῦ ἀκολουθεῖ τὸ ἥδεσθαι, τῇ δὲ ὑπολήψει τοῦ κακοῦ ἀκολουθεῖ τὸ λυπεῖσθαι, κι‐ νουμένης δηλονότι τῆς ψυχῆς, ὡς τοῦ μὲν ἀγαθοῦ ἡδέος ὄντος, τοῦ δὲ κακοῦ λυπηροῦ. μήποτε οὖν ᾖ τὸ πάθος κίνησις τοῦ ἀλόγου τῆς ψυχῆς ὑφ’ ἡδέος ἢ λυπηροῦ· ἐάν τε γὰρ μετὰ φαντασίαν ἀκολουθήσῃ τὸ πάθος, ἐάν τε μετὰ | |
15 | ὑπόληψιν, πάντως ὡς ἐπὶ ἡδεῖ ἢ λυπηρῷ γίνεται, ὃ καὶ μηνύει γενικώτατα πάθη ὄντα τήν τε ἡδονὴν καὶ τὴν λύπην. γενικὰ δὲ πάθη οἱ μὲν ἐκ τῆς Στοᾶς ἔφασαν εἶναι ἡδονὴν καὶ λύπην φόβον 〈καὶ〉 ἐπιθυμίαν· γίνεσθαι μὲν γὰρ τὰ πάθη ἔφασαν δι’ ὑπόληψιν ἀγαθοῦ καὶ κακοῦ, ἀλλ’ ὅταν μὲν ὡς ἐπὶ παροῦσι τοῖς ἀγαθοῖς κινῆται ἡ ψυχή, ἡδονὴν εἶναι, ὅταν δὲ ὡς ἐπὶ παροῦσι τοῖς κα‐ | |
20 | κοῖς, λύπην· πάλιν δὲ ἐπὶ τοῖς [μέλλουσι] προσδοκωμένοις ἀγαθοῖς ἐπιθυμία συμβαίνει, ὄρεξις οὖσα ὡς φαινομένου ἀγαθοῦ, κακῶν δὲ προσδοκωμένων τὸ συμβαῖνον πάθος φόβον ἔλεγον εἶναι. Ἄξιον δὲ ἀπορῆσαι, τί δήποτε τὸν μὲν φόβον παρειλήφασιν ὡς πάθος γενικόν, καίπερ εἶδος λύπης ὄντα. ἔστι γὰρ ὁ φόβος λύπη ἐπὶ προσδο‐ | |
25 | κωμένῳ κακῷ, καὶ οὐχ οἱῳδήποτε· οὐ γάρ φαμεν φοβεῖσθαι τὸν προσδο‐ κῶντα πενίαν, ἀλλὰ μάλιστα δοκεῖ φόβος εἶναι καὶ κυρίως, ὅταν τῶν πρὸς κίνδυνον τὸν περὶ σωτηρίαν φερόντων κακῶν ἡ προσδοκία ᾖ. τὸ δ’ ἀντικεί‐ μενον αὐτῷ πάθος παρῆκαν, λέγω δὲ τὸ θάρσος κατὰ προσδοκίαν γενόμενον τοῦ μηδὲν ἔσεσθαι κακόν, ἢ κἂν γένηται κρατήσειν αὐτοῦ. ὑπὸ γὰρ τοιαύ‐ | |
30 | της τινὸς ὑπολήψεως γίνεται τὸ θάρσος, οὐκ αὐτῆς τῆς προσδοκίας ὄντος πά‐ | |
θους, ἀλλὰ τοῦ ἐπακολουθοῦντος κινήματος ἐν τῷ λόγῳ. τὴν δὲ ἐπιθυμίαν | 45 | |
46 | τιθέντες τὴν ὀργὴν παρῆκαν· λέγουσι μὲν γὰρ αὐτὴν ἐπιθυμίαν εἶναι, ἔστι δὲ οὐκ ἐπιθυμία. ἀλλ’ ὑπὸ τὸ αὐτὸ γένος· ὀρέξεις γὰρ ἄμφω, ἀλλ’ ἡ μὲν ἐπι‐ θυμία τοῦ ἡδέος ψιλῶς, ἡ δὲ τοῦ ἀντιλυπῆσαι· ἴσως δὲ οὐδὲ ἀεὶ τοῦ ἀντι‐ λυπῆσαι· οἱ γοῦν πατέρες ὀργιζόμενοι τοῖς υἱεῦσιν οὐκ ὀρέγονται τοῦ ἀντι‐ | |
5 | λυπεῖν. μήποτ’ οὖν κοινῶς ἐστι καὶ ὀργὴ κίνησις τῆς ψυχῆς ὑπὸ τοῦ ἠδι‐ κηκέναι δοκοῦντος. καὶ ἄλλα δὲ πλείω ἄν τις ἔχοι περὶ τούτων λέγειν. ὁ δὲ Πλάτων τὰ μὲν πολλὰ φαίνεται δηλῶν τὰ ἀνωτάτω πάθη ἡδονὴν καὶ λύ‐ πην ἔν τε ἄλλοις καὶ ἐπειδὰν λέγῃ ‘δύο γὰρ αὗται πηγαὶ μεθεῖνται ῥεῖν‘, περὶ ἡδονῆς λέγων καὶ λύπης ὡς ἐν τούτοις τοῖς πάθεσι γενικοῖς οὖσι | |
10 | τῶν ἄλλων παθῶν ἁπάντων 〈*〉· ἔστι δ’ ὅτε καταριθμεῖται πάθη ἕξ, ἡδονὴν λύπην φόβον θάρσος ἐπιθυμίαν θυμόν, τὰ γνωριμώτατα ὡς ἐμοί γε δοκεῖ καταριθμούμενος. τάχα δὲ οὐκ ἄλογον γενικώτατα μὲν φάναι ἡδονὴν καὶ λύπην, ἡδονὴν μὲν ἐνέργειαν τοῦ κατὰ φύσιν ἀνεμπόδιστον, λύπην δὲ ὅταν ἐμποδίζηται τὸ κατὰ φύσιν ἐνεργεῖν, εἰς δὲ ταῦτα τὴν τῶν παθῶν ἀναγω‐ | |
15 | γὴν ποιεῖσθαι. εἶναι δὲ τούτων εἴδη τήν τε ἐν μέρει λεγομένην ἡδονὴν καὶ τὴν ἐν μέρει λύπην ὁμώνυμον τοῖς γένεσι, τὴν μὲν οὖν διάχυσιν ἐπὶ τοῖς παροῦσιν ἡδέσι, τὴν λύπην δὲ σύγχυσιν ἐπὶ τοῖς παροῦσι λυπηροῖς· πάλιν δὲ θάρσος μὲν ἡδονήν τινα διὰ προσδοκίαν τοῦ μηδὲν ἔσεσθαι δεινὸν ἤ, κἂν γέ‐ νηται, κρατήσειν τοῦ δεινοῦ· φόβον δὲ λύπην διὰ προσδοκίαν δεινῶν. πρὸς | |
20 | δὲ τούτοις ἀριθμεῖν εἰώθασι τὰ πάθη τὴν φιλίαν καὶ τὸ μῖσος, φιλίαν λαμ‐ βάνοντες οὐ τὴν τῶν ἀντιπεπονθότων εὔνοιαν (αὕτη γὰρ ἤδη διάθεσίς τις), ἀλλὰ τὴν κατὰ τὸ φιλεῖν γινομένην κίνησιν τῆς ψυχῆς, ᾗ ἀντίκειται ἡ κατὰ τὸ μισεῖν κίνησις. ἀνάγεται δὲ τὸ μὲν φιλεῖν εἰς τὴν ἡδονήν· οἰκείωσις γάρ τις ἰδία γίνεται πρὸς τὸ φιλούμενον· τοὐναντίον δὲ ἐν τῷ μισεῖν ἀλλο‐ | |
25 | τρίωσις καὶ λύπη ἐν τῷ ὁρᾶν καὶ ἀκούειν τοῦ μισουμένου ἢ ὅλως ὁπωσοῦν ἐντυγχάνειν τῷ μισουμένῳ. συναριθμοῦνται δ’ ἐν τοῖς πάθεσι καὶ χάρις καὶ ὀργή, ὧν ἡ μὲν χάρις εἰς ἡδονὴν ἀνάγεται, κίνησις οὖσα τῆς ψυχῆς ὀρεκτικὴ τοῦ ἀμείψασθαι τὸν εὐεργετήσαντα· ἀνάγκη δὲ ἅμα τῷ ὀρέγεσθαι τῆς τοιαύτης ἡδονήν τινα εἶναι· ἡ δὲ ὀργὴ λύπης εἶδος, ἥπερ ἐστὶ λύπη δι’ | |
30 | ὑπόληψιν τοῦ ἠδικῆσθαι νομίζειν. εὕροι δ’ ἄν τις καὶ τὰ ἄλλα πάθη εἰς ταῦτα | |
ἀναγόμενα, οἷον νέμεσιν μὲν καὶ φθόνον καὶ ἔλεον εἰς λύπην· ἔτι δὲ πρὸς | 46 | |
47 | τούτοις ζῆλον τὸν κατὰ ζηλοτυπίαν τιθέμενον· ζηλοτυπία γάρ τις καὶ κατὰ τὸ ζηλοῦν καὶ μιμεῖσθαι. ** * | |
5 | Δείκνυσι δὲ αὐτὸ ἐπὶ παραδείγματος· οὐ γὰρ εἴ τῳ δέκα μναῖ πολὺ ἢ δύο ὀλίγον, τούτῳ προστάξει ὁ ἀλείπτης ἓξ μνᾶς κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν, ἀλλ’ ἐπεὶ τὸ μὲν πολὺ τὸ δὲ ὀλίγον καὶ ἐν πάσῃ δὲ ἐπιστήμῃ τὸ μέσον οὐχ ἕν ἐστιν ἀλλὰ τὸ πρὸς ἕκαστον οἰκεῖον, οἷον ὁ σκυτοτόμος οὐχ ἕν τι ἡγεῖται μέσον ὑπόδημα ἀλλὰ πρὸς μὲν ἐμὲ μέσον ἐστὶ τὸ ἁρμόζον τῷ | |
10 | ποδὶ τῷ ἐμῷ, ὑπερβάλλον δὲ τὸ μεῖζον, ἐλλεῖπον δὲ τὸ ἐνδέον τοῦ ἐμοῦ ποδός, σοὶ δὲ μέσον τὸ σοὶ ἁρμόζον καὶ ἑκάστῳ ὁμοίως· καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν ὁ αὐτὸς λόγος. εἰ δὴ πᾶσα τέχνη τὸ αὑτῆς ἔργον πρὸς τὸ ἑκάστῳ οἰκεῖον μέσον ἀποβλέπουσα ποιεῖ, ἡ δὲ ἀρετὴ πάσης τέχνης ἀκριβεστέρα καὶ ἀμείνων ἐστίν, ὥσπερ καὶ ἡ φύσις (καὶ γὰρ ἡ φύσις ἀμείνων τῆς | |
15 | τέχνης, μιμεῖται γὰρ ἡ τέχνη τὴν φύσιν, ἡ δὲ ἀρετὴ ἔτι ἀμείνων, ἔστι γὰρ ἡ ἀρετὴ τελειότης φύσεως καὶ κατωρθωμένη φύσις), εἰ ταῦθ’ οὕτως ἔχει, ἡ ἀρετὴ τοῦ μέσου ἂν εἴη στοχαστικὴ τοῦ πρὸς ἡμᾶς· λέγω δέ, φησί, τὴν ἠθικὴν ἀρετήν· αὕτη γάρ ἐστι περὶ πάθη καὶ πράξεις, ἐν οἷς ἐστιν ὑπερβολὴ καὶ ἔλλειψις καὶ τὸ μέσον. φανερὸν δὲ ποιεῖ διὰ τού‐ | |
20 | των, ὅτι ἡ διανοητικὴ ἀρετὴ οὐκ ἔστι μεσότης· οὐ γὰρ δεῖ μέσως μὲν εἰδέναι, ὑπερβαλλόντως δὲ μή, ἀλλ’ ἐφ’ ὅσον οἷόν τε εἰδέναι ἄριστα ἂν ἔχοι· ἡ δὲ μεσότης περὶ τὰ πάθη καὶ τὰς πράξεις ἐστίν, ἐκλεκτικὴ οὖσα τοῦ ἐν αὐτοῖς πρὸς ἡμᾶς μέσου, οἷον ἐν πάθεσιν ἔσται φοβηθῆναι καὶ μᾶλλον καὶ ἧττον, ὧν ἑκάτερον οὐκ εὖ, καὶ μέσον, ὅπερ ἐστὶ τῆς ἀρετῆς· τὸ δὲ μέσον ἀφορί‐ | |
25 | ζεται τῷ ὅτε δεῖ ἡσθῆναι καὶ ἐφ’ οἷς ἢ κατὰ τοὺς ἄλλους τοὺς εἰρημέ‐ νους διορισμούς. ὁμοίως δὲ καὶ περὶ τὰς πράξεις ἐστὶν ὑπερβολὴ καὶ ἔλλει‐ ψις καὶ μέσον, οἷον ἀναλῶναι χρήματα καὶ καθ’ ὑπερβολὴν ἔστιν, ὅταν πλέον τις τοῦ δεόντος δαπανᾷ καὶ κατ’ ἔλλειψιν, ὅταν ἐνδεέστερον τοῦ δέοντος ἀνα‐ λώσῃ, καὶ τὸ μέσον, ὅταν καὶ ὅσον δεῖ καὶ ὁποῖον δεῖ καὶ κατὰ τοὺς ἄλλους | |
30 | διορισμοὺς ἀναλώσῃ, ὅπερ ἤδη ἀρετῆς. μεσότης τις ἄρα ἤδη ἐστὶ καὶ ἡ ἀρετὴ διὰ τοῦτο, ἐπειδὴ στοχαστική ἐστι τοῦ μέσου. ἔτι τὸ μὲν ἁμαρ‐ τάνειν πολλαχῶς ἔστιν. ὅτι ἡ κακία ἐν ὑπερβολῇ ἐστι καὶ ἐλλείψει, ἡ δὲ ἀρετὴ ἐν μεσότητι τῇ πρὸς ἡμᾶς πειρᾶται καὶ δι’ ἄλλων διδάσκειν· τὸ μὲν γὰρ ἁμαρτάνειν, φησί, πολλαχῶς ἐστι, τὸ δὲ κατορθοῦν μοναχῶς. | |
35 | ὅτι δὲ τὸ ἁμαρτάνειν πολλαχῶς, μαρτυροῦσι καὶ οἱ Πυθαγόρειοι, τοῦ μὲν | 47 |
48 | ἀπείρου εἰπόντες τὸ κακόν, τὸ δ’ ἀγαθὸν τοῦ πεπερασμένου. διὸ τὸ μὲν ἁμαρτάνειν ῥᾴδιον· πολλαχῶς γὰρ ἔστιν ἀποτυγχάνειν καὶ ἐπὶ τὰ δεξιὰ βάλλοντι τοῦ σκοποῦ καὶ ἐπὶ τὰ ἀριστερὰ καὶ ὑπὲρ αὐτὸν καὶ ἐνδοτέρως· τὸ δὲ κατορθοῦν τῷ ἐπιτυγχάνειν τοῦ σκοποῦ· μοναχῶς δὲ ἔστιν ἐπιτυγχάνειν | |
5 | τοῦ σκοποῦ. καὶ ἐκ τούτου οὖν φανερόν, ὅτι τῆς μὲν κακίας ἡ ὑπερ‐ βολὴ καὶ ἡ ἔλλειψις, τῆς δ’ ἀρετῆς ἡ μεσότης. ἡ μὲν γὰρ μεσότης μία, ἡ δὲ ὑπερβολὴ καὶ ἡ ἔλλειψις δύο τρόποι κακιῶν· ἔτι δὲ ἐν ἑκάστῃ ὑπερβολῇ πολλαχῶς ἔστιν ὑπερβάλλειν, ἐπιτεινομένης τῆς ὑπερβολῆς καὶ ἀνει‐ μένης· ὁμοίως καὶ ἐν ἑκάστῃ ἐλλείψει, εἴτε ἔλαττον ἢ μᾶλλον τῆς ἐλλείψεως | |
10 | γινομένης· κατὰ δὲ τὴν μεσότητα μοναχῶς ἔστι κατορθοῦν. ἓν γὰρ ὥσπερ εἴρηται τὸ μέσον. Ἔστιν ἄρα ἡ ἀρετὴ ἕξις προαιρετική, ἐν μεσότητι οὖσα, τῇ πρὸς ἡμᾶς, ὡρισμένῃ λόγῳ. ὅτι δὲ ὁ ὁρισμὸς ὀρθῶς ἀποδέδοται, δῆλον. καὶ γὰρ ἕξις οὖσα δέδεικται καὶ προαιρετική, εἴτε προαίρεσίς ἐστιν εἴτε μή· | |
15 | δέδεικται δὲ καὶ ἐν μεσότητι οὖσα οὐ κατὰ τὸ πρᾶγμα ἀλλὰ τῇ πρὸς ἡμᾶς· τὸν δὲ ὅρον τῆς μεσότητος ἔχομεν παρὰ τοῦ λόγου, ᾧ ὁρίζεται μήτε πλεῖον εἶναι μητ’ ἔλαττον· ὁ γὰρ λόγος εὖ ὑπαγορεύει τὰ ἐν ταῖς πράξεσι. ταῦτα μὲν οὖν ἀποχρώντως ἔχει εἰς τὸν τῆς ἀρετῆς λόγον, τὰ δ’ ἄλλα ὥσπερ ἐξηγητικά ἐστι τῶν ἐν τῷ ὁρισμῷ. εἶπε γὰρ αὐτὴν ἐν μεσότητι εἶναι τῇ | |
20 | ὡρισμένῃ λόγῳ. καὶ ἐπεξηγεῖται ποίῳ λόγῳ· τῷ τοῦ φρονίμου καὶ ᾧ ἂν ὁ φρόνιμος ὁρίσειεν. πάλιν δὲ ἐπεὶ μεσότητι εἴρηκεν, ὑπομιμνήσκει ὥς ἐστι μεσότης διὰ τὸ μεταξὺ εἶναι δύο κακιῶν τῆς τε καθ’ ὑπερβολὴν καὶ τῆς κατ’ ἔλλειψιν· πῶς δ’ ἐστὶν ἡ μὲν καθ’ ὑπερβολήν, ἡ δὲ κατ’ ἔλλειψιν, καὶ τοῦτο ὑπομιμνήσκει. ὑπερβολαὶ γὰρ καὶ ἐλλείψεις αἱ κακίαι τῷ τὰς μὲν | |
25 | ἐλλείπειν, τὰς δὲ ὑπερβάλλειν ἔν τε τοῖς πάθεσι καὶ ταῖς πράξεσιν, ἡ δὲ ἀρετὴ τὸ μέσον καὶ αἱρεῖται καὶ εὑρίσκει. Ὃ δὲ ἑξῆς ἐπιφέρει ἔχει τινὰ ἀπορίαν· φησὶ γὰρ κατὰ μὲν τὴν οὐ‐ σίαν καὶ τὸν λόγον τὸν τὸ τί ἦν εἶναι λέγοντα μεσότητα εἶναι τὴν ἀρετήν· κατὰ δὲ τὸ ἄριστον καὶ τὸ εὖ ἀκρότητα. ἢ μήποτε τοῦτο μὲν | |
30 | αὐτῇ ὑπάρχει, τὸ δὲ εἶναι καὶ ἡ οὐσία αὐτῆς κατὰ τὴν μεσότητα εὑρίσκεται. ὥσπερ γὰρ καὶ ἐν ταῖς ἀποδείξεσι τὸ κυριώτατον ἡ αἰτία, ὃς καὶ μέσος ὅρος ἐστίν, οὕτως καὶ ἐν τοῖς ὁρισμοῖς, εἴ τις παραλαμβάνειν δύναιτο, δι’ ἣν τοιοῦ‐ | |
τόν ἐστι τὸ ὁριστόν, τὸ εἶναι αὐτῷ τί ποτέ ἐστιν ἀποδώσει. εἴρηται δὲ | 48 | |
49 | περὶ τούτων ὑπ’ αὐτοῦ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς. ἔστι δὲ αἰτία τοῦ εἶναι ἀρετὴν ἑκάστην ἡ ἐν τοῖς πάθεσι καὶ ταῖς πράξεσι μεσότης. τὸ δὲ εἶναι ἀκρότητα τὴν κατὰ τὸ εὖ ἔοικε τοῖς ὑπ’ αὐτοῦ λεγομένοις συμπερα‐ σματικοῖς ὅροις, οἷον τί ἐστι τετραγωνισμός· ὁ μὲν τοιοῦτος ὁρισμὸς ‘μέσης | |
5 | εὕρεσισ‘ ἀποδίδωσι τὴν αἰτίαν, καθ’ ἣν τετραγωνίζεται, ὁ δὲ εἰπὼν τε‐ τραγωνισμὸν εἶναι τὸ ἴσον εὑρεῖν ἑτερομήκει τετράγωνον συμπέρασμα εἴ‐ ρηκε. δείξας γὰρ ὁ γεωμέτρης τῷ ἀπὸ τῆς μέσης τῶν περιεχουσῶν τὸ ἑτε‐ ρόμηκες πλευρῶν ἴσον τὸ ὑπὸ τῶν πλευρῶν περιεχόμενον ἐποίσει συμπέρασμα· ἴσον ἄρα εὕρηται τετράγωνον τῷ δοθέντι ἑτερομήκει. τοιοῦτον δὲ καὶ ἐπὶ | |
10 | τῶν τῆς ἀρετῆς ὁρισμῶν ἐστιν· ὁ μὲν γὰρ εἰπὼν μεσότητα εἶναι καὶ ἐν πάθεσι καὶ πράξεσι τὴν οὐσίαν αὐτῆς εἴρηκε καὶ δι’ ὅ ἐστιν ἀρετή, ὁ δὲ εἰπὼν ἀκρότητα κατὰ τὸ εὖ ὥσπερ συμπέρασμα λέγει. ἐπεὶ γάρ ἐστι με‐ σότης ἐν πάθεσι καὶ πράξεσιν, εἴη ἂν ἀκρότης κατὰ τὸ εὖ. Οὐ πᾶν δέ φησι πάθος οὐδὲ πᾶσαν πρᾶξιν ἐπιδέχεσθαι τὴν μεσότητα. | |
15 | ἔνια μὲν γὰρ τῶν παθῶν ἐπιδέχεται μεσότητα, ὅταν ᾧ δεῖ καὶ ἐφ’ ὅσον δεῖ καὶ πρὸς οὓς δεῖ καὶ κατὰ τοὺς ἄλλους γίνηται διορισμούς· ἢ γάρ ἐστι καθ’ ὑπερβολήν, ὅταν ἐπὶ πλεῖον ἤδη γίνηται ἢ πρὸς οὓς οὐ δεῖ ἢ ὅλως κατὰ παράβασίν τινα τῶν διωρισμένων περὶ τῆς μεσότητος· τὸν αὐτὸν δὲ τρόπον καὶ ἡ κατ’ ἔλλειψιν ὀργὴ ἡμαρτημένον ἐστὶ τῷ ἐνδεῖν τοῦ προσήκοντος | |
20 | μέτρου. καὶ μὴν ἐπὶ τῶν πράξεών εἰσί τινες ἐπιδεχόμεναι μεσότητα καὶ ὑπερβολὴν καὶ ἔνδειαν, οἷον ἐπὶ δόσει χρημάτων· καὶ γὰρ ἐπὶ πλέον δοῦναι ἔστιν, ὅπερ τῆς καθ’ ὑπερβολὴν κακίας ἔργον, καὶ ἐπ’ ἔλαττον, ὅπερ τῆς κατ’ ἔλλειψιν, καὶ μέσως, ὅπερ μόνης τῆς ἀρετῆς ἔργον ἐστίν. ἐν μὲν οὖν τοῖς τοιούτοις πάθεσι καὶ ταῖς τοιαύταις πράξεσίν ἐστι καὶ ἡ ὑπερβολὴ καὶ ἡ | |
25 | μεσότης καὶ ἡ ἔνδεια ἔνια δὲ πάθη καὶ ἔνιαι πράξεις οὐκ ἐπιδέχονται τὸ μέσον, ἀλλ’ εὐθύς, ὥς φησιν, ὠνόμασται τὸ πάθος ἢ ἡ πρᾶξις μετὰ τῆς φαυλότητος συνειλημμένα· οἷον ἐν μὲν πάθεσιν ἐπιχαιρεκακία φθόνος ἀναισχυντία, ἐν δὲ πράξεσι μοιχεία κλοπὴ ἀνδροφονία. οὐ γὰρ ἔστιν εἰπεῖν τὸν μέν τινα εἶναι μέσον φθόνον καὶ ἐπαινετόν, τὸν δέ | |
30 | τινα ὑπερβάλλοντα καὶ τοῦτον ψεκτόν, ἀλλ’ ἁπλῶς ὁ φθόνος κακόν, ὁμοίως καὶ ἐπιχαιρεκακία καὶ ἀναισχυντία. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν εἰρη‐ μένων πράξεων ἔχει· οὔτε γὰρ ἐν τῇ μοιχείᾳ οὔτε ἐν τῇ ἀνδροφονίᾳ οὔτε | |
ἐν τῇ κλοπῇ κατορθοῦν οὐδέποτε ἔστιν οὔτε δὲ εὖ ἢ τὸ μέσον ἐπαινετὸν ἐν | 49 | |
50 | αὐτοῖς ἐν τῷ ἣν δεῖ καὶ ὅτε δεῖ καὶ ὡς δεῖ μοιχεύειν, ἀλλ’ ἁπλῶς τὸ ποιεῖν ὁτιοῦν κακὸν καὶ ἀδίκημά ἐστιν. οὐ δεῖ δὲ ταράττεσθαι ὑπὸ τῶν λεγόντων τινὰς μοιχείας ἐπαινετάς, οἷον εἴ τις τυράννου γυναῖκα διαφθεί‐ ρας τούτῳ τῷ τρόπῳ προσελθὼν καὶ ἀποκτείνας τὸν τύραννον ἐλευθερώσειε | |
5 | τὴν πατρίδα· οὐ γάρ ἐστι μοιχεία τοῦτο, ἀλλὰ νῦν ἐμφαίνει κατὰ τοὔνομα ἡ μοιχεία τὴν ἀκολασίαν καὶ τὴν ἧτταν τῶν ἡδονῶν καὶ τὴν παρανομίαν, καθάπερ καὶ ἡ ἀνδροφονία οὐ λέγεται τὸ ὅπως ἀποκτεῖναί τινα· ἀποκτείναι γὰρ ἄν τις δικαίως καὶ ἐπαινετῶς, οἷον πολέμιον λῃστήν· ἀλλ’ ἐν τῷ ὀνό‐ ματι τῆς ἀνδροφονίας παρείληπται τὸ ἀδίκως καὶ παρανόμως ἀποκτεῖναι. | |
10 | † Χεῖρον δὲ εἰς τὸ μὴ εἶναι μεσότητα μηδεμίαν ἐν ταῖς εἰρημέναις πράξεσι, μεταβαίνει ἐπὶ τὰς μοχθηρὰς ἕξεις, ἐκ τούτων ἐνδεικνύμενος τὸ προ‐ κείμενον αὐτῷ. ὥσπερ γὰρ περὶ τὸ ἀδικεῖν καὶ ἀκολασταίνειν καὶ δειλαίνειν οὐκ ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις καὶ μεσότης, ἀλλ’ ὅλη ἡ τοιαύτη ἕξις ἡμαρ‐ τημένη ἐστίν, οὕτως οὐδ’ ἐν ταῖς εἰρημέναις πράξεσιν ἔνεστιν ὑπερβολὴ καὶ | |
15 | μεσότης καὶ ἔνδεια. ζητεῖται δὲ πῶς εἶπε περὶ τὸ ἀδικεῖν καὶ δειλαίνειν μὴ εἶναι μεσότητα καὶ ὑπερβολὴν καὶ ἔλλειψιν. εἰ γάρ εἰσιν ἀνέσεις καὶ ἐπι‐ τάσεις ταῖς κακίαις, εἴη ἂν καὶ ἐπίτασις καὶ ἄνεσις ἐν τῇ δειλίᾳ, ὁμοίως καὶ ἐν τῇ ἀκολασίᾳ, ὥστε οὐδὲν κωλύει ὑπερβολῆς ὑπερβολὴν εἶναι ἄλλην ἄλλης μᾶλλον καὶ ἐλλείψεως ἔλλειψιν. ἢ διχῶς λέγεται ἡ ὑπερβολὴ καὶ ἡ ἔλλειψις | |
20 | ἡ ἐν ταῖς κακίαις, ἡ μὲν ἐν αὐτῇ τῇ κακίᾳ ὥστε ἄλλην ἄλλης ὑπερβάλλειν μᾶλλον καὶ ἄλλην ἄλλης μᾶλλον ἐνδεῖν, ἄλλως δὲ λέγεται ἡ ὑπερβολὴ καὶ ἡ ἔλλειψις ὡς πρὸς τὴν μεσότητα καὶ ἀρετήν. κατὰ μὲν οὖν τὸ πρότερον τῶν ῥηθέντων ἐνδέχεται ὑπερβάλλεσθαι ἄλλην ὑπ’ ἄλλης κακίας καὶ ἐπιτείνεσθαι μᾶλλον καὶ ἀνίεσθαι, ὡς δὲ πρὸς τὴν μεσότητα σκοποῦντι οὐκ ἔστι τῆς ὑπερ‐ | |
25 | βολῆς τὸ μὲν ὑπερβολὴ τὸ δὲ ἔλλειψις. ἔσται γὰρ οὕτως τις, φησί, μεσό‐ της καὶ ἀρετὴ ἐν αὐτῇ τῇ κακίᾳ· τοῦτο δὲ ἀδύνατον. κατὰ δὴ τοῦτον τὸν λόγον οὔτε ὑπερβολὴ ὑπερβολῆς ἔσται οὔτε ἔλλειψις ἐλλείψεως, ἵνα μὴ με‐ σότητες ὦσιν ἐν ταῖς κακίαις. ἔτι δὲ καὶ ἐκ τῶν ἀρετῶν δῆλον· ὥσπερ γὰρ τῆς σωφροσύνης καὶ τῆς ἀνδρείας καὶ ὅλως τῆς ἀρετῆς μεσότητος οὔσης οὐκ | |
30 | ἔστιν ἐν αὐτῇ τῇ μεσότητι τὸ μὲν ὑπερβολὴ τὸ δὲ ἔλλειψις τὸ δὲ μέσον, διὰ τὸ 〈τὸ〉 μέσον εἶναι ἄκρον κατὰ τὸ εὖ καὶ ὡρίσθαι· τοῦτο δὲ εἰ ἔχει οὕτως, οὐδὲ τῶν κακιῶν ἐστι μεσότης οὐδ’ ὑπερβολὴ καὶ ἔλλειψις, ἀλλ’ ὡς ἂν | |
πράττηται τὰ κατὰ τὴν κακίαν, ἁμαρτάνεται, καὶ τῶν ἐφ’ ἑκάτερα μερῶν | 50 | |
51 | τῆς ἀρετῆς τὸ μὲν ὑπερβολή ἐστι πᾶν, τὸ δ’ ἔλλειψις. εἰ δὲ ταῦτα οὕτως ἔχει, οὐδὲν θαυμαστὸν καὶ τὰς εἰρημένας πράξεις μοιχείαν καὶ κλοπὴν μὴ ἔχειν τὸ μέσον ἀλλ’ ὅλην εἶναι τὴν πρᾶξιν κακήν, ὁμοίως δὲ καὶ τὰ λεχθέντα πάθη, ὅπως ἂν γίνηται, ἡμαρτημένα εἶναι, φθόνον ἐπιχαιρεκακίαν ἀναισχυντίαν. ἆρ’ | |
5 | οὖν πάθη μέν ἐστιν οὐκ ἐπιδεχόμενα τὸ εὖ, ὁμοίως δὲ καὶ πράξεις, πάθη δὲ ἕτερα οὐκ ἔστιν οὐδὲ πράξεις καὶ τὸ φαῦλον ὅλως οὐκ ἐπιδεχόμεναι; ἢ οὐκ ἄπορον καὶ τοιαῦτα εὑρεῖν οἷον νέμεσιν μὲν καὶ αἰδῶ, πάθη ἐπαινετά, ἀριστείας τυραννοκτονίας, πράξεις ἐπαινετὰς συνειλημμένον ἐχούσας τὸ εὖ ἐν τῷ ὀνόματι; | |
10 | Ἐπεὶ δὲ καθόλου εἴρηται περὶ ἀρετῆς, ὅτι τίς ἐστι μεσότης, ἐν δὲ τοῖς περὶ τὰς πράξεις λόγοις οἱ μὲν κοινότεροι καθόλου εἰσίν, ὥς φησιν, οἳ δ’ ἐπὶ μέρους ἀληθινώτεροι (περὶ γὰρ τὰ καθ’ ἕκαστα αἱ πράξεις), βούλεται καθ’ ἑκάστην ἀρετὴν καὶ κακίαν εἰπὼν δεῖξαι μεσότητα μὲν τὴν ἀρετήν, τῶν δὲ κακιῶν τὴν μὲν ὑπερβολὴν τὴν δὲ ἔλλειψιν. διὰ τί δὲ λέγει | |
15 | κοινοτέρους εἶναι τοὺς λόγους ἐν τοῖς πρακτικοῖς, γένοιτ’ ἂν ὧδε γνώριμον· ἐν μὲν γὰρ ταῖς ἐπιστήμαις οἱ καθόλου λόγοι οὐ δείκνυνται διὰ τῶν καθ’ ἕκαστα οὐδὲ ἐκ τῶν ἐπὶ μέρους, λέγω δὲ ἐν ταῖς κυρίως ἐπιστήμαις, ἀλλὰ διὰ τῶν καθόλου. ὁ γὰρ γεωμέτρης, ὅτι αἱ τοῦ τριγώνου τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι, οὐ δείκνυσιν ἐκ τῶν καθ’ ἕκαστα τριγώνων ἐπαγωγῇ χρώμενος, | |
20 | οἷον ἐπεὶ τόδε τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς τρεῖς καὶ τόδε καὶ ἕκαστον τῶν ἐν μέρει, διὰ τοῦτο καὶ καθόλου ἀληθὲς πᾶν τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχειν τὰς τρεῖς γωνίας· ἀλλ’ ἀποδείξει κέχρηται καθολικῇ καὶ δείκνυσι τοῦθ’ οὕτως ἔχειν. ἐν δὲ τοῖς πρακτικοῖς ἡ τοῦ καθόλου πίστις ἐκ τῶν ἐν μέρει, ὡς ἔστιν ἰδεῖν καὶ ἐπὶ ἰατρικῆς. ὅτι γὰρ τὸ θερμαντικὸν ἀνίησι | |
25 | καὶ χαλᾷ, ἐκ τῶν ἐν μέρει πιστοῦται. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν κατὰ τὰς ἀρετάς· ὅτι γὰρ μεσότης, οὐκ ἐξαρκεῖ καθόλου εἰπεῖν, ἀλλὰ καὶ ἐφ’ ἑκάστης ἀρετῆς ἐπιόντα χρὴ δεικνύναι μεσότητα αὐτήν· εἰ δὲ μή, κενοὶ γί‐ νονται οἱ καθόλου λόγοι, μὴ ἐφαρμόττοντες τοῖς ἐν μέρει καὶ καθ’ ἕκαστα· καὶ γὰρ αἱ πράξεις ἐν τῷ καθ’ ἕκαστά εἰσι· διὰ δὴ τοῦτο, ἐπὶ κεφαλαίων | |
30 | διέγραψε τὰς ἀρετὰς καὶ τὰς ἐφ’ ἑκάτερα ἑκάστης αὐτῶν κακίας, καὶ δεῖ ὑπο‐ γεγράφθαι· τοῦτο γὰρ ἔοικε βούλεσθαι, ἅμα δὲ καὶ λόγῳ διὰ βραχέων περὶ ἑκάστης αὐτῶν ἐπέξεισι. περὶ μὲν οὖν φόβους καὶ θάρρη, πάθη ὄντα, μεσότης ἀνδρεία ἐστίν, αἱρουμένη τὸ μέσον ἐφ’ ἑκατέρων τῶν παθῶν· ὁ δὲ κατὰ τὴν ὑπερβολὴν τεταγμένος τὰ μὲν πολλὰ εἴωθε λέγεσθαι θρασύς, νῦν | |
35 | δέ τινας δύο λέγει τοὺς ὑπερβάλλοντας, τὸν μὲν τῷ μὴ φοβεῖσθαι ἀνώνυμον | 51 |
52 | ὄντα, τὸν δὲ τῷ θαρρεῖν ὑπερβάλλοντα θρασύν. πῶς δὲ ἀνώνυμον λέγει τὸν τῇ ἀφοβίᾳ ὑπερβάλλοντα; ἡ μὲν γὰρ κακία ἀφοβία, αὐτὸς δὲ ἄφοβος λέγεται· ἢ ὡς οὐκ ὠνομασμένου πρότερον; διὰ γὰρ τὸ μηδὲ εἶναί τινας τοιούτους οὐδ’ ὠνόμασται ἡ τοιαύτη κακία οὐδ’ ὁ κατ’ αὐτὴν μοχθηρός. εἴη δ’ ἂν οὗτος | |
5 | ὁ μηδὲν ὅλως φοβούμενος μηδὲ τὰ μέγιστα καὶ ὑπὲρ ἄνθρωπον, οἷον σεισμῶν ὑπερβολὴν ἢ κεραυνῶν. τὰ μὲν δὴ πολλὰ καὶ ὁ ἀνδρεῖος ἄφοβος· ὁ δὲ κατὰ τὴν κακίαν τεταγμένος μαινόμενός τις ὡς εἰπεῖν καὶ οὐδὲ πρὸς τὰ ὑπὲρ ἄν‐ θρωπον ἐνδιδούς. δοκεῖ μὲν οὖν καὶ ὁ θρασὺς ἄφοβος εἶναι, πλὴν διαφοράν γέ τινα ἔστιν αὐτῶν εὑρεῖν, ὅτι ὁ μὲν θρασὺς καὶ ἰτητικός τίς ἐστιν ἐπὶ τὰ | |
10 | δεινά, ὁ δὲ ἄφοβος ἐν αὐτῷ μόνῳ νοεῖται τῷ μὴ φοβεῖσθαι. ἴσως δὲ ὁ μὲν θρασὺς καὶ ἄφοβος, ὁ δὲ ἄφοβος οὐ πάντως θρασὺς οὐδὲ ἰτητικός. οὐκέτι δὲ κατὰ τὴν ἔλλειψιν δύο ἀντέθηκε· τὸν μὲν τῷ ἀφόβῳ ἐνδέοντα τῇ ἀφοβίᾳ, τὸν δὲ τῷ θρασεῖ ἐνδέοντα τῷ θαρρεῖν, ἀλλ’ ἕνα ἐποίησε τῶν κατὰ τὴν ἔλ‐ λειψιν τὸν δειλόν, ὑπερβάλλοντα μὲν τῷ φοβεῖσθαι, ἐλλείποντα δὲ τῷ θαρρεῖν. | |
15 | καίτοι εἰ καὶ ἴσως δυνατὸν ἦν ἐπινοεῖν, πάντως ὁ ἐλλείπων τῷ θαρρεῖν ὑπερ‐ βάλλει τῷ φοβεῖσθαι καὶ ὁ ὑπερβάλλων τῷ φοβεῖσθαι ἐλλείπει τῷ θαρρεῖν. ἴσως δὲ καὶ διὰ τοῦτο ἓν ἀντέθηκεν ὡς δυνατὸν μὲν καὶ μίαν ἔλλειψιν ποιεῖν καὶ μίαν ὑπερβολήν· δυνατὸν δὲ καὶ δύο ὑπερβολὰς καὶ δύο ἐλλείψεις, εἴ τις ἐπινοεῖν βούλοιτο. | |
20 | Τὴν δὲ σωφροσύνην περὶ ἡδονὰς καὶ λύπας φησὶν εἶναι μεσότητα, οὐ περὶ πάσας ἀλλὰ τὰς σωματικάς, καὶ οὐ περὶ τὰς σωματικὰς ἁπάσας ἀλλὰ τὰς δι’ ἁφῆς, οἷον τὰς διὰ βρώσεως καὶ πόσεως καὶ ἀφροδισίων· ἧττον δὲ περὶ λύπας. ἡ γὰρ ἐνέργεια τοῦ σώφρονος περὶ ἡδονάς ἐστιν αἱρουμένου τὸ ἐν αὐταῖς μέσον. τοσοῦτον δὲ λέγεται περὶ τὰς λύπας [αὐτὸν] εἶναι ὅσον οὐ | |
25 | λυπεῖται ἐπὶ τῇ ἀπουσίᾳ τῶν ἡδονῶν· ὑπερβολὴ δὲ ἡ ἀκολασία, ἡ δὲ ἔλλειψις ἀνώνυμος διὰ τὸ μὴ γίνεσθαι ἐλλείποντάς τινας, λεγέσθω δὲ ἀναισθησία. Ἐπεὶ δὲ ὁ ἐλευθέριος περὶ δόσιν καὶ λῆψιν χρημάτων τὸ μέσον αἱρού‐ μενος, ἐν ἑκατέρῳ καὶ τῶν ἄκρων, θάτερος περὶ ἄμφω ἐστὶν ἁμαρτητικός. ἐναντίως δέ φησιν ὑπερβάλλουσι καὶ ἐλλείπουσιν· ὁ μὲν γὰρ ἄσω‐ | |
30 | τος ἐν μὲν προέσει ὑπερβάλλει, ἐν δὲ λήψει ἐλλείπει, ὁ δ’ ἀνελεύ‐ θερος τοὐναντίον. ἐνίοτε δ’ ἁπλῶς ὑπερβολὴ μὲν λέγεται ἡ ἀσωτία, ἔλ‐ λειψις δὲ ἡ ἀνελευθερία· καὶ οὐκ ἀλόγως. ἔστι μὲν γὰρ περὶ ἀμφότερα, ὥσπερ εἴρηται, ὁ ἐλευθέριος, περὶ δόσιν καὶ λῆψιν, μᾶλλον δὲ περὶ δόσιν, καὶ περὶ τοῦτό ἐστιν ἡ προηγουμένη αὐτοῦ ἐνέργεια, ἡ δὲ λῆψις ἐξ ὑποθέσεώς | |
35 | ἐστιν αὐτῷ, εἰ ἐν χρείᾳ εἴη πολλῇ. περὶ ὃ οὖν ἐστιν ἡ προηγουμένη τοῦ | |
ἐλευθερίου ἐνέργεια, ὑπερβάλλει μὲν ὁ ἄσωτος, ἐλλείπει δ’ ὁ ἀνελεύθερος. | 52 | |
53 | Ὅσα δὲ περὶ ἀρετῶν ἑξῆς ἢ κακιῶν διαλέγεται, ἐπεὶ ὕστερον ἐρεῖ ἀκριβέστερον, ὑπερκείσθω εἰς τότε. τοσοῦτον δὲ νῦν ἐπισκεπτέον πῶς περὶ ὀργὴν μεσότητα καὶ ὑπερβολὴν καὶ ἔλλειψιν ἀνωνύμως εἶναι πρότερον λέγει. καίτοι ἡ πραότης καὶ ὁ πρᾷος καὶ ὑπὸ Πλάτωνος καὶ ὑπὸ τῶν ἄλλων τότε | |
5 | φιλοσόφων ὠνομάζετο· καὶ ἡ ὀργιλότης δὲ καὶ ὁ ὀργίλος κατὰ τὴν ὑπερβολὴν τεταγμένος παλαιὸν ὄνομα, ἴσως δὲ καὶ ἡ ἀοργησία παρ’ αὐτοῦ ὠνόμασται, καίτοι ἀόργητοί τινες ἀεὶ ἐλέγοντο ὑπὸ τῶν Ἑλλήνων. εἰ μὴ ἄρα· ἡ μὲν πραότης ἔκειτο ἐπὶ τοῦ ἡσύχου ἢ ἀοργήτου, ἐπὶ δὲ τοῦ μέσως ἔχοντος πρὸς ὀργὰς καὶ ὅτε μὲν δεῖ ὀργιζομένου καὶ ὡς δεῖ καὶ κατὰ τοὺς ἄλλους διορισ‐ | |
10 | μούς, πάλιν δὲ μὴ ὀργιζομένου, ὅτε μὴ προσήκει, αὐτὸς ἔθετο τὸ τοῦ πρᾴου ὄνομα καὶ πραότητα ὠνόμασε τὴν τοιαύτην ἀρετήν. πάλαι δὲ ὀργίλος μὲν ὠνο‐ μάζετο κατὰ τὴν φυσικὴν ἐπιτηδειότητα καὶ δύναμιν, αὐτὸς δὲ ἤνεγκε τοὔ‐ νομα ἐπὶ τὸν ἔχοντα τὴν ἕξιν, καθ’ ἣν ὑπερβαλλόντως κατέχεται ὑπὸ ὀργῆς· τὴν δὲ ἔλλειψιν ἀοργησίαν ὠνόμασε. καὶ γὰρ οὐδ’ ἂν εὕροιμεν ἐπὶ τῶν ἄλ‐ | |
15 | λων κακιῶν παρωνομασμένας αὐτὰς ἀπὸ τῶν παθῶν διὰ τὸ τὰς δυνάμεις παρωνομάσθαι, οἷον ἐπὶ τῆς ἀνδρείας ὁ μὲν ἐλλείπων δειλὸς καλεῖται, ὁ δὲ ὑπερβάλλων θρασύς. οὗτος δὲ δοκεῖ μὲν ἀπὸ τοῦ θάρσους ὠνομάσθαι. οὐ μὴν ἔχει οὕτως· μεταβέβληκε γὰρ τοὔνομα καὶ θρασὺς ὀνομάζεται. ἐπὶ δὲ τῆς σωφροσύνης οὐχὶ ἡδονικὸς λέγεται ὁ ὑπερβάλλων ἀλλ’ ἀκόλαστος, ὁ δὲ | |
20 | ἐλλείπων ἀναίσθητος. ἔχει δὲ καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἐπὶ δὲ τῆς πρα‐ ότητος ἀνωνύμων οὐσῶν τῶν κατὰ τὰς ὑπερβολὰς καὶ ἐνδείας ἕξεων, παρω‐ νόμασεν αὐτὰς ἀπὸ τῶν παθῶν. Μετὰ δὲ ταύτας λέγει τρεῖς εἶναι μεσότητας, ἐχούσας μέν τινα κοινω‐ νίαν πρὸς ἀλλήλας, διαφερούσας δ’ ἀλλήλων· λέγει δὲ αὐτὰς πάσας περὶ | |
25 | λόγων καὶ πράξεων κοινωνίαν εἶναι. διαπορεῖται δὲ τοῦτο εἰ μὴ περὶ πάσας τὰς ἀρετὰς ἔστι τὸ περὶ λόγων καὶ πράξεων κοινωνίαν εἶναι. ἢ τῶν λοιπῶν ἀρετῶν αἱ ἐνέργειαι πλὴν τῆς δικαιοσύνης γίνοιντ’ ἂν καὶ καθ’ ἑαυ‐ τὸν τῷ ἐναρέτῳ, οἷον ὁ σώφρων οὐ μόνον ἐν τῇ πρὸς ἄλλον κοινωνίᾳ χρῆται τῷ σωφρονεῖν ἀλλὰ καὶ πρὸς αὑτὸν ἐν διαίτῃ ἐν ἀμπεχόνῃ τοῖς ἄλλοις τοῖς | |
30 | κατὰ τὸν βίον. ἔστι δὲ καὶ ἐν πράξεσιν ἄνευ τοῦ λέγειν δυνατὸν χρῆσθαι τῇ σωφροσύνῃ· ὁμοίως δὲ καὶ ἐπὶ ἀνδρείας καὶ ἐλευθεριότητος καὶ τῶν ἄλλων ἀρετῶν. καὶ γὰρ πρὸς αὑτὸν ἐλευθέριος 〈ὁ〉 ὡς δεῖ ἀναλίσκων εἰς ἑαυτὸν ἢ ἀνδρεῖος ὁ μὴ φοβούμενος μηδὲ ταραττόμενος ῥᾳδίως ὑπὸ τῶν προσδοκω‐ | |
μένων δεινῶν ἢ κακῶν. ἡ δὲ δικαιοσύνη ἐστὶ μὲν ἐν κοινωνίᾳ πάντως, ἀλλ’ | 53 | |
54 | ἔστι καὶ μὴ λέγοντα χρῆσθαι αὐτῇ. αἱ δὲ λεγόμεναι νῦν τρεῖς ἕξεις πάντως ἐν κοινωνίᾳ λόγων εἰσὶ καὶ πράξεων· δῆλον δ’ ἐξ αὐτῶν· ὀνοματοποιεῖ δὲ τὰ πολλὰ καὶ ἐκ τοῦδε δὲ φανερὸν ἔσται. ὄντος δὲ τοῦ ἀληθοῦς τιμίου καὶ τῆς ἀληθείας συγγενεστάτης τῇ φιλοσόφῳ φύσει, εἰσί τινες περὶ αὐτὴν κατορ‐ | |
5 | θωτικοὶ καὶ λόγῳ καὶ ἔργῳ, οἱ δὲ ἁμαρτητικοί. καλεῖ δὲ τὴν μὲν ἀρετὴν ἀλήθειαν μεσότητα οὖσαν καὶ τὸν κατ’ αὐτὴν ἀληθῆ τινα, τὰ ὑπάρχοντα αὑτῷ ἐν τῇ πρὸς τοὺς πέλας ὁμιλίᾳ καὶ λόγῳ καὶ ἔργῳ ἐνδεικνύμενον, ὁποῖα τυγχάνει ὄντα, οὔτε ἐπὶ τὸ πλέον ἐξαίροντα οὔτε ἐπὶ τὸ ἔλαττον, διὰ τὸ φι‐ λεῖν καὶ περὶ πολλοῦ ποιεῖσθαι τὴν ἀλήθειαν. τῶν δὲ κακιῶν τὴν μὲν ὑπερ‐ | |
10 | βολὴν προσποίησιν ἐπὶ τὸ μεῖζον καὶ λόγῳ καὶ ἔργῳ οὖσαν, ὀνομάζει δὲ αὐ‐ τὴν ἀλαζονείαν καὶ τὸν ἔχοντα ἀλαζόνα, πρότερον ὀνομαζομένων ἀλαζόνων τῶν προσποιουμένων μαντείαν ἢ σοφίαν ὥσπερ οἱ σοφισταὶ προσεποιοῦντο καὶ ὅλως τῶν γοήτων τοῦτο ἐχόντων τὸ ὄνομα. οὗτος δὲ [πάντας] τοὺς ἐπὶ τὸ μεῖζον τὰ αὑτῶν λέγοντας ἅπαντας ἀλαζόνας ὠνόμασε καὶ τὴν κακίαν ἀλαζο‐ | |
15 | νείαν, τοὺς δὲ ἐπὶ τὸ ἔλαττον τὰ αὑτῶν κατάγοντας τῷ λόγῳ καὶ προσποι‐ ουμένους ἐλάττω ἔχειν τῶν ὑπαρχόντων αὐτοῖς (μοχθηροὺς μὲν καὶ αὐτούς· πᾶσα γὰρ ἡ περὶ τὸ ψεῦδος σπουδὴ μοχθηρία) εἴρωνας ὠνόμασε καὶ τὴν κακίαν εἰρωνείαν· δοκεῖ δέ τισι μὴ εἶναι κακία ἡ εἰρωνεία· τὸν γὰρ Σωκρά‐ την εἴρωνά φασι γεγονέναι· μήποτε δὲ οὐκ ἦν εἴρων ὁ Σωκράτης. τεκ‐ | |
20 | μήριον δὲ τὸ μηδένα τῶν ἑταίρων αὐτοῦ οὕτως αὐτὸν ὀνομάζειν ἀλλὰ τοὺς πολλοὺς διαμαρτάνοντας αὐτοῦ, οἷον Θρασύμαχον ἢ Μένωνα. ἀλλ’ ἔλεγε, ὡς ἔοικεν, αὑτὸν μηδὲν εἰδέναι παραβάλλων τὴν ἀνθρωπίνην σοφίαν πρὸς τὴν τοῦ θεοῦ. ταῦτα γὰρ καὶ ἐν τῇ τοῦ Πλάτωνος Ἀπολογίᾳ εἴρηται. ἴσως δὲ καὶ τὸ φορτικὸν φυλαττόμενος καὶ ἐπαχθές, οὐ διὰ τὴν πρὸς τὸ ψεῦδος φιλίαν, | |
25 | ἐπ’ ἔλαττον ἔλεγε περὶ ἑαυτοῦ, ὅπερ οὐκ ἔστιν εἰρωνεία. ἢ δύο τρόποι εἰρω‐ νείας, ὁ μὲν ἐπίψογος προσπεποιηκότος τινὸς καὶ ᾠκειωμένου τῷ ψεύδει, ὁ δὲ χαριεντισμῷ ὅμοιος, φυλαττομένου τινὸς τὸ ἐπαχθὲς ἐπὶ τοῖς λόγοις. ταῦτα μὲν ὅπως ἔχει σκεπτέον. Τῶν δὲ λοιπῶν δυοῖν μεσοτήτων περὶ τὸ ἡδὺ ἀμφοτέρων οὐσῶν, ἡ μέν | |
30 | ἐστι περὶ τὸ ἐν παιδιᾷ, μέσως τοῦ σπουδαίου παίζοντος καὶ ἀλύπως τοῖς συγ‐ γινομένοις. καλεῖται δὲ ἡ τοιαύτη ἀρετὴ εὐτραπελία καὶ ὁ ἔχων αὐτὴν εὐ‐ τράπελος, ἡ δ’ ὑπερβολὴ βωμολοχία, ὑπερβαλλόντως τινὸς χρωμένου τῷ γελοίῳ καὶ οὔτε ὡς δεῖ οὔτε πρὸς οὓς δεῖ, ἀλλὰ παραβαίνοντος πάντας τοὺς | |
εἰρημένους διορισμούς. τὴν δὲ ἔλλειψιν ἀγροικίαν ὠνόμαζεν, οἵα γένοιτ’ ἂν | 54 | |
55 | ἀνθρώπου φεύγοντος πᾶσαν παιδιάν. ἄλλη ἐστὶ μεσότης περὶ τὸ ἡδὺ ἐν παντὶ βίῳ, ἥτις ἐστὶ φιλία, ἄλλως χρωμένου τοῦ φίλου φίλῳ κατὰ τὸ ἡδὺ καὶ κατὰ τὸν καιρὸν καὶ ὡς δεῖ. ἡ δὲ ἐπὶ πλέον προσποίησις τῆς φιλίας βουλομένου τινὸς ἀεὶ καὶ ἐν παντὶ ἡδέως φαίνεσθαι, εἰ μὲν οὐδενὸς ἕνεκεν, ἀρέσκεια | |
5 | λέγοιτ’ ἂν καὶ ὁ κατ’ αὐτὴν ἄρεσκος, εἰ δ’ ἕνεκεν κέρδους καὶ ὠφελείας, κόλαξ καὶ ἡ κακία κολακεία· ὁ δὲ ἐλλείπων δύσερις καὶ δύσκολος. Μετὰ δὲ ταῦτα λέγει μεσότητας εἶναί τινας ἐν ψιλοῖς τοῖς πάθεσιν, ἐπαινετὰς μέν, ἀρετὰς δ’ οὐ λέγων εἶναι. ἡ μὲν γὰρ ἀρετὴ περὶ πάθη καὶ πράξεις, οἷον ἀνδρεία περὶ φόβους καὶ θάρρη, ἀλλὰ καὶ ἐν τῷ ἀγωνίζεσθαι | |
10 | καὶ πράττειν τὰ τοῦ ἀνδρείου ἔργα. αἱ δὲ λεγόμεναι νῦν μεσότητες ἐν αὐ‐ τοῖς τοῖς πάθεσι μόνον εἰσίν, οὐκ ἐν ταῖς πράξεσιν, οἷον αἰδὼς καὶ ὁ αἰδή‐ μων μέσος, καταπλὴξ δὲ ὁ ἅπαντα αἰδούμενος ὑπερβάλλων τις τῷ πάθει, ὁ δὲ ἐλλείπων τῷ αἰδεῖσθαι ἀναίσχυντος. καὶ ἡ νέμεσις δὲ παθητικὴ μεσότης, λύπη τις οὖσα ἐπὶ ταῖς παρ’ ἀξίαν εὐπραγίαις τῶν μοχθηρῶν. | |
15 | ὑπερβολὴ δὲ φθόνος ἐπὶ πᾶσι λυπουμένου εὖ πράττουσιν, ὅπερ γοῦν τοῦ φθο‐ νεροῦ. κατὰ δὲ τὴν ἔλλειψιν τάττει τὸν ἐπιχαιρέκακον, τοσοῦτον φάσκων αὐτὸν τοῦ λυπεῖσθαι ἐπ’ ἀλλοτρίαις συμφοραῖς ἀπέχειν, ὥστε καὶ χαίρειν. μήποτε δὲ κατὰ τὴν ἔλλειψιν ὁ τοιοῦτος ᾖ, ἀλλ’ ὁ μὴ λυπούμενος ὅλως ἐπὶ μηδενὶ τῶν εὖ πραττόντων, μηδ’ ἂν τύχῃ ἀνάξιος ὤν, ὁ δὲ ἐπιχαιρέκακος | |
20 | ἤτοι ὁ αὐτὸς τῷ φθονερῷ· τοῦ γὰρ αὐτοῦ λυπεῖσθαι ἐπὶ ταῖς εὐπραγίαις τῶν πέλας καὶ χαίρειν ἐπὶ τοῖς κακοῖς αὐτῶν. ἢ μήποτε ἔστιν ἐπινοῆσαι με‐ σότητά τινα τῇ νεμέσει ἀνάλογον τοῖς κατ’ ἀξίαν συμβαίνουσι τῷ μοχθηρῷ, χαίροντός τινος ἀνωνύμου ὄντος καὶ τῆς κατ’ αὐτὸν ἕξεως· τοῦ δ’ ὑπερβάλ‐ λοντος, ἐπιχαιρεκάκου ὄντος ὡς καὶ ταῖς τῶν μοχθηρῶν εὐπραγίαις καὶ ταῖς | |
25 | τῶν ἀγαθῶν ὁμοίως χαίρειν· τοῦ δὲ κατὰ τὴν ἔλλειψιν ἐπὶ μηδενὶ χαίροντος, μηδ’ ἂν ἄξιος ὢν τύχῃ τῶν συμβαινόντων αὐτῷ δυσχερῶν. περὶ μὲν οὖν τούτων ἐπιστήσειεν ἄν τις· περὶ δὲ δικαιοσύνης ὕστερον ἐρεῖν ἐπαγγέλλεται καὶ περὶ τῶν λογικῶν ἀρετῶν. Ἀντικεῖσθαι μὲν οὖν φησι τὰς τρεῖς διαθέσεις ἀλλήλαις, τήν τε ἀρετὴν | |
30 | μεσότητα οὖσαν τῇ ὑπερβολῇ καὶ τῇ ἐλλείψει καὶ ταύτας ἀλλήλαις τε καὶ τῇ μέσῃ ἕξει· ὅμως δὲ ἀντικειμένων τούτων πλείστην εἶναι τοῖς ἄκροις ἐναντι‐ ότητα πρὸς ἄλληλα ἢ πρὸς τὸ μέσον. τοῦτο δὲ ἀπορεῖται, εἰ ὀρθῶς εἴρηκε. δοκεῖ γὰρ ἡ ἀρετὴ μάλιστα ἐναντία τῇ κακίᾳ εἶναι· οὕτω μὲν οὖν σκοποῦντι πλείστη ἐναντίωσις τῆς ἀρετῆς ἐστι καὶ τῆς κακίας. εἰ δὲ αὐτήν τις σκο‐ | |
35 | ποίη τὴν ἐν τῇ κακίᾳ ὑπερβολὴν καὶ ἔλλειψιν, πλείστη ἂν εὑρεθείη ἡ διά‐ | |
στασις τῶν κακιῶν πρὸς ἀλλήλας ἢ πρὸς τὴν ἀρετήν. τεκμήριον δέ ἐστιν, | 55 | |
56 | ὅτι κατὰ τὴν ὑπερβολὴν καὶ τὴν ἔνδειαν πολὺ ἐναντιώτερον πρὸς ἀλλήλας ἔχουσιν ἢ πρὸς τὸ μέσον, οἷον ὁ ἄσωτος ἐναντιώτερον τὸν ἀνελεύθερον φαν‐ τάζεται· † φαντάζεται μὲν γὰρ ἑκατέρῳ τῶν ἄκρων ὁ ἀνελεύθερος ὁ κατὰ τὸ ἐναντίον ἄκρον τεταγμένος, ἀλλ’ ἀνειμένος μᾶλλον. τῷ μὲν γὰρ ἀσώτῳ δοκεῖ | |
5 | ἀνειμένος ὁ ἀνελεύθερος εἶναι, τῷ δὲ ἀνελευθέρῳ ἀνειμένος ὁ ἄσωτος. ὁ δὲ Ἀριστοτέλης τρισὶν ἐπιχειρήμασιν εἰς τὸ τοιοῦτον χρῆται, ἑνὶ μὲν ἐκ παρα‐ βολῆς· ὡς γὰρ τὸ μέγα τοῦ μικροῦ πλέον ἀφεστάναι φαμὲν ἢ ἄμφω τοῦ ἴσου, οὕτως καὶ ἡ ὑπερβολὴ τῆς ἐνδείας πλέον ἀφέστηκε τῆς μεσότητος. ἔτι ἐκ τοῦ πρὸς τὸ μέσον τοῖς ἄκροις ὁμοιότητα εἶναι, ἀλλήλοις δὲ πᾶσαν ἀνο‐ | |
10 | μοιότητα. τρίτον ἐκ τοῦ ὁρισμοῦ τῶν ἐναντίων· ἐναντία γὰρ ὁρίζεται τὰ πλεῖ‐ στον ἀλλήλων ἀπέχοντα· πλεῖστον δὲ ἀφέστηκεν ἡ ὑπερβολὴ τῆς ἐλλείψεως. τὰ δ’ ἑξῆς δῆλα. Σημειωτέον δὲ ὅτι εὐλόγως εἶπε πρὸς ἃ εὐκατάφοροί ἐσμεν, ταῦτα ἐναντιώτερα εἶναι καὶ τῇ ἀρετῇ. ἃ γὰρ ἡμῖν ἐναντιώτερά ἐστι, ταῦτα καὶ τῇ | |
15 | ἀρετῇ. ἐναντιώτερα δὲ ἡμῖν πρὸς ἃ εὐκατάφοροί ἐσμεν κατὰ τὴν ψυχήν, ὥσπερ καὶ ἐναντιώτερα τῷ σώματι νοσήματα πρὸς ἃ εὐκατάφορόν ἐστι τὸ σῶμα. Ὅτι δὲ τὸ μέσον λαβεῖν δύσκολον, παρέθετο παράδειγμα οὐ τῶν πρὸς ἡμᾶς τι μέσων ἀλλὰ τῶν κατ’ αὐτὸ τὸ πρᾶγμα. κύκλου γὰρ τὸ μέσον | |
20 | λαβεῖν οὐ παντὸς ἀλλὰ τοῦ εἰδότος. εἰ γὰρ ἐν τοῖς τοιούτοις λαβεῖν τὸ μέσον δύσκολον, ἐν οἷς τὸ μέσον ἓν καὶ ταὐτὸ πᾶσι, πολὺ χαλεπώτερον ἐν τοῖς πρακτοῖς, ὅπου μέσον ἐστὶ τὸ ἑκάστῳ ἁρμόττον. ἃ δ’ εἴρηκεν οὕτως ὅτι μὲν οὖν ἐστιν ἡ ἠθικὴ ἀρετὴ μεσότης καὶ πῶς καὶ τἄλλα, τὰ μὲν ἄλλα δῆλα· τὸ πῶς γὰρ φέρει ἐπὶ τὸ πρὸς ἡμᾶς μέσον αἱρεῖσθαι, ἀλλὰ μὴ | |
25 | τὸ κατὰ τὸ πρᾶγμα. ὃ δ’ ἐπὶ τῇ τελευτῇ εἴρηκεν, ὡς οὐκ ἔστι ῥᾴδιον διο‐ ρίσαι ὁ ἐπὶ πόσον καὶ μέχρι τίνος παρεκβαίνων ἐπὶ τὸ μᾶλλον ἢ ἐπὶ τὸ ἧττον ψεκτός, ἕπεται τοῖς ἀεὶ λεγομένοις ὑπ’ αὐτοῦ, ὅτι οὐδὲν τῶν πρακτῶν ἀκριβῶς ἔστι διορίσαι, ἀλλὰ τύπῳ· οὐδὲ γὰρ ἄλλο οὐδὲν τῶν αἰσθητῶν, ὅθεν καὶ οἱ σωρεῖται παρεληλύθασι. μέχρι γὰρ πόσου ὁ πλούσιός ἐστιν; εἴ τις | |
30 | θείη ὁ μέχρι δέκα ταλάντων, ἀνερωτῶσιν· ‘εἰ δὲ δραχμήν τις ἀφέλῃ οὐκέτι πλούσιος; εἰ δὲ δύο;‘ οὐκ ἔστι γὰρ τῶν τοιούτων οὐδέν, ἐπειδὴ αἰσθητά ἐστιν, ἀκριβῶς διορίσαι καὶ τὸν πένητα καὶ τὸν πλούσιον. καὶ ἐπὶ τοῦ φαλακροῦ δὲ ἐρωτῶσιν· ‘εἰ παρὰ μίαν τρίχα φαλακρὸς γίνεται, τί δὲ παρὰ δύο, τί δὲ παρὰ | |
τρεῖς;‘ ὅθεν φαλακροὶ ἐλέγοντο οἱ λόγοι καὶ σωρεῖται. ἐπὶ γὰρ σωροῦ τὸ αὐτὸ | 56 | |
57 | ἠρώτων, εἰ παρ’ ἕνα πυρὸν ἐλαττοῦται ὁ σωρός, εἶτα εἰ παρὰ δύο καὶ κατὰ τὰ ἑξῆς· καὶ οὐκ ἔστιν εἰπεῖν πότε πρώτως οὐκέτι σωρός ἐστι διὰ τὸ μηδὲν τῶν αἰσθητῶν ἀκριβῶς λαμβάνεσθαι, ἀλλὰ πλάτει καὶ τύπῳ. οὕτως οὖν καὶ ἐπὶ τῶν πράξεων ἔχει καὶ τῶν παθῶν. οὐ γὰρ ἔστιν εἰπεῖν ὁ ἐπὶ πόσον ὀρ‐ | |
5 | γισθεὶς μέσον ὀργίζεται ἢ ὑπερβάλλει ἢ ἐλλείπει διὰ τὸ τὴν παρὰ τὸ σμικρὸν ἐπὶ πλέον παρέκβασιν ἢ ἐπὶ τὸ ἔλαττον λανθάνειν. διὸ δεῖ φρονήσεως γνω‐ | |
ριζούσης ἐν τοῖς πάθεσι καὶ ταῖς πράξεσι τὸ μέσον. | 57 | |
58(1t) | ΕΙΣ ΤΟ Γ ΤΩΝ ΗΘΙΚΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ | |
2 | p. 1109b30 Τῆς ἀρετῆς δὲ περὶ πάθη ἕως τὸ τιθέναι ἀκούσια. Ἡ μὲν πρόθεσις περὶ ἀκουσίου καὶ ἑκουσίου εἰπεῖν· πρῶτον δὲ λέγει, ὅτι ἀναγκαία ἡ περὶ αὐτῶν θεωρία τοῖς περὶ ἀρετῆς ἐπισκοποῦσι καὶ | |
5 | ὅλως τῷ πολιτικῷ καὶ νομοθετικῷ. ἐπεὶ γὰρ ἡ ἀρετὴ περὶ πάθη καὶ πρά‐ ξεις, ἐν οἷς τὸ μὲν ἑκούσιον ἐπαινεῖται, ἂν καλῶς γένηται, τὸ δ’ ἀκούσιον συγγνώμης τυγχάνει, ἐνίοτε δὲ καὶ ἐλέου, ἀναγκαῖον τῷ περὶ ἀρετῆς ἐπισκοποῦντι περὶ ἑκουσίου καὶ ἀκουσίου διορίσαι. ἐν μὲν οὖν ταῖς πράξεσιν ὁμολογουμένως ἐστὶ τὸ ἑκούσιον καὶ ἀκούσιον, ἐν δὲ τοῖς πάθεσι πῶς ἂν εἴη; | |
10 | δοκεῖ γὰρ ἀκούσια εἶναι τὰ πάθη· ἢ τὸ διαθεῖναί πως οὕτως ἑαυτὸν καὶ ἔθεσι καὶ λόγῳ, ὥστε μὴ πάσχειν κακῶς ἑκούσιον; καὶ ταύτῃ λέγοιτ’ ἂν τὰ πάθη ἑκούσια ἐνίοτε· ἀκούσια δέ πως ἂν εἴη ἢ ἁπλῶς ἢ κατὰ τὴν ἑαυτῶν φύσιν. μήποτε δὲ οὐ περὶ τῶν παθῶν εἴρηκε τὸ ἑκούσιον καὶ ἀκούσιον, ἀλλὰ περὶ τῶν πράξεων. ἔτι τὰ πραττόμενα διὰ θυμὸν ἢ ὅλως διὰ πάθος | |
15 | ἑκούσια λέγεται, ὅταν εἰδὼς πράττῃ· ἀναγκαῖον δὲ καὶ τῷ πολιτικῷ καὶ νομο‐ θετικῷ εἰδέναι περὶ ἑκουσίου καὶ ἀκουσίου· οὐ γὰρ μικρὸν μέρος τῆς νομο‐ θεσίας τὸ περὶ τὰς τιμὰς καὶ περὶ τὰς κολάσεις, ἀλλ’ ἐν ταῖς πόλεσι περὶ τοῦτ’ ἐστι πᾶσα νομοθεσία. τὸ οὖν εἰδέναι τίνας μὲν δεῖ κολάζειν, τίσι δὲ νέμειν συγγνώμην καὶ πάλιν τίνας μὲν δεῖ τιμᾶν † εἰ καὶ ὅτι μάλιστ’ ἂν ᾖ | |
20 | ἀγαθοῦ τινος [διὰ τὸ ἄκοντα εἰργάσθαι] τοῦ εἰδότος ἱκανῶς περὶ ἑκουσίου καὶ | |
ἀκουσίου· ὥστε ἀναγκαία ἡ γνῶσις τῷ πολιτικῷ καὶ νομοθετικῷ. | 58 | |
59 | Ἄρχεται δὲ ἀπὸ τοῦ ἀκουσίου ὡς γνωριμωτέρου. δοκεῖ δὲ ἀκούσιον εἶναι τὸ βίᾳ ἢ δι’ ἄγνοιαν. οὗτος δὲ οὐ δοκεῖ κυρίως ὁρισμὸς εἶναι, ἀλλὰ εἰδῶν μᾶλλον ἔκθεσις τῶν τοῦ ἀκουσίου. καθόλου δὲ οὐδὲ ὅροι δοκοῦσιν εἶναι οἱ κατὰ τὰς διαιρέσεις ταύτας ἀποδιδόμενοι, οἷον ὅτι ἐστὶ τὸ ὂν ὃ οἷόν | |
5 | τε παθεῖν ἢ ποιῆσαι. τούτῳ γὰρ τῷ τρόπῳ καὶ τὰ ὁμώνυμα ἔστιν ὁρίζεσθαι, οἷον κλείς ἐστιν ἤτοι ἡ τὰς θύρας ἀνοίγουσα ἢ ἡ περὶ τὸν αὐχένα· ἀλλ’ ἀναγκαῖον ὅμως καὶ τοῖς τοιούτοις ἐνίοτε ὁρισμοῖς χρῆσθαι, ὅταν τοῦ κοινοῦ τῶν εἰδῶν μὴ ᾖ ῥᾴδιον λόγον λαβεῖν, ὥσπερ ἔχει καὶ ἐπὶ τοῦ βιαίου καὶ τοῦ δι’ ἄγνοιαν. κοινὸν μὲν γὰρ αὐτοῖς τὸ ἀκούσιον καὶ δοκεῖ συνωνύμως αὐτῶν | |
10 | κατηγορεῖσθαι, ἐπειδὴ καὶ τὸ ἑκούσιον ἕνα ἔχει λόγον, ὡς ἔσται δῆλον ὀλίγον ὕστερον. οὐκ ἔστι δὲ ὅμως ἕνα τοῦ ἀκουσίου λαβεῖν λόγον. εἰπὼν δὲ ἀκούσια εἶναι τὰ βίαια ἢ δι’ ἄγνοιαν, πρῶτον ὁρίζεται τὸ βίαιον, λέγων αὐτὸ βίαιον εἶναι οὗ ἡ ἀρχὴ ἔξωθεν, τοιαύτη οὖσα εἰς ἣν μηδὲν συμ‐ βάλλεται ὁ πράττων ἢ ὁ πάσχων· δοκεῖ δέ τισιν ἱκανῶς ἔχειν ὁ ὁρισμός, | |
15 | εἰ καὶ μόνον οὕτως ἀποδέδοται βίαιόν ἐστιν οὗ ἡ ἀρχὴ ἔξωθεν· τῶν μὲν γὰρ ἐφ’ ἡμῖν ἐν ἡμῖν εἰσι καὶ αἱ ἀρχαί· καὶ γὰρ εἰ λαβών μέ τις μετέωρον φέροι ἐμοῦ προστάξαντος καὶ βουληθέντος, ἐν ἐμοὶ ἡ ἀρχή. ὅταν δ’ ἔξωθεν ἡ ἀρχὴ καὶ βίᾳ μέ τις λαβὼν ἄγῃ, ἀκούσιον τὸ τοιοῦτον καὶ βίαιον. ἔοικε δὲ οὐκ ἀλόγως καὶ τὰ ἑξῆς προσκεῖσθαι· ἀμφισβητεῖται γάρ, ὡς προελθὼν | |
20 | λέγει, περὶ τῶν διὰ φόβον μειζόνων κακῶν τυράννοις ἢ ὅλως τοῖς κρα‐ τοῦσιν ὑπηρετησάντων τι τῶν αἰσχρῶν, περὶ ὧν ὀλίγον ὕστερον ἐπισκοπεῖ· καὶ δοκεῖ μᾶλλον ἑκούσια εἶναι. τὸ δὴ καθαρῶς βίαιον τοῦτό ἐστιν, ὅταν ἔξω‐ θέν τε ἡ ἀρχὴ καὶ μηδὲν συμβάλληται ὁ πράττων ἢ ὁ πάσχων. δοκεῖ δὲ τὸ [καὶ] ὁ πράττων μὴ εὖ προσκεῖσθαι· ὅτῳ γὰρ ἂν βίαιόν τι συμβαίνῃ, κἂν | |
25 | μηδὲν αὐτὸς εἰς τοῦτο συμβάλληται, πάσχειν μὲν ἂν λέγοιτο, πράττειν δ’ οὔ, οἷον εἰ, ὥς φησι, πνεῦμα κομίσαι ποί τινα ἢ ἄνθρωποι κύριοι ὄντες· τὸ γὰρ κομίζεσθαι καὶ τύπτεσθαι καὶ τὰ τοιαῦτα πάσχειν ἀλλ’ οὐ ποιεῖν ἐστιν. ἢ καὶ πράττειν βίαιόν ἐστιν; οἷον εἰ ὠσθείς τις αὐτὸς ὤσειεν ἄλλον καὶ κατα‐ βάλοι ἄκων· ἄκων γὰρ καὶ βίᾳ ἔπραξεν, οὐδὲν εἰς τοῦτο συμβαλλόμενος. λέ‐ | |
30 | γεται δὲ καὶ ἐν τοῖς ἀψύχοις βίαιον, οἷον τὸ πῦρ δοκεῖ κάτω φέρεσθαι καὶ ἡ γῆ ἄνω. τὸ δὲ βίᾳ οὕτως λεγόμενον καὶ ἐπὶ τῶν ἐμψύχων πότερον ὁμώνυμόν ἐστιν ἢ συνώνυμον; δοκεῖ γὰρ ἴσως ὁμώνυμον εἶναι. τὸ μὲν γὰρ βίᾳ ἐν τοῖς | |
ἄλλοις ἐστὶν ἡ παρὰ φύσιν κίνησις αὐτῶν ἢ ἡ μονή, ἐν δὲ τοῖς ἐμψύχοις οὐ | 59 | |
60 | πάντως τὸ παρὰ φύσιν. βαδίζοι γὰρ ἄν τι ζῷον βιαζόμενον, οὐ παρὰ φύσιν αὐτῷ οὔσης τῆς βαδίσεως. ἢ τούτων οὕτως ἐχόντων οὐδὲν ἧττον ὁμώνυμόν ἐστι πᾶν τὸ βίαιον; ἐφαρμόττει γὰρ καὶ τῷ ἐν τοῖς ἀψύχοις βιαίῳ ὁ ἀποδο‐ θεὶς λόγος. ἔστι γὰρ βίαιον, οὗ ἡ ἀρχὴ ἔξωθεν μηδὲν συμβαλλομένου τοῦ | |
5 | πράττοντος ἢ τοῦ πάσχοντος. τὸ μὲν οὖν ἔξωθεν εἶναι τὴν ἀρχὴν τῆς κινή‐ σεως καὶ τοῖς κατὰ φύσιν κινουμένοις ἐστί, καίπερ μὴ κινουμένοις βίᾳ· οὐδὲ γάρ τι κάτω κινηθήσεται, μὴ τὴν ἀρχὴν τῆς κινήσεως παρ’ ἄλλου λαβόν· τὸ δὲ λοιπὸν τοῦ ὁρισμοῦ μὴ σφόδρα δηλοῖ καὶ τὸ τοῖς βίᾳ κινουμένοις τῶν ἀψύχων ὑπάρχον· οὐδὲν γὰρ συμβάλλεται εἰς τὴν ἄνω κίνησιν ὁ λίθος, ὥσπερ | |
10 | εἰς τὸ κάτω φέρεσθαι συμβάλλεται ἡ φύσις αὐτοῦ. περὶ μὲν οὖν τούτων διο‐ ρίσθω ταῦτα. Ὁ δὲ Ἀριστοτέλης ἑξῆς τοῖς προειρημένοις ἀπορεῖ, εἰ ὅσα διὰ φόβον μειζόνων κακῶν πράττεται ἢ διὰ καλόν τι, ἀκούσιά ἐστιν. δοκεῖ δὲ τὸ μέν τι ὀρθῶς ἠπορῆσθαι τῶν ἐν τῷ λόγῳ, τὸ δ’ εὐήθως· τὸ μὲν γὰρ | |
15 | ἀπορεῖν εἰ ὅσα διὰ φόβον μειζόνων κακῶν πράττεται ἑκούσιά ἐστιν ἢ ἀκούσια εὔλογον, τὸ δὲ, εἰ ὅσα διὰ καλόν τι πράττεται, ταῦτα ζητεῖν εἰ ἑκούσια ἢ ἀκούσια, ἐστὶ γελοῖον. καὶ γὰρ ἐπαινεῖται καὶ ἑκούσια δοκεῖ τὰ δι’ ἀρετὴν καὶ διὰ καλόν τι πραττόμενα. ἢ τὸ λεγόμενον τοιοῦτόν ἐστιν, εἰ ἑκούσια ὅσα διὰ φόβον μειζόνων κακῶν πράττεται μᾶλλον ἢ διὰ καλόν τι; εἰ γάρ τις προ‐ | |
20 | τιμᾷ τὸ μὴ πάσχειν τι φοβερὸν τοῦ καλόν τι πρᾶξαι, ἐπ’ αὐτῷ ὂν ὑπομεῖναι τὸ ἀλγεινὸν ἐπὶ τῷ καλῷ, περὶ τούτου ἀμφισβητήσειεν ἄν τις, εἴτε ἄκων εἴτε ἑκὼν πεποίηκεν, οἷον εἰ τύραννος προστάττοι αἰσχρόν τι πρᾶξαι ἀπειλήσας γονέων καὶ τέκνων θάνατον· καὶ πράξαντος μὲν σώζοιντο, μὴ πράξαντος δὲ ἀποθνήσκοιεν· ὁ δὲ τοῦτο ὑπομένοι ἐπὶ τῷ καλῷ. ἀμφισβητεῖται γὰρ περὶ | |
25 | τοῦ τοιούτου, πότερον ἑκὼν ἢ ἄκων ποιεῖ, ὅταν ὑπομείνῃ τὰ αἰσχρὰ ἐπὶ σω‐ τηρίᾳ τῶν φιλτάτων ἑαυτῷ παραμελήσας τοῦ καλοῦ· ὅπερ οὐκ ἐποίησεν ὁ Σωκράτης, ἀλλὰ τῶν τριάκοντα κελευσάντων ἄγειν ἐπὶ θάνατόν τινα τῶν πο‐ λιτῶν Λέοντα ὄνομα, ἵνα δὴ μὴ κοινωνήσῃ αὐτοῖς τῶν πράξεων, καταφρονήσας καὶ τῆς ἑαυτοῦ σωτηρίας καὶ τῶν τέκνων καὶ τῆς γυναικός, οὐχ ὑπηρέτησε | |
30 | τὸ προσταχθὲν διὰ τὸ καλὸν καὶ τὸ δίκαιον. περὶ δὴ τῶν τοιούτων ἀπορεῖται, | |
ὅταν διὰ τὸν τοιοῦτον φόβον ἐνδούς τις ὑπομένῃ, εἰ δεῖ λέγειν αὐτὰ ἀκούσια. | 60 | |
61 | ἐοικέναι δὲ δοκεῖ ταῖς ἐν τοῖς χειμῶσιν ἐκβολαῖς. ἁπλῶς μὲν γὰρ οὐ‐ δεὶς ἂν ἐκβάλλοι τὰ ἐκ τῆς νεώς· ἐνίοτε δὲ ὑπομένει τοῦτ’ ἐπὶ σωτηρίᾳ ἑαυτοῦ καὶ τῶν συμπλεόντων· καὶ γὰρ οὕτως τὰς αἰσχρὰς πράξεις καὶ μοχθηρὰς ἑκὼν μὲν οὐδεὶς ἂν ὑπομείνειεν ἐπιεικής· ἐνίοτε δὲ ὑπομένουσιν | |
5 | ἐπὶ σωτηρίᾳ ἑαυτῶν καὶ τῶν φίλων. μικτὰς μὲν οὖν εἶναί φησι τὰς τοιαύτας πράξεις ἐξ ἑκουσίου καὶ ἀκουσίου. ᾗ μὲν γὰρ ἔξωθεν ἡ ἀρχὴ τῆς πράξεως, οἷον τύραννος ἢ ὁ κρατῶν καὶ ἡ ἐκείνου ἀπειλή, ταῦτα ἀκούσια, ᾗ δ’ ἐξὸν αὐτοῖς πᾶν ὁτιοῦν παθεῖν πρὸ τοῦ αἰσχρόν τι πρᾶξαι τὰ αἰσχρὰ τῷ μὴ παθεῖν τὰ φοβερὰ ὑπομένουσι, ταύτῃ δοκοῦσιν ἑκούσια εἶναι. ὅμως δὲ ἐοικέναι μᾶλ‐ | |
10 | λόν φησιν αὐτὰς ἑκουσίοις. αἱρεταὶ γάρ εἰσιν αἱ τοιαῦται πράξεις καὶ τὸ τέλος τῆς τοιαύτης πράξεως κατὰ τὸν καιρὸν κρίνεται, καθ’ ὃν πράττεται. περὶ γὰρ οὐδεμιᾶς πράξεως καθόλου ἔστι διορίσασθαι, ἀλλὰ κρίνεται τότε ὅτε πράττεται διὰ τί ἐπράχθη καὶ πῶς ἐπράχθη. ἑκὼν δὲ τότε πράττει, ὅτε πράττεται, καὶ προτιμᾷ ἄλλο πρὸ ἄλλου καὶ συμβάλλεται εἰς τὸ πραχθῆναι | |
15 | οὐ μικρόν. καὶ γὰρ ἡ ἀρχὴ τοῦ κινεῖν τὰ μέρη τὰ αὐτοῦ, ἅπερ ἐστὶν ὄργανα τῇ ψυχῇ, ἐν αὐτῷ ἐστι τῷ πράττοντι, ὅτε ἐνεργεῖ τὰς πράξεις. οὐ γὰρ ἔοικε τῷ ὑπὸ πνεύματος κομισθέντι ποι ἢ ὑπὸ τῶν δησάντων ἀχθέντι· ἀλλὰ φέρε εἰπεῖν προστάξαντος τοῦ τυράννου ἀποκτεῖναί τινα τῶν πολιτῶν καὶ ἀπειλοῦντος αὐτῷ θάνατον ἂν μὴ ἀποκτείνῃ, ἀποκτίννυσιν αὐτὸν ἐπάγων τὴν | |
20 | χεῖρα τῷ ἀναιρουμένῳ· ὧν δὲ ἐπ’ αὐτοῖς ἡ ἀρχὴ τοῦ πρᾶξαι καὶ μή, ἑκούσια δοκεῖ εἶναι τὰ τοιαῦτα· ἁπλῶς δὲ ἴσως λέγοιτ’ ἂν ἀκούσια, ὅτι οὐδεὶς ἂν ἕλοιτο αὐτὰ καθ’ αὑτά. ἔτι καὶ ἐντεῦθεν δῆλον ὅτι ἐστὶν ἑκούσια· ἐπαι‐ νοῦνται γὰρ ἐνίοτε ὅταν λυπηρόν τι ὑπομείνωσι μᾶλλον ἢ τὸν υἱὸν παρα‐ σχεῖν τῷ τυράννῳ εἰς ὕβριν· καὶ ἔτι μᾶλλον ἂν ἐπὶ σωτηρίᾳ τῆς πατρίδος. | |
25 | ἐπεὶ δ’ εἶπε καὶ αἰσχρὰ ὑπομενητέον εἶναι, ἐνθυμητέον ὅτι μικρὰ αἰσχρὰ ὑπομενητέον ἀντὶ μεγάλων καλῶν, οἷον εἰ κελεύσειε τύραννος σπουδαῖον ἄνδρα ἐνδυθέντα στολὴν γυναικείαν φανῆναι τοῖς πολίταις, ἀπειλῶν, εἰ τοῦτο μὴ πράξει ἀναστατώσειν αὐτοῦ τὴν πατρίδα καὶ γονεῖς καὶ τέκνα· ὑπομενεῖ γὰρ τὸ προσταχθέν. ἂν δὲ ἀνάπαλιν, ψέγονται, ἂν αἰσχρὰ ὑπομένωσιν ἐπὶ | |
30 | μηδενὶ καλῷ. εἰ δὲ ἔπαινος καὶ ψόγος ἀκολουθεῖ, δῆλον ὅτι ἑκούσιά ἐστι. ἐπὶ γὰρ τοῖς ἑκουσίοις ἔπαινος ἢ ψόγος. ἐνίοτε δὲ τοῖς πράξασί τι τῶν αἰσχρῶν συγγνώμη γίνεται, ὅταν ἃ μὴ δεῖ διὰ τοιαῦτα ποιήσωσιν ἃ ὑπερ‐ βάλλει τὴν ἀνθρωπίνην φύσιν, οἷον σφοδρὰς βασάνους καὶ ἀμηχάνους, καίοντός τινος καὶ τέμνοντος καὶ στρεβλοῦντος. ἔνια δέ φησιν οὐδὲ ἀναγκασθῆναι | |
35 | προσήκει ἀλλὰ πάντα μᾶλλον ὑπομενητέον ἢ πρᾶξαι τὰ αἰσχρά. μικρὰ μὲν | 61 |
62 | γὰρ ἂν ἴσως ἀνάσχοιτο τῶν ἀγαθῶν παραβῆναι, μεγάλα δ’ οὔ, ἀλλ’ ἀνέξεται πρότερον στρεβλούμενος καὶ ἐν τούτοις τεθνήξεται, πρίν τι πρᾶξαι τῶν παν‐ τελῶς αἰσχρῶν. ἐνίοτε δὲ χαλεπώτατόν ἐστι τὸ κρῖναι, ὅταν ὥσπερ ἐν ζυγῷ ἰσόρροπα ἐφ’ ἑκάτερα καὶ ἴσα δοκῇ εἶναι τὸ κακὸν πρᾶξαί τι καὶ μή· καὶ | |
5 | δεῖ μεγάλης φρονήσεως ἀντιθεῖναι ποῖα ἀντὶ ποίων αἱρετέον. οὐκ ἔστι δὴ ὥσπερ περὶ τῶν ἄλλων πρακτῶν καθόλου περὶ τῶν τοιούτων διορίσαι, ἀλλὰ δεῖ τοῖς καιροῖς καὶ τοῖς συμβαίνουσι παρεπόμενον κρίνειν ἱκανῶς. ἔτι δὲ χαλεπώτερον τοῦ κρῖναι τὸ ἐμμεῖναι τοῖς γνωσθεῖσιν· ἐνίοτε γάρ τις εἵλετο μὲν ὑπομεῖναι τὰ δεινὰ μᾶλλον ἢ πρᾶξαι τὰ αἰσχρά, γενόμενος δὲ ἐν | |
10 | ταῖς βασάνοις μετέθετο· καὶ προείλετο μὲν ἰδεῖν τὸν υἱὸν ἀποθνήσκοντα μᾶλ‐ λον ἢ ποιῆσαί τι τῶν ἀνοσίων, ἰδὼν δὲ τὸν υἱὸν ἀγόμενον οὐκ ἀντέσχεν, ἀλλὰ μετέβαλε τὴν γνώμην. διὸ καὶ ἔπαινος ἐνίοτε γίνεται περὶ τοὺς μὴ ἀναγ‐ κασθέντας καὶ ψόγοι περὶ τοὺς ἐνδόντας ταῖς ἀνάγκαις. λεκτέον δὲ βίαια ἁπλῶς μὲν καὶ κυρίως, ὅταν ἡ αἰτία ἐν τοῖς ἐκτὸς ᾖ, μηδὲν συμβαλλο‐ | |
15 | μένου τοῦ πράττοντος· οἷα δ’ ἔφαμεν εἶναι τὰ μικτά, καθ’ αὑτὰ μὲν ἀκούσια, διότι οὐδεὶς ἂν αὐτὰ ἕλοιτο τῶν ἐπιεικῶν, τότε δὲ ὅτε πράττεται ἀντὶ τῶνδε· λέγων δὲ περὶ τούτων ἃ καθ’ αὑτὰ μὲν ἀκούσια, ἑκούσια δὲ τότε, μᾶλλον ἑκούσια καὶ οὐκ ἀκούσια αὐτά φησιν εὐλόγως. τὸ γὰρ καθ’ αὑτὰ ἀκούσια αὐτὰ εἶναι ἴσον τῷ καθόλου· ἐν δὲ τοῖς πρακτοῖς ὁ περὶ τῶν | |
20 | καθόλου λόγος κενός, αἱ γὰρ πράξεις ἐν τοῖς καθ’ ἕκαστα· ταύτῃ δ’ ἦν ἑκούσια· ὥστε ἐν οἷς τὴν ἰσχὺν μάλιστα αἱ πράξεις ἔχουσι τοῦ εἶναι ἑκούσιοι ἢ ἀκούσιοι, κατὰ τοῦτο οὖσαι ἑκούσιοι μᾶλλον ἂν εὐλόγως ἢ ἀκού‐ σιοι λέγοιντο. ἢ τὸ ἁπλῶς οὐ τὸ καθόλου σημαίνει; ἀλλ’ ὅτι αὐταὶ ἐφ’ ἑαυτῶν ἄνευ περιστάσεως τῆς ἐν τῷ τότε καιρῷ ἀκούσιοί εἰσι, φοβερῶν δὲ | |
25 | ἐπικειμένων μᾶλλον ἑκούσιοι. καὶ γὰρ αἱ πράξεις ἐν τοῖς καθ’ ἕκαστα ἑκού‐ σιοι, ὅταν ἑκὼν τότε πράττῃ ὁ πράττων. Γελοῖοι δ’ εἰσὶν οἱ λέγοντες βίαια εἶναι ὅσα ὑπὸ τῶν ἡδέων τινὲς ἀχθέντες ποιοῦσι. φασὶ γὰρ ὑποπίπτειν τῷ ὁρισμῷ τοῦ βιαίου· ἔξωθεν γὰρ ἡμῶν ὄντα τὰ ἡδέα ἀναγκάζει ἡμᾶς. οὗτος δ’ ὁ λόγος πάντα ποιεῖ τὰ ἀδι‐ | |
30 | κήματα βίαια· σχεδὸν γὰρ πάντες δι’ ἡδονὴν ἀδικοῦσιν οἱ ἄνθρωποι. γελοῖον δὲ τὸ μὴ αὐτὸν μᾶλλον αἰτιᾶσθαι εὐθήρατον ὄντα ὑπὸ τῶν ἡδέων, ἀλλὰ τὰ ἡδέα· ἐπ’ αὐτῷ οὖν καὶ τὸ ἄγεσθαι καὶ τὸ μή. δηλοῦσι δὲ καὶ οἱ σώφρονες καὶ οἱ ἐγκρατεῖς· ἐπεὶ κατά γε τοῦτον τὸν λόγον οὐδὲ τοὺς καλὰ πράττοντας ἑκόντας φαίη τις ἂν πράττειν· ἀναγκάζεσθαι γὰρ ὑπὸ τῶν καλῶν. | |
35 | εἰ δ’ αὐτόν τις αἰτιᾶται, εὔλογον καὶ τῶν αἰσχρῶν αὐτόν τινα αἰτιᾶσθαι ἀλλὰ | |
μὴ τὰ ἡδέα. | 62 | |
63 | Τὸ μὲν οὖν βίαιον τί ἐστιν εἴρηται· τὸ δὲ δι’ ἄγνοιάν φησι πάντως εἶναι οὐχ ἑκούσιον· εἴδη δὲ τοῦ δι’ ἄγνοιαν εἶναι δύο· τὸ μὲν ὁμώνυμον τῷ ἀνωτάτω γένει, καλεῖται δὲ ἀκούσιον. ὅταν γὰρ δι’ ἄγνοιάν τις ποιήσῃ τι τῶν μὴ δεόντων καὶ μετὰ ταῦτα μαθὼν μετανοῇ καὶ λυπῆται, τότε ἀκού‐ | |
5 | σιον φαίνεται ὡς ἀληθῶς τὸ πραχθέν. ὅταν δὲ γνοὺς μὴ μεταμελῆται μηδὲ λυπῆται, ἐνίοτε δὲ καὶ ἀσμενίζῃ, ἀκούσιον μὲν οὐ ῥητέον· ἔοικε γὰρ ἑκόντος αὐτοῦ γεγονέναι εἰ καὶ ὅτι μάλιστα ἠγνόησεν. ἐπεὶ δὲ ἀγνοήσας ἔπραξε, καὶ δεῖ αὐτῷ ἄλλο ὄνομα τίθεσθαι, ἀλλ’ οὐχὶ τὸ ἀκούσιον (οὐκ εὐποροῦμεν δὲ ἄλλου ὀνόματος, καλείσθω οὐχ ἑκούσιον), ἔοικε δὴ ἡ πᾶσα διαίρεσις τοιαύτη | |
10 | εἶναι· ληπτέον γὰρ αὐτήν, ἐπειδὴ καὶ δυσθεώρητός ἐστι, διὰ τὰς ἐνούσας αὐτῷ ὁμωνυμίας τῶν γενῶν πρὸς τὰ εἴδη ὧν ἐστιν ἀνωτάτω ἀκούσιον, ὃ ταὐτόν πώς ἐστι τῷ οὐχ ἑκουσίῳ· τοῦ δ’ αὖ ἀκουσίου ἢ οὐχ ἑκουσίου τὸ μὲν βίᾳ, τὸ δὲ δι’ ἄγνοιαν. τοῦ δὲ δι’ ἄγνοιαν τὸ μὲν ἑκούσιον, τὸ δὲ οὐχ ἑκούσιον, ὧν ἑκάτερον ὁμώνυμον τῷ γένει, τὸ μὲν τῷ οὐχ ἑκουσίῳ, τὸ δὲ | |
15 | τῷ ἀκουσίῳ. εἴποι ἂν οὖν τις καὶ τὰ ὑπὸ τὴν ἄγνοιαν οὐχ ἑκούσια καὶ ἀκούσια κατὰ τὸ ἀνωτάτω οὐχ ἑκούσιον καὶ ἀκούσιον, ὡς δὲ πρὸς ἄλληλα συγκρινόμενα τοῦ δι’ ἄγνοιαν εἴδη, καθ’ ἣν εἶπε διαφορὰν ὁ Ἀριστοτέλης τὸ μὲν ἔσται ἀκούσιον, τὸ δὲ οὐχ ἑκούσιον. Ἕτερον δέ φησιν εἶναι καὶ τὸ δι’ ἄγνοιαν πράττειν, οὗ ἀρχὴ τῆς | |
20 | πράξεως καὶ αἰτία ἡ ἄγνοια· οὐ λέγεται δὲ δι’ ἄγνοιαν πεποιηκέναι, ἀλλ’ ἀγνοῶν ἐνίοτε πράττει ὁ μεθύων τι πράξας ἢ ὀργιζόμενος· τῆς γὰρ πράξεως τῷ μὲν ἀρχὴ ἡ μέθη, τῷ δὲ ἡ ὀργή. διὰ μέθην οὖν ἂν λέγοιτο πεποιηκέ‐ ναι, καὶ ὁ ἕτερος δι’ ὀργήν, δι’ ἄγνοιαν δὲ οὐδέτερος· ἀγνοῶν δ’ ὅμως ποιεῖ ἃ ποιεῖ. εἰ μὲν οὖν τις δι’ ἄγνοιάν τι ποιεῖ καὶ ἀγνοῶν ποιεῖ, εἰ δ’ ἀγνοῶν | |
25 | οὐ πάντως δι’ ἄγνοιαν. τάχα δ’ ἂν λέγοιτο εὐλόγως ὁ διὰ μέθην πράξας οὐ δι’ ἄγνοιαν πεποιηκέναι, οὐ μόνον ὅτι αἰτίαν ἔχει τῆς πράξεως τὴν μέθην, ἀλλὰ διότι οὐκ ἀγνοῶν ἦλθεν ἐπὶ τὴν μέθην καὶ ἐξὸν μὴ ἐπὶ τοσοῦτον πιεῖν ὥστε μεθυσθῆναι, ὅμως ἔπιεν· ἑκὼν οὖν ἐμεθύσθη, ὥστε καὶ ἑκὼν ἔπραξε τὰ ἐν τῇ μέθῃ καὶ οὐ δι’ ἄγνοιαν. τὰ δ’ αὐτὰ λεκτέον καὶ ἐπὶ τοῦ δι’ | |
30 | ὀργὴν πράξαντος· ἐπ’ αὐτῷ γὰρ ἦν ἐπιμεληθῆναι ἑαυτοῦ, ὅπως μὴ δι’ ὀργὴν προαγόμενος ποιῇ τὰ δεινὰ καὶ παράνομα. Ἃ δ’ ἑξῆς λέγει, δυνατὸν μὲν ὡς ἀκόλουθα λαμβάνειν τοῖς προειρημένοις, | |
δυνατὸν δὲ καὶ ὡς αὐτό τι καθ’ αὑτό. φησὶ γὰρ πάντα τὸν μοχθηρὸν ἀγνοεῖν | 63 | |
64 | ἃ δεῖ πράττειν καὶ ὧν ἀφεκτέον καὶ διὰ τὴν τοιαύτην ἄγνοιαν ἀδίκους καὶ κακοὺς γίνεσθαι. πάντες γὰρ ἄνθρωποι σχεδὸν ἐφίενται τοῦ ἀγαθοῦ· τὰ δὲ ἄδικα ἐνίοτε οὐκ ἀγνοοῦσι μὲν ἄδικα ὄντα, ἀπατώμενοι δὲ καὶ ἡγούμενοι ἑαυτοῖς ὠφέλιμα εἶναι, πράττειν αἱροῦνται. οὐ μέντοι τὸ ἀκούσιον κατὰ τοῦτο | |
5 | λέγεται· οὐδέ φαμεν ἄκοντας ποιεῖν διὰ τὸ ἀγνοεῖν τὰ συμφέροντα καὶ διὰ τὴν ἐν τῇ προαιρέσει ἄγνοιαν καὶ τὴν καθόλου. λέγει δὲ ἐν προαιρέσει ἄγνοιαν, ὅταν τις προαίρεσιν ἔχῃ μοχθηρὰν δι’ ἄγνοιαν τοῦ συμφέροντος. τὴν δ’ αὐτὴν καὶ καθόλου καλεῖ ἄγνοιαν, ὅτι μὴ περὶ ἕν τί ἐστι, μηδὲ περὶ μίαν πρᾶξιν ἡ τοιαύτη ἄγνοια, ἀλλὰ καθόλου τὸν οὕτως ἀγνοοῦντα λέληθε τὰ συμ‐ | |
10 | φέροντα ἅπαντα. οὐ δὴ διὰ τὴν τοιαύτην ἄγνοιαν ἀκούσια λέγεταί τινα ἁμαρ‐ τήματα· τεκμήριον δέ· συγγώμης τυγχάνουσιν οἱ ἀκούσια πεποιηκότες καὶ παρὰ τῶν νόμων καὶ παρὰ τῶν δικαζόντων, ἡ δ’ ἐν τῷ ἤθει ἄγνοια μισεῖται· καὶ εἰκότως. αἴτιοι γὰρ αὐτοὶ αὑτοῖς οἱ ἄνθρωποι τῆς τοιαύτης ἀγνοίας, μὴ ἐπιμελόμενοι τοῦ διαγινώσκειν τὰ ὡς ἀληθῶς συμφέροντα τίνα ἐστὶ καὶ ὅτι | |
15 | ἡ κακία καὶ ἡ ἀδικία πάντων χρημάτων βλαβερώτατον τῷ ἔχοντι. ταῦτα δέ, ὡς ἔφην, δύναται μὲν καὶ ἕπεσθαι τοῖς προειρημένοις. ὁ γὰρ μοχθηρὸς λέγοιτ’ ἂν ἀγνοεῖν μὲν ἃ ποιεῖ· οὐ μέντοι δι’ ἄγνοιαν πράττει τὴν ἐν ταῖς πράξεσιν· ἀλλ’ εἴπερ ἄρα, δι’ ἄγνοιαν τὴν καθόλου ἢ τὴν ἐν τῇ προαιρέσει, ἥτις ἐστὶ τοῦ συμφέροντος· δύναται δὲ καὶ καθ’ αὑτό τι εἶναι θεώρημα | |
20 | πρὸς τοὺς λέγοντας ἀκούσια τὰ ἁμαρτήματα· ἕκαστον γὰρ ἀγνοοῦντα τὸ αὑτῷ συμφέρον ἁμαρτάνειν. πρὸς γὰρ τοὺς οὕτως ἀναφαινομένους λέγεται, ὅτι ἀγνοοῦσι μὲν ὡς ἀληθῶς οἱ μοχθηροὶ τὸ συμφέρον αὑτοῖς· οὐ μὴν διὰ τὴν τοιαύτην ἄγνοιαν τὸ ἑκούσιον λέγεται, ἀλλὰ διὰ τὴν καθ’ ἕκαστα καὶ περὶ ἃ ἡ πρᾶξις· αὕτη γάρ ἐστι τυγχάνουσα ἐλέου καὶ συγγνώμης καὶ τὰ διὰ τὴν | |
25 | τοιαύτην ἄγνοιαν πραττόμενα. Διορίζει δὲ καὶ τίνα ἐστίν, ἐν οἷς ἡ ἄγνοια· ἔστι δ’ αὐτὰ ἢ τίς ἐστιν 〈ἢ τί〉 ἢ περὶ τί ἢ ἐν τίνι ἢ τίνι πράττει ἢ ἕνεκα τίνος καὶ πῶς. σημαίνει δὲ τὸ τίς, τίς ὁ πράττων, ὅπερ οὐκ ἄν τις ἀγνοήσειε μὴ μαινόμενος· οὐδεὶς γὰρ ἂν ἑαυτὸν ἀγνοήσειε πράττων μὴ μαινόμενος. τὸ δὲ τί ἐστι τὸ πραττόμενον, | |
30 | ὅπερ ἐκπεπτωκέναι 〈λέγουσιν〉 αὐτούς, ὡς ὁ Αἰσχύλος τὰ μυστικά· ἔλεγε μὲν γὰρ οὐχ ὡς μυστικά, ἔλαθε δὲ εἰπὼν μυστικά· καὶ δεῖξαί τις βουλό‐ μενος τὸν καταπέλτην τῷ φίλῳ καὶ τοῦτο πρᾶξαι βουλόμενος ἀφεὶς ἐπά‐ ταξεν αὐτόν, ἄλλο οὖν πράττων ἄλλο ἔπραξεν· ἠγνόει οὖν ὃ ἔπραξε. τὸ δὲ περὶ τί καὶ ἐν τίνι ἐφ’ ἓν ἔοικε φέρειν. διὸ καὶ οὕτως· ἐπεὶ ἓν περὶ τί | |
35 | καὶ ἐν τίνι, οἷον εἰ ἀγνοοίη περὶ τίνα πράττει. εἰ γὰρ τὸν υἱὸν οἰηθεὶς πολέ‐ | |
μιον εἶναι ἀποκτείνοι, περὶ ὃν ἡ πρᾶξις ἠγνόησε. δυνατὸν μὲν οὖν ἐστι φάναι, | 64 | |
65 | τὸ ἐν τίνι τόπῳ ἔπραξεν ἀγνοεῖν, οἷον ἐν ἱερῷ· οὐκ ἔοικε δὲ ἐπὶ τοῦτο φέ‐ ρειν· φανερὸν δ’ ἔσται ὀλίγον ὕστερον. τὸ δὲ τίνι, ὅταν ἀγνοῇ τις τὸ ὄργανον· ἀγνοεῖ γὰρ ᾧ ἔπραξε πῶς εἶχεν· ἔβαλε μὲν γάρ τις τὸ δόρυ ἐπὶ τὸν πλησίον ὡς ἐσφαιρωμένον, ἔλαθε δ’ αὐτὸν λελογχωμένον· καὶ ἔβαλε μέν τις ὡς κίσ‐ | |
5 | σηριν, ἦν δὲ λίθος. τὸ δὲ ἕνεκα τίνος, εἰ ἄλλου μὲν ἕνεκα πράξειεν, ἄλλο δ’ ἀποβαίη, ὡς ὁ τὸ φάρμακον δοὺς ἐπὶ σωτηρίᾳ, ἀγνοήσας ὅτι θανάσιμον ἦν· καὶ ἐπὶ σωτηρίᾳ μὲν ἔπαισε τὸν ἐξεστηκότα ἑαυτοῦ ἵνα ἀνανήψῃ· ἔλαθε δ’ ἀποκτείνας, οὐκ ἐπὶ τοῦτο παίσας. τὸ δὲ πῶς, εἰ αὐτὸς ᾤετο ἠρέμα παίειν, ἔπαισε δὲ σφοδρῶς ὥσπερ οἱ γυμναζόμενοι. περὶ πάντα δὴ ταῦτα | |
10 | φησὶ τῆς ἀγνοίας οὔσης, ἐν ταῖς καθ’ ἕκαστα πράξεσι πάντα μὲν ἑξῆς οὐδεὶς ἂν ἀγνοήσειε, τουτέστιν οὐ συμβήσεταί ποτε ἀγνοῆσαι αὐτὸν καὶ τί πράττει καὶ ἐν τίνι πράττει καὶ πῶς καὶ τἄλλα, ἔτι δὲ ἑαυτόν, εἰ μή που εἴη μαινό‐ μενος, ἓν δέ τι ἀγνοῆσαι αὐτόν, οὐδὲν καινὸν καὶ ὁ τούτων τι ἀγνοήσας, ἄκων δοκεῖ πεποιηκέναι καὶ μάλιστά φησιν ἐν τοῖς κυριωτάτοις· κυριώτατα | |
15 | δ’ εἶναι δοκεῖ, ἐν οἷς ἡ πρᾶξις καὶ τὸ οὗ ἕνεκα· ὅτι δὲ τὸ οὗ ἕνεκα κυριώτατόν ἐστιν ἐν τῇ ἀγνοίᾳ δῆλον. κυριώτατον γὰρ ἐν τῷ ἀγνοεῖν ὃ μά‐ λιστα φαίη τις εἶναι δι’ ἄγνοιαν· τοῦτο δὲ τὸ οὗ ἕνεκα. ὅταν γὰρ φαίνηταί τις ἄλλου μὲν ἕνεκεν πράξας, οἷον ἀγαθοῦ καὶ ὠφελίμου, τοῖς τοιούτοις 〈***〉 διὸ καὶ οἱ ἀπολογούμενοι ἐπὶ τοῦτο μάλιστα εἰώθασι καταφεύγειν τὴν προαί‐ | |
20 | ρεσιν αὐτῶν ἀξιοῦντες ἐξετάζειν καὶ τίνος ἕνεκα ἔπραξαν, πότερα σῶσαι βου‐ λόμενοι ἢ ἀποκτεῖναι. σχεδὸν γὰρ καὶ τἄλλα πάντα τὰ δι’ ἄγνοιαν εἰς τοῦτο ἀνάγεται. καὶ γὰρ ὁ τὸ τί ἔπραξεν ἀγνοήσας εἰς τοῦτο ἀνάγει, οἷον ὅτι ἐξέ‐ πεσεν αὐτὸν λέγοντα τίνος ἕνεκεν ἔλεγε· πότερον ἵν’ ἐξαγγείλῃ τὰ μυστικὰ ἢ οὔ, ἀλλ’ ἄλλο τι λέγων ἔλαθεν ἐξαγγείλας. καὶ ὁ τὸ ὄργανον ἀγνοήσας εἰς | |
25 | τοῦτο ἀνάγει τίνος ἕνεκεν ἔβαλεν, ὅτι ᾤετο ἐσφαιρῶσθαι τὸ δόρυ, ἦν δὲ λε‐ λογχωμένον· καὶ ὁ ἠρέμα μὲν οἰόμενος πλήττειν, σφόδρα δὲ πλήττων, τὸ τίνος ἕνεκα ἔπραξε προτεῖναι ἄν, οἷον ὅτι γυμνασίου καὶ ἀκροχειριζόμενος. κυριώτατον οὖν ἐν τοῖς δι’ ἄγνοιαν τὸ οὗ ἕνεκα· ἔτι δ’ ἐν οἷς ἡ πρᾶξις· τὸ δ’ ἐν οἷς ἡ πρᾶξις ταὐτὸν λαμβάνει τῷ περὶ ὃν ἡ πρᾶξις· καὶ διὰ τοῦτο | |
30 | ἔφαμεν τὸ περὶ τί ἢ ἐν τίνι ἐκ παραλλήλου εἰρῆσθαι. κύριον δὲ τοῦτο διὰ τὸ καὶ αὐτὸ μάλιστα ἐμφαίνειν τὴν ἄγνοιαν, οἷον ὅτι πολέμιον οἰηθεὶς εἶναι ἀλλ’ οὐ φίλον ἀπέκτεινεν. Εἰπὼν δὲ περὶ τοῦ ἀκουσίου ταῦτα, μέτεισιν ἐπὶ τὸ ἑκούσιον. οὐχ ὥσπερ δὲ δύο εἴδη εἰσὶ τοῦ ἀκουσίου τό τε βίᾳ καὶ τὸ δι’ ἄγνοιαν αὐτὸν πεποιηκέναι, | |
35 | ἀλλ’ ἵνα ἑκὼν ᾖ εἰργασμένος, τοῦτον καὶ μὴ βιασθέντα καὶ μὴ δι’ ἄγνοιαν | 65 |
66 | πεποιηκέναι· δι’ ὅπερ εἷς λόγος ἐστὶ τοῦ ἑκουσίου, οὗ ἡ ἀρχὴ ἐν αὐτῷ τῷ πράττοντι εἰδότι τὰ καθ’ ἕκαστα· ἐν γὰρ τούτῳ τῷ ὁρισμῷ περιεί‐ ληπται καὶ τὸ μὴ βίᾳ πράττειν καὶ τὸ μὴ δι’ ἄγνοιαν τὸν ἑκουσίως πράξαντα. ἐπεὶ δὲ τὰ διὰ θυμὸν ἢ ἐπιθυμίαν πραχθέντα τὴν ἀρχὴν ἔχει ἐν αὐτῷ τῷ | |
5 | πράξαντι καὶ εἰδότι τὰ καθ’ ἕκαστα, δοκεῖ δὲ ἀκούσια εἶναι, οὐκ ὀρθῶς φησὶν ὑπολαμβάνειν τοὺς οἰομένους ἀκούσια τὰ διὰ θυμὸν ἢ ἐπιθυμίαν· οὐδὲν γὰρ τῶν ἄλλων ζῴων ἑκουσίως πράξει, οὐδ’ οἱ παῖδες· κατὰ γὰρ ἐπιθυμίαν πράττουσι καὶ διὰ θυμόν, οὐ κατὰ λογισμόν. ἀλλὰ μὴν ἑκουσίως πράττουσι καὶ τἄλλα ζῷα καὶ οἱ παῖδες· οὐκ ἄρα ἀκούσια τὰ διὰ θυμὸν ἢ | |
10 | ἐπιθυμίαν. ὅτι δὲ ἑκουσίως οἱ παῖδες καὶ τὰ ἄλλα ζῷα πράττουσι, δῆλον· ἀκουσίως γὰρ δοκεῖ ἔνια ποιεῖν καὶ πάσχειν, οἷον ἐπειδὰν ἄκοντα ἄγηται δε‐ θέντα· εἰ δ’ ἀκουσίως τινὰ πάσχει ἢ ποιεῖ τὰ παρὰ τὴν ὁρμὴν αὐτῶν, ὅσα κατὰ τὴν ἐν αὐτοῖς ὁρμὴν καὶ ὄρεξιν ποιεῖ, ἑκουσίως ποιεῖ. ἔτι δὲ ἄτοπον ὅσα μὲν καλὰ πράττομεν δι’ ἐπιθυμίαν ἢ θυμὸν ἑκούσια λέγειν, οἷον εἴ τις | |
15 | θυμωθεὶς τύραννον ἀποκτείνειε καὶ ἐλευθερώσειε τὴν πατρίδα, ἢ εἴ τις ἐπιθυ‐ μήσειε καλοῦ τινος ἐπιτηδεύματος καὶ μαθήματος· τὰ δ’ αἰσχρὰ ὅσα ἂν πράττωμεν δι’ ἐπιθυμίαν ἢ θυμὸν ἀκούσια λέγειν, 〈ἄτοπον δὲ ἀκούσια λέ‐ γειν〉 ὧν δεῖ ὀρέγεσθαι. δεῖ δὲ καὶ ὀργίζεσθαι ἐπί τισι καὶ ἐπιθυ‐ μεῖν τινων· ἔτι δέ φησι τὰ μὲν ἀκούσια λυπηρὰ εἶναι. ἀνιᾶται γὰρ | |
20 | πᾶς ὁ ἄκων τι ποιήσας· τὰ δὲ κατ’ ἐπιθυμίαν πραττόμενα ἡδέα· οὐκ ἄρα ἀκούσια τὰ κατ’ ἐπιθυμίαν πραττόμενα ἡδέα. δύναιτο δ’ ἄν τις καὶ ἐπὶ τῶν κατὰ θυμὸν πραττομένων τὸν αὐτὸν λόγον ποιεῖσθαι. δοκεῖ γὰρ καὶ τὰ κατὰ θυμὸν πραττόμενα ἡδέα εἶναι· ὁ γὰρ ἀνύων τὰ κατὰ θυμὸν τὰ πολλὰ ἥδεσθαι εἴωθεν· ἐπεὶ δὲ ἀμφισβητήσιμόν ἐστι τὸ τοιοῦτον, οὐκ ἐπὶ θυμοῦ | |
25 | εἴρηκεν αὐτὸ ὁ Ἀριστοτέλης· ἔτι δὲ τί διαφέρει τὰ διὰ θυμὸν ἢ ἐπιθυμίαν ἁμαρτηθέντα τῶν κατὰ λογισμόν; ἢ διὰ τί τὰ μὲν κατὰ λογισμὸν ἁμαρ‐ τηθέντα οὐκ ἐροῦμεν ἀκούσια, τὰ δὲ κατ’ ἐπιθυμίαν ἢ θυμὸν ἐροῦμεν ἀκούσια; ὅτι μὲν γὰρ φευκτὰ πάντα δῆλον. ἀλλ’ εἰ τὰ κατὰ λογισμὸν ἁμαρτηθέντα ἑκούσια, ὅτι ψυχῆς λογισμὸς μόριόν τι ἀνθρώπου, ὁμοίως ἔχει καὶ ἐπὶ τῶν | |
30 | ἄλλων. καὶ γὰρ τὸ θυμοειδὲς καὶ ἐπιθυμητικὸν μόριά τινα ψυχῆς ἀνθρώπου. ἀνθρώπου οὖν ἁμαρτήματα καὶ τὰ ὑπὸ τοῦ ἀλόγου τῆς ψυχῆς ἁμαρτηθέντα· καὶ ἄτοπον δὴ τὸ τιθέναι αὐτὰ ἀκούσια. p. 1111b4 Διωρισμένου δὲ τοῦ ἑκουσίου ἕως ἀλλ’ εἰ ταὐτόν ἐστι καὶ δόξῃ τινί. | |
35 | Τῷ περὶ ἑκουσίου καὶ ἀκουσίου λόγῳ ἕπεται ὁ περὶ προαιρέσεως· εἶδος | 66 |
67 | γάρ τι ἑκουσίου ἡ προαίρεσις. αἵρεσις γάρ τις ἡ ἀρετὴ καὶ ἡ κακία. ἔτι δὲ τὰ ἤθη μᾶλλον κρίνεται ἐκ τῆς προαιρέσεως ἢ τῆς πράξεως. πράξειε μὲν γὰρ ἄν τις τὰ καλὰ καὶ διὰ τύχην καὶ δι’ ἄλλο τι οἰκονομούμενος, οἷον ὁ τὴν παρακαταθήκην ἀποδούς, ἵνα ἄλλη αὖθις πιστευθῇ ἢ διὰ δέος, ἵνα μὴ | |
5 | ἐλεγχθεὶς δῷ δίκην. ὁ δὲ κατὰ προαίρεσιν πράξας μεγίστην βάσανον δέδωκε τοῦ ἤθους· ἔστι δὲ ἡ προαίρεσις ἑκούσιον μέν, οὐ ταὐτὸν δὲ τῷ ἑκουσίῳ, ἀλλ’ ἐπὶ πλέον καὶ γενικώτερον τὸ ἑκούσιον· τοῦ μὲν γὰρ ἑκουσίου καὶ οἱ παῖδες καὶ τἄλλα ζῷα κοινωνεῖ, προαιρέσεως δ’ οὔ· λογικὸν γάρ τι ἡ προαίρεσις καὶ μετὰ λόγου. ἔτι τὰ ἐξαίφνης ἑκούσια, κατὰ | |
10 | προαίρεσιν δ’ οὔ, οἷον τὰ διὰ θυμὸν ἄφνω πραχθέντα. τῶν γὰρ μὴ κατὰ προαίρεσιν ποιούντων ἀλλ’ ἑκουσίως μόνον τὰ μὲν τῷ μὴ πεφυκέναι οὐ ποιεῖ κατὰ προαίρεσιν, ὥσπερ τὰ ἄλογα ζῷα, τὰ δὲ τῷ πεφυκέναι μέν, μήπω δὲ εἶναι καιρὸν αὐτοῖς τοῦ προαίρεσιν ἔχειν, ὥσπερ τὰ παιδία, τὰ δὲ πέφυκε μὲν καὶ ἔχει καιρὸν προαιρέσει χρῆσθαι, ἀλλὰ τῷ ἄφνω πεποιηκέναι οὐ πράττοι | |
15 | ἂν κατὰ προαίρεσιν, ὡς οἱ διὰ θυμὸν πράττοντες ἄφνω πρὶν βουλεύσασθαι καὶ προελέσθαι· λέγουσι γὰρ ὅτι οὐ κατὰ προαίρεσιν ἔπραξαν, ἀλλὰ κατὰ θυμὸν ἢ κατὰ ἄλλην τινὰ αἰτίαν. ὅτι μὲν δὴ γένος τὸ ἑκούσιον τῆς προαιρέσεως δῆλον· εἰ μὲν γάρ τι προαίρεσις, καὶ ἑκούσιον, εἰ δὲ ἑκούσιον, οὐ πάντως προαίρεσις. μετὰ ταῦτα ζητεῖ τί ἐστι προαίρεσις· ἐπεὶ δὲ οἱ μὲν αὐτὴν λέ‐ | |
20 | γουσιν ὄρεξιν, οἱ δὲ δόξαν, δείκνυσιν ὅτι οὐδέτερον τούτων, διελόμενος τὴν ὄρεξιν εἰς τὰ εἴδη αὐτῆς ἐπιθυμίαν θυμὸν βούλησιν. καὶ πρῶτον ὅτι οὔτε ἐπιθυμία οὔτε θυμός· θυμὸς μὲν γὰρ καὶ ἐπιθυμία κοινὸν καὶ τοῖς ἀλόγοις ζῴοις καὶ τοῖς παισί, προαίρεσις δ’ οὐ κοινόν. Ἔτι ἐκ τοῦ ἀκρατοῦς καὶ ἐγκρατοῦς δείκνυσιν· ὁ μὲν γὰρ ἀκρατὴς | |
25 | ἐπιθυμῶν πράττει, προαιρούμενος δ’ οὔ· οὐκ ἄρα ταὐτὸν ἐπιθυμία καὶ προαίρεσις. ἄξιον δὲ ζητῆσαι πῶς λαμβάνει τὴν προαίρεσιν ἔν τε τῷ ἀκρατεῖ καὶ τῷ ἐγκρατεῖ. δόξει γὰρ προαίρεσιν λέγειν τὸν ἄνευ ὀρέξεως λογισμόν, ἐπειδὴ ὁ ἐγκρατὴς κατὰ λογισμὸν μὲν ποιεῖ, κατ’ ἐπιθυμίαν δ’ οὔ· καίτοι λέγεται ἡ προαίρεσις ὄρεξις εἶναι βουλευτική, ὡς ὕστερον διασαφηνισθήσεται. | |
30 | οὐκ ἀγνοητέον οὖν, ὅτι ὁ ἐγκρατὴς κατὰ προαίρεσιν ποιεῖ· καὶ γὰρ λογισά‐ μενος τὸ συμφέρον καὶ τῆς βουλήσεως, ἥτις καὶ αὐτὴ ὄρεξίς ἐστιν, ἀκολου‐ θούσης τῷ λογισμῷ· ὁ δὲ ἀκρατὴς παρὰ ταύτην ποιεῖ, ἀκολουθῶν τῇ ἐπιθυμίᾳ. ἔστι δὲ καὶ ἐπιθυμίας ἐγκρατῆ τινα εὑρεῖν καὶ ἀκρατῆ, τὸν μὲν κατὰ τὴν | |
εἰρημένην προαίρεσιν πράττοντα, τὸν δὲ παρὰ τὴν εἰρημένην· ὥστ’ εἶναι | 67 | |
68 | κατὰ τὸν αὐτὸν λόγον τὴν προαίρεσιν ἕτερον οὐ μόνον ἐπιθυμίας ἀλλὰ καὶ θυμοῦ· ὁ δὲ Ἀριστοτέλης ἠρκέσθη δεῖξαι ἐπὶ τοῦ κατὰ τὴν ἐπιθυμίαν ἐγκρα‐ τοῦς καὶ ἀκρατοῦς ὅτι ἕτερον ἡ ἐπιθυμία καὶ ἡ προαίρεσις. Ἔτι φησὶ προαιρέσει μὲν ἡ ἐπιθυμία ἐναντιοῦται, οἷον ἐν τῷ | |
5 | ἐγκρατεῖ, ἐπιθυμία δὲ ἐπιθυμίᾳ οὔ. ἔστι δὲ τοῦτο ἀμφισβητήσιμον· φαί‐ νεται γὰρ πολλάκις καὶ ἐπιθυμία ἐπιθυμίᾳ μάχεσθαι, οἷον ἐπειδάν τις χρή‐ ματα ἐπιθυμῇ λαβεῖν παρά τινος, πάλιν δὲ αἰσχύνης οὔσης ἐν τῷ λαμβάνειν, δόξης ἐπιθυμῇ· μάχη γὰρ ἐνταῦθα τῶν ἐπιθυμιῶν φανερά ἐστι καὶ ἀντισπᾶται ὁτὲ μὲν ὑπὸ ταύτης, ὁτὲ δὲ ὑπὸ τῆς ἑτέρας. ἢ μήποτε ἐναντία ἐστὶν οὐ | |
10 | τὰ ποτὲ ἀλλὰ τὰ ἀεὶ οὕτως ἔχοντα πρὸς ἄλληλα, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν καὶ τὸ ἀγαθὸν καὶ τὸ κακόν; ταῦτα γὰρ οὐ ποτὲ μὲν ἐναντία, ποτὲ δὲ οὔ, ἀλλ’ ἀεί. οὕτως δὴ ἡ μὲν ἀγαθὴ προαίρεσις πρὸς τὴν μοχθηρὰν ἐπιθυμίαν ἀεί ἐστιν ἐναντία· ἡ δ’ ἐπιθυμία τῆς δόξης καὶ 〈ἡ〉 τῶν χρημάτων οὐκ ἀεί εἰσιν ἐναντίαι. ὁ γοῦν σοφιστὴς ἀμφοτέρας ἔχει οὕτως ἐναντίας. ταὐτὸν δὲ | |
15 | εὑρεθήσεται καὶ ἐπὶ τῶν ἄλλων ἐπιθυμιῶν. εὐλόγως οὖν λέγεται, τὸ μὴ εἶναι ἐπιθυμίαν ἀεὶ ἐναντίον ἐπιθυμίᾳ. ἐπεὶ οὖν ἡ μὲν ἐπιθυμία ἐπιθυμίᾳ οὐκ ἐναντιοῦ‐ ται, ἡ δὲ προαίρεσις τῇ ἐπιθυμίᾳ, οὐκ ἔστι ταὐτὸν προαίρεσις καὶ ἐπιθυμία. Ἔτι ἡ μὲν ἐπιθυμία ἡδέος ἐστὶν ἐπιθυμία καὶ ἐπιλύπου. πᾶν δὲ τὸ ἐνδεές, καθὸ ἐνδεές, ἐπίλυπον· ἡ δὲ ἐπιθυμία ἐνδεές· ἡ δὲ προαίρεσις οὔτε | |
20 | τοῦ ἡδέος ἐστὶ προαίρεσις ἀλλὰ τοῦ ἀγαθοῦ, οὔτε ἐπιλύπου. ἔτι δὲ ἧττον τὸν θυμὸν εἴποι ἄν τις προαίρεσιν εἶναι· ἥκιστα γὰρ δοκεῖ τὰ κατὰ τὸν θυμὸν πράττεσθαι κατὰ προαίρεσιν. οἱ γοῦν κατὰ θυμὸν πράξαντες τοῦτο μάλιστα ἀπολογοῦνται ὅτι οὐ κατὰ προαίρεσιν· τὰ γὰρ κατὰ προαίρεσιν μετὰ βουλεύ‐ σεως πράττεται, τὰ δὲ μετὰ θυμοῦ οὐ μετὰ βουλεύσεως. | |
25 | Ὅτι μὲν οὖν οὔτε ἐπιθυμία οὔτε θυμός ἐστιν ἡ προαίρεσις δῆλον· ὅτι δὲ οὐδὲ βούλησις ἑξῆς δείκνυσι· σύνεγγυς μὲν γάρ τι φαίνεται ἡ βούλησις τῇ προαιρέσει, οὐκ ἔστι δὲ προαίρεσις. σύνεγγυς δὲ φαίνεται, ἐπειδὴ πρῶτον μὲν ἐν τῷ λογικῷ ἐστι μορίῳ τῆς ψυχῆς, ὅπου τὸ κυριώτατον τῆς προαιρέ‐ σεως, ἔπειθ’ ὅτι μέρος ἐστὶ τῆς προαιρέσεως. ὅταν γὰρ ὁ νοῦς βουλευσά‐ | |
30 | μενος συναινέσῃ καὶ ἕληται, ἡ βούλησις, ὄρεξις οὖσα. συνεξορμᾷ αὐτῷ. καὶ μὴν συνήθως εἰώθαμεν χρῆσθαι τῷ βούλεσθαι καὶ τῷ προαιρεῖσθαι ὡς ταὐτὸν | |
σημαίνοντι. ἀντὶ γὰρ τοῦ προαιροῦμαι γεωργεῖν 〈***〉 καὶ βούλησιν ἔχει ἀγαθήν· | 68 | |
69 | ἐλελήθει δὲ ὡς ἔοικε καὶ ἡ χρῆσις τῶν ὀνομάτων διὰ τὸ σύνεγγυς ἀλλήλοις εἶναι τὴν βούλησιν καὶ τὴν προαίρεσιν. ὅτι δὲ οὐκ ἔστι ταὐτόν· προαίρεσις μὲν γὰρ οὐδεμία τῶν ἀδυνάτων ἐστίν. οὐδεὶς γὰρ λέγεται προαιρεῖσθαι θνητῶν θεὸς εἶναι, εἰ μὴ παντελῶς ἠλίθιος εἴη. ἡ γὰρ προαίρεσις τῶν δυνα‐ | |
5 | τῶν βούλησις, βούλησις δέ ἐστι καὶ τῶν ἀδυνάτων· λέγομεν γὰρ πολλάκις ὅτι βουλοίμην ἂν βασιλεύειν, καὶ ἐβουλόμην ἀθάνατος εἶναι· προαιρεῖσθαι δ’ οὐδεὶς ἂν φαίη. διὸ προαίρεσις μὲν οὐδεμία τῶν οὐκ ἐφ’ ἡμῖν, προαιρούμεθα γὰρ τὰ ἐφ’ ἡμῖν ὄντα· βούλησις δὲ καὶ περὶ τὰ μηδαμῶς ἂν πρα‐ χθέντα. | |
10 | Ἔτι ἡ μὲν βούλησις τοῦ τέλους ἐστίν· βουλόμεθα γὰρ ὑγιαίνειν· ἡ δὲ προαίρεσις τῶν πρὸς τὸ τέλος. ἵνα γὰρ ὑγιαίνωμεν, προαιρούμεθα τόδε πράττειν. Μετὰ ταῦτα δείκνυται ὅτι οὐδὲ δόξῃ ταὐτόν ἐστι προαίρεσις. ἡ μὲν γὰρ δόξα περὶ πάντα ἐστὶ καὶ τὰ ἀίδια καὶ τὰ ἀδύνατα, οὐ μόνον περὶ | |
15 | τὰ ἐφ’ ἡμῖν, οἷον δόξαν ἔχομεν περὶ τῆς διαμέτρου, ὅτι ἀσύμμετρος τῇ πλευρᾷ· αὕτη μὲν ἀιδίου δόξα, ἀδυνάτου δέ, ἐπειδάν τις ἔχῃ δόξαν, ὅτι ἄπειρός ἐστιν ὁ κόσμος· ἔχομεν δὲ καὶ περὶ τῶν ἐφ’ ἡμῖν, οἷον ὅτι ἀγαθόν ἐστι τὸ γεωρ‐ γεῖν, ἢ καὶ ὅτι ἴσως γεωργήσει. ἡ προαίρεσις δ’ ἐστὶ περὶ μόνων τῶν ἐφ’ ἡμῖν, οὔτε δὲ περὶ τῶν ἀιδίων οὔτε περὶ τῶν ἀδυνάτων. οὐδένα γάρ φαμεν | |
20 | προαίρεσιν ἔχειν περὶ τοῦ τὴν διάμετρον ἀσύμμετρον εἶναι τῇ πλευρᾷ ἢ περὶ τοῦ ἄπειρον εἶναι τὸν κόσμον. Ἔτι ἡ μὲν δόξα τῷ ψευδεῖ καὶ τῷ ἀληθεῖ διαιρεῖται· τῆς γὰρ δόξης φαμὲν τὴν μὲν εἶναι ἀληθῆ τὴν δὲ ψευδῆ. ταὐτὸν μὲν οὖν ἴσως τῇ δόξῃ παντάπασιν οὐδεὶς λέγει τὴν προαίρεσιν, τινὶ δὲ δόξῃ ταὐτὸν τάχα ἄν | |
25 | τις ὑπολάβοι, οἷον τῇ περὶ τῶν πρακτῶν. ἀλλ’ οὐδὲ ταύτῃ ἐστὶ ταὐτόν· τῷ μὲν γὰρ προαιρεῖσθαι τἀγαθὰ ἢ τὰ κακὰ ποιοί ἐσμεν τὸ ἦθος· οἱ μὲν γὰρ ἀγαθοὶ λέγονται ὅσοι τἀγαθὰ προαιροῦνται, κακοὶ δὲ οἱ τὰ κακὰ προαιρούμενοι· τῷ δὲ δοξάζειν οὔκ ἐσμεν ποιοί. πολλοὶ γὰρ δόξαν ἔχουσιν ὥσπερ ἐλέχθη καὶ περὶ τῶν ἀιδίων καὶ περὶ τῶν ἀδυνάτων, καὶ οὔκ εἰσι | |
30 | ποιοί. ἀλλ’ οὐδ’ ἂν περὶ τῶν πρακτῶν ἔχωσι δόξαν ἤδη ποιοί εἰσι τὸ ἦθος, οἷον ὁ δοξάζων ὅτι καλὸν ἡ δικαιοσύνη οὔπω ἀγαθός ἐστιν· ἐνδέχεται γὰρ αὐτὸν μὴ αἱρεῖσθαι τὴν δικαιοσύνην, ἀλλὰ μετὰ τὸ δοξάσαι ἂν καὶ ἕληται καὶ ἀποκλίνῃ πρὸς αὐτὴν καὶ ἔτι ὀρεχθῇ, τότε δίκαιός ἐστιν. ἔτι ὁ ἀκρατὴς δο‐ ξάζει μὲν ὀρθῶς, προαιρεῖται δὲ οὐ καλῶς. πρὸς δὲ τούτοις προαιρούμεθα | |
35 | μὲν λαβεῖν ἢ φυγεῖν, λαβεῖν μὲν τὰ φαινόμενα ἡμῖν ἀγαθά, φυγεῖν δὲ τὰ φαινόμενα ἡμῖν κακά· δοξάζει δὲ οὐδεὶς λαβεῖν ἢ φυγεῖν, ἀλλὰ δοξάζομεν τί ἐστιν ἕκαστον, οἷον τί ἀρετή, τί πλοῦτος, ἢ τίνι συμφέρει ἢ πῶς, οἷον | |
ὅτι τοῖς μελαγχολικοῖς ἡ γλυκεῖα τροφὴ ὠφέλιμος καὶ τὸ ἠρέμα τρέφεσθαι | 69 | |
70 | ἀλλὰ μὴ ἀθρόως, ὧν οὐδὲν προαιρεῖσθαι λεγόμεθα ἀλλὰ δοξάζομεν. ἔτι ἡ μὲν προαίρεσις ἐπαινεῖται τῷ εἶναι οὗ δεῖ, οἷον ἡ τῶν ἀγαθῶν προαί‐ ρεσις πραγμάτων, ἡ δὲ δόξα τῷ ἀληθὴς εἶναι ἐπαινεῖται. καὶ προαιρού‐ μεθα μέν, φησίν, ἃ μάλιστα ἴσμεν ἀγαθά, δοξάζομεν δὲ ἃ οὐ πάνυ | |
5 | ἴσμεν. περὶ δὲ τούτου ἀμφισβητήσειεν ἄν τις· οὐ γὰρ πάντες προαιροῦνται ἃ μάλιστα ἴσασιν ἀγαθά, ἀλλ’ ἔνιοι ἠπάτηνται οἱ γοῦν κακοὶ οὐκ ἴσασι κακὰ ἃ προαιροῦνται· ἆρ’ οὖν τὸ λεγόμενόν ἐστιν, ὅτι οἱ ἄνθρωποι ἃ οἴονται μά‐ λιστα εἰδέναι ἀγαθὰ ὄντα, ταῦτα προαιροῦνται; δοξάζουσι δὲ ἃ οὐ πάνυ ἴσασι· περὶ πολλῶν γοῦν δόξας ἔχομεν, ὁμολογοῦντες μὴ ἀκριβῶς εἰδέναι καί φαμεν | |
10 | δοξάζειν μέχρι νῦν οὕτως, καὶ ἂν ἄλλως φανῇ μεταθήσειν τὴν δόξαν· ἔτι οὐχ οἱ αὐτοὶ προαιροῦνται ἄριστα καὶ δοξάζουσιν, ἀλλ’ ἔνιοι δοξάζουσι μὲν ἄμεινον, αἱροῦνται δὲ τὸ χεῖρον διὰ κακίαν, οἷον δόξαν μὲν ἔχει τις, ὅτι καλὸν ἡ δικαιοσύνη, προαιρεῖται δὲ τὴν ἀδικίαν, ὠφέλιμον αὐτὴν ὑπολαμβάνων καὶ σύμφωνον τῷ τοιούτῳ λογισμῷ ἔχων τὴν ὄρεξιν. οὐ δεῖ δὲ ταράττεσθαι | |
15 | εἰ προγίνεται πάσης προαιρέσεως πάντως δόξα ἢ παρακολουθεῖ· οὐδὲ γὰρ τοῦτο ζητοῦμεν, ἀλλ’ εἰ ταὐτόν ἐστι τῇ δόξῃ, ἐπεὶ προγίνεταί γε ἡ δόξα, προγίνεται δὲ οὕτως, τῷ πρώτως τὸν λογισμὸν συγκατατίθεσθαι ὡς αἱ‐ ρετῷ τινι, μετὰ δὲ ταῦτα τὴν ὄρεξιν παρακολουθεῖν τοῦ αὐτοῦ καὶ οὕτω γίνε‐ σθαι προαίρεσιν· παρακολουθεῖ δὲ οὕτως ἐπεὶ προαιρεῖταί τις ὅτι οὐ πάντως | |
20 | δοξάζει περὶ αὐτοῦ ὡς περὶ ἀγαθοῦ. p. 1112a13 Τί οὖν ἢ ποῖόν τί ἐστιν ἕως ὀρεγόμεθα κατὰ τὴν βού‐ λησιν. Ἐπειδὴ ἡ προαίρεσις μήτε θυμός ἐστι μήτε ἐπιθυμία μήτε βούλησις, ἀλλ’ οὐδὲ δόξα, τί ἂν εἴη σκεπτέον. τὸ μὲν δὴ γένος αὐτῆς ἔχομεν· ἑκού‐ | |
25 | σιον γὰρ φαίνεται, καὶ εἰ ἔοικε προαίρεσις ἑκούσιον εἶναι προβεβουλευ‐ μένον, καὶ οὐκ ἄν τις ἀπὸ σκοποῦ τοῦτον ἀποδώη λόγον τῆς προαιρέσεως· τὰ μὲν γὰρ ἄλογα ζῷα ἑκουσίως ποιεῖ μὴ βουλευσάμενα ἀλλὰ μόνῃ συνακο‐ λουθοῦντα τῇ ὀρέξει θυμῷ ἐπιθυμίᾳ· ὁμοίως δὲ καὶ τὰ παιδία· καὶ τῶν τελείων δὲ ἀνδρῶν τινες ἄφνω πολλὰ πράττουσι μὴ βουλευσάμενοι, ὧν οὐδὲν | |
30 | προαιρεῖσθαι λέγονται. ὁ δὲ βουλευσάμενος περί τινος καὶ συγκαταθέμενος ὡς αἱρετῷ συνακολουθούσης καὶ τῆς ὀρέξεως, προαιρεῖσθαι λέγεται αὐτό. διό φησιν εἶναι ἑκούσιον τὸ προβεβουλευμένον, τὴν προαίρεσιν ἐν τῷ προβεβου‐ | |
λεῦσθαι δηλῶν καὶ τὸ πρότερον δεῖν βεβουλεῦσθαι καὶ συμβαίνειν τὸν λογισ‐ | 70 | |
71 | μόν, εἶτ’ ἐπακολουθεῖν τὴν ὄρεξιν· τὸ γὰρ πρότερον τινός ἐστι πρότερον καὶ δῆλον ὅτι προβεβούλευται πρὸ τῆς ὀρέξεως· ἅμα δὲ καὶ ἐν τῷ ἑκουσίως συνεμφαίνει τὴν ὄρεξιν· ἀεὶ γὰρ τὸ ἑκούσιον μετὰ τῆς ὀρέξεως. διό φησιν· ἡ γὰρ προαίρεσις μετὰ λόγου καὶ διανοίας, οὐκ ἐκ ψιλῆς τῆς ὀρέξεως, | |
5 | τὸ δὲ ἑκούσιον ἐνίοτε μόνῃ τῇ ὀρέξει γίνεται. δηλοῖ δὲ καὶ τοὔνομα τὸ τῆς προαιρέσεως· δηλοῖ γὰρ τὸ ἄλλο πρὸ ἄλλων αἱρεῖσθαι. ὅταν γάρ τις βουλεύ‐ ηται, πότερον τόδε ἢ τόδε αἱρετὸν ἢ καὶ περὶ πλειόνων τὴν σκέψιν ποιησά‐ μενος ἐφ’ ἕν τι ἀποκλίνῃ, καὶ συναινέσῃ ὡς αἱρετόν, ἔτι δὲ ἔχῃ συνεξορμῶσαν τὴν ὄρεξιν, ἐκεῖνο δοκεῖ πρῶτον τῶν ἄλλων πάντων αἱρεῖσθαι περὶ ὧν ἐβου‐ | |
10 | λεύσατο. Μετὰ ταῦτα ζητεῖ περὶ τίνων βουλεύονται οἱ ἄνθρωποι καὶ ποῖά τινά ἐστιν τὰ βουλευτά. οὐ γὰρ περὶ πάντων βουλεύονται οὐδὲ πᾶν ὁτιοῦν βουλευτόν. πρῶτον δὲ τίθεται βουλευτὸν εἶναι οὐ περὶ οὗ ἂν βουλεύσαιτο ὁστισοῦν, οἷον ὁ μαινόμενος, ἀλλὰ περὶ οὗ ὁ κατὰ φύσιν ἔχων· βουλεύσαιτο γὰρ ἄν τις μαινό‐ | |
15 | μενος καὶ πῶς ἵνα νοεῖ ποιήσῃ καὶ πῶς εἰς τὸν οὐρανὸν ἀναβῇ. ἀλλ’ οὐδὲν τούτων βουλευτόν. ἐπισκεπτέον δὴ τίνα ἐστὶ τὰ βουλευτά. τῶν δὴ πραγμάτων τὰ μέν ἐστιν ἀίδια καὶ ἀεὶ ὡσαύτως ἔχοντα, οἷον ὁ κόσμος· ἀγέννητος γὰρ καὶ ἀίδιος, καὶ ἡ διάμετρος ἀσύμμετρος τῇ τοῦ τετραγώνου πλευρᾷ. περὶ δὴ τῶν τοιούτων οὐδεὶς βουλεύεται, οὐδὲ πῶς ἂν γένοιτο ἡ διάμετρος σύμμετρος, ἀλλ’ | |
20 | εἴπερ ἄρα, ζητεῖ εἰ ἀσύμμετρός ἐστι, βουλεύεται δὲ οὐδαμῶς. ἄλλα δ’ ἐστὶν, ἃ οὐκ ἀεὶ μέν ἐστι, γίνεται δὲ ἀεὶ ὡσαύτως, οἷον ἀνατολὴ ἄστρων καὶ δύσις καὶ τροπαί· τούτων γὰρ οὐδὲν μὲν ἀεί ἐστι, γίνεται δὲ ὡσαύτως ἀεί· οὐδὲ περὶ τῶν τοιούτων βουλή ἐστιν. ἐξ ἀνάγκης δ’ εἴτε φύσει ἢ διά τινα ἄλλην αἰτίαν τὰ τοιαῦτά φησι γίνεσθαι ὡσαύτως, ἀνάγκην λέγων οὐ τὴν βιαστικήν· | |
25 | οὐδὲν γὰρ τῶν ἐν τῷ οὐρανῷ βίᾳ γίνεται· ἀλλ’ ἀνάγκην ὠνόμακε τὴν πρό‐ νοιαν τοῦ ἀεὶ ὡσαύτως κινοῦντος διὰ τὸ πάντῃ πάντως κινεῖν καὶ μηδέποτε ἄλλως ἐνδέχεσθαι. ἀναγκαῖον γὰρ λέγεται τὸ μὴ ἐνδεχόμενον ἄλλως ἔχειν. τῇ τοιαύτῃ γοῦν ἀνάγκῃ αἱ κινήσεις τῶν ἄστρων καὶ αἱ ἀνατολαὶ καὶ δύσεις καὶ τροπαὶ ἢ φύσει ἢ κατὰ φύσιν· κατὰ φύσιν γὰρ κινεῖται τὰ ἐν τῷ οὐρανῷ | |
30 | ἢ καὶ ἀμφοτέροις· τῇ γὰρ φύσει τῶν φερομένων συμφωνοτάτη ἐστὶν ἡ τοῦ κινοῦντος πρόνοια. ἔνια δέ ἐστιν ἃ γίνεται μὲν κατὰ φύσιν, ἀτακτοτέραν δέ, οἷον αὐχμοὶ καὶ ὄμβροι. οὐδὲ περὶ τούτων βουλεύονται ἄνθρωποι. ἄλλα δέ ἐστιν ἃ ὡς ἔτυχε συμβαίνει, οἷον τὰ ἀπὸ τύχης· δῆλον δὴ ὅτι οὐδὲ περὶ τούτων εἰσὶ βουλαί· οὐδεὶς γὰρ βουλεύεται περὶ θησαυροῦ εὑρέσεως. ἀλλ’ | |
35 | αἱ βουλαὶ γίνονται περὶ τῶν ἀνθρωπικῶν καὶ οὐ περὶ πάντων. οὐ γὰρ βου‐ | 71 |
72 | λεύονται Λακεδαιμόνιοι πῶς ἂν Σκύθαι καλῶς πολιτεύσαιντο, ἀλλὰ πάντες ἄνθρωποι βουλευόμεθα πρῶτον περὶ τῶν ἐφ’ ἡμῖν· ταῦτα δέ φησι καὶ ἐπίλοιπα. αἰτίαι γάρ εἰσι τῶν ὄντων πάντων καὶ γινομένων ἀνάγκη καὶ φύσις καὶ τύχη· πρὸς δὲ τούτοις καὶ νοῦς καὶ πᾶν τὸ δι’ ἀνθρώπου· | |
5 | τοῦτο δέ ἐστιν ἐπιθυμία θυμὸς βούλευσις καὶ ὅλως ἡ ὄρεξις· καὶ γὰρ ταῦτα ἐν ἀνθρώπῳ ὄντα πολλῶν γίνονται αἴτια. ἐπειδὴ οὖν πέφηνεν οὐ γινομένη βούλευσις οὔτε ὧν ἡ φύσις οὔτε ὧν ἡ τύχη, λείπεται τὴν βουλὴν γίνεσθαι ὧν νοῦς ὁ ἀνθρώπινος αἴτιος γίνεται καὶ ὄρεξις ἡ ἀνθρωπίνη· ὧν γὰρ δυνάμεθα αἴτιοι γίνεσθαι περὶ τούτων σκοποῦμεν, διόπερ καὶ τῶν τεχνῶν αἱ μὲν ἀκρι‐ | |
10 | βεῖς καὶ αὐτάρκεις· λέγονται δ’ ἀκριβεῖς μὲν ὅσαι ἂν δι’ ἀναγκαίων ἀναγ‐ καῖον συμπεραίνωνται, αὐτάρκεις δὲ ὧν ἐστιν ὡρισμένα τὰ θεωρήματα καὶ μηδὲν δέονται μήτε βουλεύσεως περὶ αὐτῶν μήτε τύχης· σχεδὸν δὲ αἱ αὐταὶ καὶ ἀκριβεῖς καὶ αὐτάρκεις, οἷον γεωμετρία καὶ ἀριθμητική· τῶν γὰρ τοιούτων καὶ ὥρισται τὰ θεωρήματα· καὶ οὐδεὶς βουλεύεται περὶ τοῦ τριγώνου, εἴτ’ | |
15 | ἔχει τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἢ πῶς ἕξει. περὶ ὧν γὰρ βουλευό‐ μεθα, ἐφ’ ἡμῖν καὶ ποιῆσαι καὶ μὴ ποιῆσαι· οὐκ ἔστι δὲ ἐφ’ ἡμῖν ποιῆσαι τὰς τοῦ τριγώνου γωνίας μὴ εἶναι δυσὶν ὀρθαῖς ἀλλ’ οὐδὲ τύχης οὐδὲν εἰς τοῦτο δεῖ, ἀλλ’ ὥρισται τὰ θεωρήματα ἐξ ἀιδίου. ἀλλ’ οὐδὲ ἡ γραμ‐ ματικὴ βουλεύεται πῶς γραπτέον. οὐκ ἀκριβεῖς δὲ οὐδὲ αὐτάρκεις τέχναι, | |
20 | ὅσαι μὴ ἔχουσι τὸ ἀναγκαῖον ἀλλὰ τὸ ὡς ἐπὶ τὸ πολὺ καὶ δέονται τύχης, οἷον ἰατρικὴ καὶ χρηματιστική· οὔτε γὰρ ὁ ἰατρὸς ἔχει ὡρισμένον θεώ‐ ρημα ὡς πάντως ἐκ τοῦ τοιοῦδε ἰασόμενος, ἀλλ’ ὅτι ὑπὸ τῆς τοιαύτης διαίτης ὡς ἐπὶ τὸ πολὺ ὠφελοῦνται οἱ τοιοῦτοι, οὔτε ὁ χρηματιστὴς ὅτι πάντως κερδανεῖ, ἀλλ’ ὅτι ὡς ἐπὶ τὸ πολύ. δέονται δὲ καὶ τῆς τύχης. | |
25 | καὶ ἐν αὐταῖς δὲ ταύταις ἄλλαι ἄλλων ἀκριβέστεραι καὶ αὐταρκέστεραι· ἧττον γὰρ διηκρίβωται κυβερνητικὴ γυμναστικῆς καὶ τὸ πλεῖστον ἐπὶ τῇ τύχῃ ἐστί. Μᾶλλον δέ φησι καὶ περὶ τὰς δόξας ἢ τὰς ἐπιστήμας. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἔδειξε βουλεύσεις γινομένας περὶ ὧν εἰσιν αἱ μὴ ἀκρι‐ | |
30 | βεῖς μηδὲ αὐτάρκεις τῶν τεχνῶν· μᾶλλον δέ φησι βουλὴν εἶναι, περὶ ὧν δόξας μόνον ἔχομεν ἢ περὶ ὧν τέχνας, οἷον ὁ περὶ ἰατρικῶν δοξάζων μᾶλλον βου‐ λεύεται ἢ ὁ τὴν τέχνην ἔχων διὰ τὸ περὶ τοῦτον ὡρίσθαι μᾶλλόν πως τεχνικὰ | |
θεωρήματα· καὶ ὅλως [ἡ] περὶ τῶν πρακτῶν περὶ ὧν δόξας ἔχομεν μᾶλλον | 72 | |
73 | βουλευόμεθα ἢ περὶ τῶν ὑπὸ τὰς τέχνας· πλεῖον γὰρ διστάζομεν δοξάζοντες ἢ τὰς τέχνας ἔχοντες· γράφεται δὲ καὶ οὕτως· μᾶλλον δὲ καὶ περὶ τὰς τέχνας ἢ τὰς ἐπιστήμας, ὡς τεχνῶν μὲν λεγομένων τῶν ποιητικῶν, ἐπιστημῶν δὲ τῶν θεωρητικῶν. δῆλον δὲ ὅτι αἱ μὲν θεωρητικαὶ οὐ δέονται βουλεύσεως, | |
5 | αἱ δὲ ποιητικαὶ μᾶλλον· βουλευόμεθα δὴ περὶ τῶν ὡς ἐπὶ τὸ πολύ, ἀδήλων δὲ πῶς ἀποβήσεται. περὶ τῶν γνωρίμων πῶς ἀποβήσεται οὐδεὶς ἔτι βου‐ λεύεται ἀλλὰ περὶ τῶν ἀδιορίστων· διόπερ καὶ συμβούλους παρακαλοῦμεν, ὅταν μεγάλα ᾖ, δηλαδὴ ἀπιστοῦντες αὑτοῖς ὡς οὐχ ἱκανοῖς οὖσιν. Ἔτι βουλευόμεθα οὐ περὶ τῶν τελῶν, ἀλλὰ τῶν πρὸς τὰ | |
10 | τέλη. θέμενοι γὰρ ἑαυτοῖς τὰ τέλη, πάντες βουλεύονται πῶς ἂν αὐτῶν τύχοιεν, οἷον θέμενος ἑαυτῷ ὁ στρατηγὸς νίκην βουλεύεται πῶς νικήσει, καὶ ὁ ἰατρὸς τὴν ὑγίειαν σκοπεῖ πῶς περιποιήσει, καὶ καθόλου ὁ βουλευόμενος πῶς τεύξεται τοῦ προκειμένου τέλους ζητεῖ. πλειόνων μὲν οὖν φαινο‐ μένων τρόπων διὰ τίνος ῥᾷστα καὶ μάλιστα τεύξονται τοῦ τέλους ἐπι‐ | |
15 | σκοποῦσιν, οἷον στρατηγὸς νικᾶν βουλόμενος βουλεύεται· προφαίνεται δὴ δυ‐ νατὸν νικῆσαι καὶ πεζικῇ καὶ ἱππικῇ καὶ ναυτικῇ χρησάμενος δυνάμει· μετὰ ταῦτα ζητεῖ μετὰ τίνος ῥᾷστα καὶ ἀκινδυνότατα περιέσται καὶ ὃν ἂν εὕρῃ τοιοῦτον τῶν τρόπων ἐκεῖνον προτιμᾷ. ἐὰν δὲ εἷς ᾖ τρόπος, εἴτε προκριθεὶς πάντων, εἴτε καὶ ἐξ ἀρχῆς φανείς, πῶς διὰ τούτου ἔσται τὸ τέλος ζητοῦμεν, | |
20 | οἷον πῶς ἔσται διὰ τοὺς ἱππικοὺς ἡ κατόρθωσις ἡ τοῦ πολέμου, κἀκεῖνο διὰ τίνος, οἷον τὸ ἱππικὸν τίνα τρόπον κτησόμεθα, φέρε ὅτι χρημάτων δεῖ εἰς τοῦτο· τὰ δὲ χρήματα πόθεν ἔσται; οὐκοῦν συνεισφορᾶς γενομένης παρὰ τῶν πολιτῶν. ἐπειδὰν δὲ δόξῃ τοῦτο, ἐντεῦθεν ἄρχονται τῆς πράξεως, ὅ ἐστι μὲν ἔσχατον ἐν τῇ εὑρέσει τῇ κατὰ τὴν σκέψιν, πρῶτον δ’ αἴτιον ἐν τῇ | |
25 | πράξει. καὶ ἔοικε τὸ γινόμενον ἀναλύσει διαγράμματος, ἣν ποιοῦνται οἱ γεω‐ μέτραι. Ζητεῖ μὲν οὖν ὁ βουλόμενος καὶ ἀναλύει τὸν εἰρημένον τρόπον. οὐ μὴν ταὐτὸν ζήτησις καὶ βούλευσις, ἀλλ’ ἐπὶ πλέον ἡ ζήτησις· ζητοῦμεν γὰρ καὶ περὶ τῶν μαθηματικῶν, οἷον εἰ ἡ διάμετρος σύμμετρος, καὶ περὶ τῶν ἀιδίων, | |
30 | οἷον εἰ ὁ ἥλιος σφαῖρά ἐστι· βουλευόμεθα δὲ περὶ τῶν ἐφ’ ἡμῖν, ἃ ὅταν ζητῶμεν ὡς εἴρηται ἀναλύομεν καὶ τὸ ἔσχατον ἐν τῇ ἀναλύσει πρῶτον ἐν τῇ γενέσει τῆς πράξεως ποιούμεθα. βουλευόμενοι δέ, ἂν μὲν ἀδυνάτῳ ἐντύχωσιν, ἀφίστανται, ἂν δὲ δυνατῷ ἐγχειροῦσι πράττειν. ταῦτα | |
δὲ πρόσκειται εἰς τὸ γνωριμώτατα εἶναι, ὅτι περὶ τῶν ἐφ’ ἡμῖν βουλευόμεθα· | 73 | |
74 | ἂν γὰρ ἀδύνατα ἡμῖν φαίνηται, οὐκέτι οὔτε βουλευόμεθα οὔτε ἐγχειροῦμεν αὐτοῖς. δυνατὰ δ’ ἐστὶν ἃ δι’ ἡμῶν γένοιτ’ ἄν· συμπεριειληφέναι δέ φησιν ἐν τῷ δι’ ἡμῶν καὶ τὰ διὰ τῶν φίλων. ὅτι δὲ ὃ δυνατόν, δι’ ἡμῶν, φανερόν· ἡ γὰρ ἀρχὴ ἐν ἡμῖν, τουτέστιν ἡ ἀρχὴ τοῦ πράττειν ἡμᾶς. λαμ‐ | |
5 | βάνει γὰρ νῦν ἀρχὴν τὴν κινοῦσαν· τῶν δὲ ἐφ’ ἡμῖν ἐν ἡμῖν ἡ κινητικὴ ἀρχή. ζητοῦμεν δὲ βουλευόμενοι ὁτὲ μὲν ὄργανα, ὁτὲ δὲ τὴν χρῆσιν αὐ‐ τῶν, οἷον ὁτὲ μὲν ὁ ἰατρὸς ζητεῖ, πῶς ἂν αὐτῷ γένοιτο τὰ ὄργανα τὰ ἰατρικά, ὁτὲ δὲ πῶς αὐτοῖς χρήσεται. ὁμοίως δὲ καὶ ἐν τοῖς πρακτοῖς ὁτὲ μὲν ζη‐ τοῦμεν δι’ οὗ ἔσται ὀργάνου, οἷον ὁ στρατηγός, πότερα δι’ ἱππικῆς ἢ διὰ | |
10 | πεζικῆς δυνάμεως ἢ πῶς ἂν χρήσαιτο τῇ πεζῇ δυνάμει ζητεῖ. ἐκ δὲ τῶν εἰρημένων φανερόν, ὅτι ἄνθρωπος ἀεὶ ἀρχὴ τῶν ἰδίων πράξεων καὶ οὐκ ἐξ ἀνάγκης ὥρισται πάντα οὐδ’ εἵμαρται· εἰ γὰρ βουλεύεται καὶ ζητεῖ καὶ αἱρεῖται, δῆλον ὅτι ἐπ’ αὐτῷ ἐστιν· εἰ δὲ μή, ἀναιρεῖται πᾶσα βουλὴ καὶ σκέψις ἡ περὶ τῶν πρακτῶν. ἕκαστος οὖν ἄνθρωπος ἀρχὴ καὶ αἴτιος ὧν | |
15 | πράττει· ἐπεὶ δὲ βουλεύεται περὶ τῶν ἑαυτοῦ πράξεων, αἱ δὲ πράξεις ἄλλων ἕνεκεν, ἕνεκα γὰρ τοῦ τέλους καὶ τοῦ ἀγαθοῦ, δῆλον ὡς οὔτε ἐστὶ βουλευτὸν τὸ τέλος ἀλλὰ τὰ πρὸς τὰ τέλη καθόλου· οὐδὲ δὴ περὶ τῶν καθ’ ἕκαστα καὶ αἰσθητῶν βουλευόμεθα, οἷον εἰ ἄρτος τοῦτο ἢ ἐπέφθη ὡς δεῖ· περὶ γὰρ ὧν τὴν αἴσθησιν ἔχομεν ἐναργῆ, οὐ βουλευόμεθα εἰ τοιαῦτά ἐστιν, ἀλλ’ | |
20 | ἀρχὴν ἔχομεν τὴν αἴσθησιν· εἰ δὲ βουλευόμεθα περὶ τῶν τοιούτων, εἰς ἄπει‐ ρον ἥξομεν. ἂν γὰρ μὴ ὦσί τινες ἀρχαὶ πισταὶ καὶ ἐναργεῖς, ἀνάγκη ἄλλο δι’ ἄλλου πιστοῦσθαι, καὶ τοῦτ’ ἐπ’ ἄπειρον. εἴρηται δὲ τοῦτο καὶ ἐν τοῖς Ἀναλυτικοῖς. τὸ δὲ βουλευτὸν καὶ τὸ προαιρετὸν ἁπλῶς μὲν οὖν οὐκ ἔστι ταὐτόν· γενικώτερον γάρ τί ἐστι τὸ βουλευτόν, οὐ μὴν ἀνάπαλιν. περὶ | |
25 | πολλῶν γοῦν βουλευόμενοι οὐχ αἱρούμεθα πάντα, ἀλλ’ ἕν τι αὐτῶν βουλευτὸν προαιρετὸν ὂν ἐκ τῆς βουλῆς προεκρίθη· διό φησι τὸ προαιρετὸν ἀφωρισ‐ μένον ἤδη εἶναι. μέχρι μὲν γὰρ βουλευόμεθα περί τινος ἀοριστοῦμεν περὶ αὐτοῦ, ὅταν δὲ προελώμεθα, ὁρίζομεν ὅτι πρακτέον ἐστὶ καὶ παυόμεθα τῆς βουλῆς. παύεται γάρ φησιν ἕκαστος ζητῶν πῶς πράξει, ὅταν εἰς | |
30 | αὑτὸν ἀναγάγῃ τὴν ἀρχήν, τουτέστιν ὅταν εὕρῃ ἑαυτὸν δυνάμενον αἴτιον γενέσθαι καὶ ἐπ’ αὐτῷ ὂν πρᾶξαι καὶ ἀναγάγῃ οὐ μόνον εἰς αὑτὸν, ἀλλ’ αὑτοῦ εἰς τὸ ἡγούμενον, τουτέστιν εἰς τὸν νοῦν. ὅταν γὰρ νοήσῃ ὅτι πρακτέον, ὅπερ ὁ νοῦς ἐβουλεύσατο καὶ εἵλετο, παύεται τῆς σκέψεως συνεξορ‐ μώσης τῷ λογισμῷ καὶ τῆς ὀρέξεως. τούτου δὲ παράδειγμά φησιν εἶναι τὰς | |
35 | ἀρχαίας πολιτείας ἃς Ὅμηρος ἐμιμεῖτο· πεποίηνται γὰρ αὐτῷ οἱ βασιλεῖς | 74 |
75 | ἃ προείλοντο ἀπαγγέλλοντες τῷ δήμῳ. εἰκάζει δὲ ὡς ἔοικεν ὁ Ἀριστοτέλης τοὺς μὲν βασιλεῖς τῷ λογιστικῷ τῆς ψυχῆς καὶ βουλευτικῷ, τὸν δὲ δῆμον τῇ ὀρέξει· ἐπειδὰν οὖν οἷον βουλευσάμενος ὁ βασιλεὺς νοῦς καὶ συγκαταθέμενος ἀνακοινώσηται οἷον δήμῳ τῇ ὀρέξει, ἡ δ’ ἐπιψηφίσηται καὶ συνεξορμήσῃ, | |
5 | προαίρεσις τὸ τοιοῦτον. Ἐπειδὴ οὖν ἐστι τὸ προαιρετὸν βουλευτὸν καὶ ὀρεκτὸν τῶν ἐφ’ ἡμῖν ὄντων, καὶ ἡ προαίρεσις ἂν εἴη βουλευτικὴ ὄρεξις τῶν ἐφ’ ἡμῖν. δηλοῖ δὲ πῶς λαμβάνει τὸν λόγον τοῦτον τῆς προαιρέσεως· οὐ γὰρ ὡς ἀκριβῆ ὁρισμόν· οὐ γάρ ἐστι γένος τῆς προαιρέσεως ἡ βούλευσις οὐδ’ ἡ ὄρεξις, ἀλλὰ | |
10 | τὸ ἐξ ἀμφοῖν ὥσπερ σύνθετον· διό φησιν ἐκ τοῦ βουλεύσασθαι γὰρ κρί‐ ναντες ὀρεγόμεθα κατὰ τὴν βούλησιν· γράφεται δὲ καὶ βούλευσιν, ὡς ἂν ἀρχούσης μὲν τῆς βουλεύσεως, ἑπομένης δὲ τῆς ὀρέξεως, ἐκ δὲ τούτου γενομένης τῆς προαιρέσεως. ἔοικε δὴ τῷ τοιούτῳ λόγῳ ζῷόν ἐστι σῶμα ἔμψυχον· καὶ γὰρ ἐκεῖ οὐκ ἔστι τὸ σῶμα γένος τοῦ ζῴου, ἀλλὰ τὸ λεγόμενον | |
15 | τοιοῦτόν ἐστιν, ὅτι τὸ ζῷόν ἐστιν, ὃ ἐκ σώματος καὶ ψυχῆς συνέστηκεν. Ἡ μὲν οὖν προαίρεσις τύπῳ εἴρηται· οὐ γὰρ ἀκριβής ἐστιν ὁ ὁρισ‐ μός, ὡς ἐδείχθη, ἀλλ’ ὑπογραφῇ ἔοικε μᾶλλον· εἴρηται δὲ καὶ περὶ ποῖά ἐστιν, ὅτι περὶ τὰ πρακτά, καὶ ὅτι τῶν πρὸς τὰ τέλη εἰσὶν αἱ προαιρέσεις ἀλλ’ οὐχὶ τῶν τελῶν. ἡ δὲ βούλησις ὅτι μέν ἐστι τοῦ τέλους εἴρηται. ἐπεὶ δ’ | |
20 | οἱ μὲν τοῦ ἀληθῶς ἀγαθοῦ ἐφίενται, οἱ δὲ τοῦ φαινομένου ἀγαθοῦ, δοκεῖ [δὲ] ἡ βούλησις ἐνίοις μὲν τοῦ ἀγαθοῦ εἶναι ἁπλῶς, ἐνίοις δὲ τοῦ φαινομένου ἀγαθοῦ. συμβαίνει δὲ τοῖς μὲν βουλητὸν λέγουσι τὸ ἀγαθὸν μὴ φύσει εἶναι βουλητόν, ὃ βούλεται καὶ ὁ φαῦλος, τοῖς δὲ τὸ φαινόμενον ἀγαθὸν βου‐ λητὸν λέγουσι, μὴ εἶναι φύσει τι βουλητόν. εἰ δὲ τοῦτο μὴ ἀρέσκει | |
25 | τὸ μὴ εἶναι φύσει τι βουλητόν, ἆρα φατέον ἁπλῶς μὲν εἶναι βουλητὸν τὸ ἀγαθόν, ἑκάστῳ δὲ τὸ φαινόμενον ἀγαθόν; διὰ τί δὲ οὐκ ἀρέσκει; ἴσως γὰρ εἴποι τις μηδὲ εἶναι φύσει τι βουλητόν, ἀλλ’ ἀγαθὸν μὲν εἶναι τὸ φύσει· βουλητὸν δὲ ὃ ἕκαστος βούλεται, ὥσπερ αὐτὸς λέγει· καθάπερ καὶ ὑγιεινὸν τὸ μέν ἐστι ὃ τῷ κατὰ φύσιν διακειμένῳ ἁρμόττει, οἷον σιτία καὶ ποτὰ ὑγιεινά | |
30 | φαμεν τὰ οἰκεῖα τοῖς κατὰ φύσιν διακειμένοις σώμασι· τὸ δὲ ὑγιεινὸν οὐκ ἔστι ἁπλῶς, ὃ ἁρμόττει τοῖς νοσοῦσιν· ὁμοίως δὲ καὶ πικρὰ καὶ γλυκέα καὶ θερμὰ καὶ βαρέα τὰ μέν ἐστιν ἁπλῶς καὶ ἃ τοῖς κατὰ φύσιν διακει‐ | |
μένοις φαίνεται τοιαῦτα, τὰ δὲ οὐχ ἁπλῶς ἃ τοῖς νοσοῦσιν, οὕτω καὶ βουλη‐ | 75 | |
76 | τὸν ἁπλῶς μέν ἐστιν, ὃ βουληθείη ἂν ὁ σπουδαῖος· τοῦτο δέ ἐστι τὸ ἀγαθόν· ἑκάστῳ δὲ τὸ φαινόμενον ὃ οὐκ ἔστιν ἁπλῶς βουλητόν, ὅταν ὁ φαῦλος βούλη‐ ται. ἐν παντὶ γὰρ πράγματι ὁ σπουδαῖος κρίνει ἕκαστα ὀρθῶς καὶ κανών ἐστι τῆς ἑκάστου φύσεως· καθ’ ἑκάστην γὰρ ἕξιν καὶ ψυχικὴν καὶ σωμα‐ | |
5 | τικὴν ἴδια φαίνεται καλὰ καὶ ἡδέα, διαφέρει δὲ ἐν ἑκάστοις τὸ δοκοῦν. τῷ μὲν γὰρ σπουδαίῳ τἀληθὲς καταφαίνεται, τῷ δὲ φαύλῳ τὸ τυχόν· ἀπατῶνται δὲ οἱ πολλοί, ὥς φησι, διὰ τὴν ἡδονὴν καὶ τὴν λύπην· τὴν μὲν γὰρ ἡδονὴν ὡς ἀγαθὸν διώκουσι, τὴν δὲ λύπην ὡς κακὸν φεύγουσιν. Ἐπεὶ δὲ 〈***〉 προαιρετά ἐστι τὰ [τὸ] πρὸς τὸ τέλος, πᾶσαι γὰρ αἱ | |
10 | περὶ αὐτὰ πράξεις ἄγουσι πρὸς τὴν εὐδαιμονίαν, ἑκούσιοι ἄρα. ἐκ δὲ τούτου φανερόν, ὅτι ἐφ’ ἡμῖν ἡ ἀρετή· εἰ δ’ ἡ ἀρετὴ ἐφ’ ἡμῖν, καὶ ἡ κακία· ἐν οἷς γὰρ ἐφ’ ἡμῖν τὸ πράττειν, καὶ τὸ μὴ πράττειν ἐφ’ ἡμῖν· εἰ γὰρ τὸ μὴ πράττειν οὐκ ἐφ’ ἡμῖν ἀλλὰ κατηναγκασμένον, δῆλον ὡς καὶ τὸ πράττειν κατηνάγκασται· εἰ γὰρ κατηνάγκασται τὸ πράττειν, 〈οὐδ’〉 ἐφ’ ἡμῖν | |
15 | ἔσται τὸ μὴ πράττειν· δῆλον οὖν ὅτι ἐν οἷς τὸ πράττειν ἐφ’ ἡμῖν, καὶ τὸ μὴ πράττειν ἐφ’ ἡμῖν· ὥστε εἰ τὸ πράττειν καλὸν ὁτιοῦν ἐφ’ ἡμῖν ἐστιν, καὶ τὸ μὴ πράττειν αἰσχρὸν ὂν ἐφ’ ἡμῖν. εἰ δὲ ἐφ’ ἡμῖν τὰ καλὰ πράττειν καὶ τὰ αἰσχρά, ὁμοίως δὲ καὶ τὸ μὴ πράττειν, τοῦτο δ’ ἦν τὸ ἀγαθοῖς καὶ κακοῖς εἶναι, ἐφ’ ἡμῖν ἂν εἴη τὸ ἐπιεικέσιν εἶναι καὶ φαύλοις. ἐφ’ | |
20 | ἡμῖν οὖν οὐ μόνον ἡ ἀρετὴ ἀλλὰ καὶ ἡ κακία. τὸ δὲ λέγειν φησὶν οὐδεὶς ἑκὼν πονηρὸς οὐδ’ ἄκων μακάριος, τὸ μὲν ἀληθὲς ἔοικεν εἶναι, τὸ δὲ ψεῦδος. μακάριος μὲν γὰρ οὐδεὶς ἄκων, πονηρὸς δὲ ἑκών· ἡ γὰρ μοχθηρία ἑκούσιον. δοκεῖ δ’ αὐτῷ ἡ εὐδαιμονία ἐνέργεια εἶναι κατ’ ἀρε‐ τήν· ἔστι δὲ ἡ ἀρετὴ ἑκούσιον αἵ τε κατ’ αὐτὴν ἐνέργειαι. εἰ δέ τις ἄλλως | |
25 | οἴεται, ἀμφισβητεῖν αὐτὸν δεῖ πρὸς τὰ λεχθέντα νῦν καὶ οὐχ ὁμολογητέον τὸν ἄνθρωπον ἀρχὴν εἶναι τῶν ἑαυτοῦ πράξεων. δοκεῖ δὲ τὰ μὲν ἄλλα ζῷα ἀρχαὶ εἶναι γενέσεως ἕκαστον τοῖς ἐξ αὐτῶν γινομένοις, πράξεων δ’ οὐδαμῶς· οὐδενὶ γὰρ μέτεστιν αὐτῶν πράξεως· ὁ δ’ ἄνθρωπος, ὥσπερ τέκνων γεννητὴς καὶ ἀρχὴ τῶν ἐξ αὐτοῦ γεννωμένων, οὕτως καὶ τῶν ἐξ αὐτοῦ | |
30 | πράξεων. ὧν δὲ ἀρχαὶ ἐν ἡμῖν, καὶ αὐτὰ ἐφ’ ἡμῖν. Μετὰ δὲ ταῦτα χρῆται σφόδρα ἐνδόξοις πίστεσι· καὶ γὰρ ἰδίᾳ ἕκαστος καὶ οἱ νομοθέται κολάζουσι τοὺς δρῶντας μοχθηρά. ὥστ’ εἶναι τὸν λόγον τοιοῦτον σχεδόν· εἰ ἀκούσιον ἦν τὸ ἀδικεῖν, οὐκ ἂν ἐκόλαζον οἱ νομοθέται τοὺς τὰ κακὰ δρῶντας· κολάζουσι δέ, οὐκ ἄρα ἀκούσιον. εἰπὼν δὲ ὅτι κολά‐ | |
35 | ζουσιν οἱ νομοθέται, προσέθηκεν ὅσοι μὴ βίᾳ ἢ δι’ ἄγνοιαν, ἧς μὴ αὐτοὶ | 76 |
77 | αἴτιοι. ἐνίοτε γὰρ τῆς ἀγνοίας αὐτοὶ ἑαυτοῖς αἴτιοι γίνονται, οἱονεὶ μεθυ‐ σθέντες. ἔτι τοὺς μὲν κολάζουσι, τοὺς δὲ τιμῶσιν, ἵνα τοῦ μὲν ἀδικεῖν κωλύ‐ σωσιν, ἐπὶ δὲ τὸ καλὰ πράττειν προτρέψωσιν. οὐδεὶς δ’ οὔτε ἀποτρέπει ἀπὸ τῶν ἀκουσίων οὔτε προτρέπει ἐπὶ τὰ ἀκούσια· οὐ προτρέπουσι γοῦν μὴ θερ‐ | |
5 | μαίνεσθαι πυρὸς ὄντος πλησίον ἢ πεινῆν ἐσθίοντα. εἰ οὖν προτρέπουσι καὶ ἀποτρέπουσι, δῆλον ὡς ἐφ’ ἡμῖν ἥ τε ἀρετὴ καὶ ἡ κακία. καὶ τοὺς ἀγνοοῦντας περὶ τῶν ἐν τοῖς νόμοις ἃ δεῖ ἐπίστασθαι καὶ μὴ χα‐ λεπά ἐστι κολάζουσιν· ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις κολάζουσιν, ἃ δι’ ἀμέλειαν δοκοῦσιν ἀγνοεῖν. ταῦτα δὲ λέγει, ἐπειδὴ ἔστι τινὰ νόμιμα ἐν | |
10 | ταῖς πόλεσιν, ἃ πάντας δεῖ ἐπίστασθαι, καὶ οὐδενὶ συγγνώμη ἀγνοήσαντι, οἷον τὸν πατέρα μὴ τύπτειν, μὴ ἱεροσυλεῖν, μὴ ἀνδροφονεῖν· τούτων γὰρ ἕκαστον ἀπηγόρευται ὑπὸ τῶν νομοθετῶν καὶ οὐδένα δεῖ ἀγνοεῖν. εἰ δέ τις φαίη ἀγνοῶν ὅτι κωλύεται ὑπὸ τῶν νομοθετῶν πεποιηκέναι, οὐκ ἂν τύχοι συγγνώ‐ μης· εἰ δέ τις ἀγνοοίη περὶ ἀγχιστευτικῶν δικαίων κληρονομικῶν συγγενικῶν | |
15 | ἢ περί τινος τοιούτου, συγγνωμονεῖται· τῶν γὰρ περὶ τοὺς νόμους διατριβόντων ἡ τῶν τοιούτων γνῶσις. ὁμοίως καὶ ἐπὶ τοῖς ἄλλοις οὐδεὶς τυγχάνει συγγνώ‐ μης οὐδ’ ἂν δι’ ἀμέλειαν ἀγνοῇ, οἷον ἐὰν μὲν ἐν πολέμῳ βάλλων τις τὸν πολέμιον τύχῃ τοῦ φίλου ἐν τῷ αὐτῷ τόπῳ ὄντος, ἀγνοῶν ὅτι ἐκεῖνος, συγ‐ γνωμονεῖται· οὐ γὰρ ἂν προσεδόκησεν· εἰ δὲ παρεστῶτα τὸν φίλον ῥᾳθύμως | |
20 | τι δρῶν ἔπληξεν, οὐκ ἐξετάσας ἀλλ’ ἀμελήσας εἰδέναι, ἤδη κολάζουσι τὸν τοιοῦτον ὡς ἐξὸν αὐτῷ γνῶναι ὃς ἦν παρεστώς, ἠμέλησεν. ἔπειτα καὶ ὁ μὲν γυμναζόμενος τόξῳ ἔνθα μηδένα ᾤετο βαδιεῖσθαι τυχών τινος παρὰ προσδοκίαν, τύχοι ἂν συγγνώμης· ὁ δὲ ἔνθα εἰκὸς ἦν βαδιεῖσθαι πολλοὺς ῥᾳθύμως βάλλων καὶ ἀποκτείνας τινὰ ἥκιστα ἂν τύχοι συγγνώμης, ὡς ἐπ’ αὐτῷ ὂν ἐπιμελη‐ | |
25 | θῆναι καὶ φυλάξασθαι. ταῦτα δὲ πάντα λέγεται διὰ τὸ εἶναί τινων τὴν ἀρχὴν ἐν ἡμῖν, ἐφ’ οἷς οὐδεμία συγγνώμη, ὁπότε καὶ τῶν δι’ ἄγνοιαν, ἧς αἴτιοί τινες αὐτοὶ ἑαυτοῖς οὐ συγγνωμονοῦνται. Ἀλλ’ ἴσως φαίη ἄν τις περὶ τῶν δι’ ἀμέλειαν ἁμαρτανόντων οἵους ἔφα‐ μεν ἢ τοὺς τὰ ἐν τοῖς νόμοις ἀγνοοῦντας διὰ ῥᾳθυμίαν καὶ διὰ τοῦτο παρα‐ | |
30 | βαίνοντας, ἢ τοὺς ὅλως ἀδικοῦντας δι’ ἀμέλειαν, ὧν ἠδύναντο εἰδέναι μὴ ἀμελήσαντες· τῶν δὴ τοιούτων ἴσως λέγοι ἄν τις αἰτίαν τὴν φύσιν τῆς ἀμε‐ λείας, φύσει γὰρ αὐτοὺς ἀμελεῖς εἶναι καὶ ῥᾳθύμους· ὁ δ’ Ἀριστοτέλης οὔ φησι φύσεως ταῦτα εἶναι ἀλλ’ ἐπ’ αὐτοῖς ἐκείνοις τὸ τοιούτους γενέσθαι. | |
ζῶντες γὰρ ἀνειμένως καὶ ῥᾳθύμως εἰς τοιαύτην ἕξιν κατέστησαν ὥστε | 77 | |
78 | μηδενὸς ἐπιμελεῖσθαι ὧν χρὴ ἐπιμέλειαν ἔχειν. καὶ γὰρ τοῦ ἀδίκους ἢ ἀκο‐ λάστους εἶναι οὐ τὴν φύσιν αἰτιατέον, ἀλλ’ ἑαυτὸν ἕκαστον· οἱ μὲν γὰρ ἀεὶ κακουργοῦντες γίνονται ἄδικοι ἐκ τῶν ἐνεργειῶν πορισάμενοι τὴν ἕξιν, οἱ δ’ ἀεὶ ἐν πότοις καὶ τοῖς τοιούτοις διατρίβοντες ἀκόλαστοι. καὶ γὰρ ἐν ταῖς | |
5 | ἀγωνίαις οἱ περὶ ἕκαστα βουλόμενοι διαφέρειν μελετῶντες διατελοῦσι τὰ τῆς ἀγωνίας ἔργα ὡς ἐκ τῶν ἐνεργειῶν γινομένων τῶν ἕξεων· τὸ δὴ τοῦτ’ ἀγνοεῖν παντελῶς ἀναισθήτου. ἄλογον δὲ καὶ τὸ λέγειν τὸν ἀδικοῦντα μὴ βού‐ λεσθαι ἄδικον εἶναι ἢ τὸν ἀκολασταίνοντα ἀκόλαστον. τοῦτο δὲ οὐχ οὕτως λέγει, ὅτι ὁ ἄδικόν τι ποιῶν πάντως ἄδικος, ἢ ὁ ἀκόλαστον ἀκό‐ | |
10 | λαστος· ὑπεναντίον γὰρ αὐτῷ λέγοι ἄν. ἐνδέχεται γὰρ καὶ ἄκοντα καὶ ἀγνο‐ οῦντα ποιῆσαί τι τούτων, ἀλλὰ ἀδικοῦντα λέγει τὸν ἑκουσίως κακουργοῦντα καὶ ἀκολασταίνοντα τὸν ἑκουσίως τοῦτο δρῶντα· ἄλογον δὴ ὡς ἀληθῶς γίνεται τὸν ἑκουσίως ἀδικοῦντα λέγειν μὴ βούλεσθαι ἀδικεῖν ἢ τὸν ἑκουσίως ἀκολασταί‐ νοντα λέγειν μὴ βούλεσθαι ἀκολασταίνειν· ἐπεὶ οὖν οὐδ’ ἀγνοῶν, ἀλλ’ ἑκὼν | |
15 | καὶ εἰδὼς ἔπραττε ταῦτα ἐξ ὧν ποριεῖται τὴν ἕξιν τῆς ἀδικίας καὶ ἔσται ἄδικος, ἑκὼν ἂν εἴη ἄδικος. Εἴποι δ’ ἄν τις, εἰ ἐφ’ ἡμῖν τὸ ἀδίκοις εἶναι, ἐφ’ ἡμῖν καὶ τὸ παύεσθαι τῆς ἀδικίας, ὁπότε βουλόμεθα· οὐκ ἐφ’ ἡμῖν δὲ τὸ παύεσθαι, οὐδ’ ἄρα τὸ γίγνεσθαι ἀδίκοις. ταῦτα δὲ οὐ συγχωρεῖ ὁ Ἀριστοτέλης, ἀλλ’ ἐφ’ ἡμῖν μέν | |
20 | φησιν εἶναι τὴν ἀδικίαν· ἑκόντες γὰρ ἐπιτηδεύουσιν τὰ ἄδικα, ἐξ ὧν ἄδικοι γίνονται· οὐ μὴν ὅταν βούλωνται ἄδικοι ὄντες παύσοντοι. καὶ γὰρ νοσεῖ μέν τις ἑκών, ὅταν ἀπειθῇ τοῖς ἰατροῖς, οὐκ ἀπαλλάττεται δὲ τῆς νόσου, ὅταν βούληται, ἐπειδὰν ἱκανῶς αὐτοῦ κατακρατήσῃ· καὶ ῥίψαι μὲν ἄν τις ἑαυτὸν ἑκὼν ἢ λίθον, οὐκ ἐφέξει δὲ αὑτὸν ἢ τὸν λίθον φερόμενον, ὅταν βούληται. | |
25 | οὐ μόνον δὲ αἱ τῆς ψυχῆς κακίαι ἑκούσιοι ἀλλ’ ἐνίοτε καὶ αἱ τοῦ σώματος· τοῖς μὲν γὰρ διὰ φύσιν αἰσχροῖς οὐδεὶς ἐπιτιμᾷ, τοῖς δὲ δι’ ἀγυμνασίαν. καὶ εἰ μέν τις ἄκων πηρωθείη τὴν ὄψιν, ἐλεεῖται, ἐὰν δ’ ἐξ οἰνοφλυγίας πάθῃ τοῦτο, μισεῖται. εἰ οὖν αἱ ἐν τῷ σώματι κακίαι ὅσαι ἐφ’ ἡμῖν ἐπιτιμῶνται, πολὺ μᾶλλον προσήκει τὰς ἐν τῇ ψυχῇ, αἳ πάν‐ | |
30 | τως ἐφ’ ἡμῖν εἰσιν. Ἀμφισβητοῦσι δέ τινες λέγοντες μὴ ἐφ’ ἡμῖν εἶναι τὴν κακίαν. πάντας γὰρ ἐφίεσθαι τοῦ φαινομένου αὐτοῖς ἀγαθοῦ, τοῦ δὲ φαίνεσθαι τοιοῦτον ἢ τοιοῦτον μὴ εἶναι κύριον ἕκαστον, ἀλλ’ ὥσπερ ἡ ὄψις τῷ μὲν ὀξυωπής ἐστι καὶ οἵα καθορᾶν ἀκριβῶς, τῷ δὲ ἀσθενεστέρα καὶ ἥττων διακρίνειν, οὐ δυ‐ | |
35 | νατοὶ γὰρ ὁρᾶν τὰ οὕτως φύσει ὄντα, ὄψιν τινὰ ὡς εἰπεῖν ἐν τῇ ψυχῇ ἔχον‐ | 78 |
79 | τες οἱ μὲν ὁρατικὴν τοῦ ὡς ἀληθῶς ἀγαθοῦ, οἱ δὲ παρορατικὴν τούτου. εἰ οὖν ἀκούσιος ἡ τοιαύτη δύναμις ἡμῖν ἐστι τῆς ψυχῆς καὶ φύσει ὑπάρχει, δῆλον ὡς οὐχ ἁμαρτάνουσιν οἱ μὲν τὸ τῷ ὄντι ἀγαθὸν μὴ ἡγούμενοι ἀγαθόν, οἱ δὲ τὸ κακὸν ὡς ἀγαθὸν ὁρῶντες· τούτῳ ἕπεται τὸ καὶ τὰς πράξεις συγ‐ | |
5 | γνώμης εἶναι ἀξίας, κἂν ὅτι μάλιστα φαῦλαι ὦσι. κατὰ γὰρ τὴν ἔφεσιν τοῦ φαινομένου αὐτοῖς ἀγαθοῦ πάντα πράττουσι οἱ ἄνθρωποι. ἔτι δὲ καὶ τὰ ἑξῆς, ὡς τοῖς λέγουσι μὴ κυρίους εἶναι ἡμᾶς τῆς φαντασίας δοκοῦντα προστίθησιν· εἰ γὰρ ἕκαστος ἑαυτῷ τῆς ἕξεώς ἐστιν αἴτιος, λέγει δὲ τῆς κακίας ἢ τῆς ἀρετῆς, ἔσται καὶ τῆς φαντασίας αἴτιος· κατὰ γὰρ τὴν φαντασίαν τοῦ | |
10 | ἀγαθοῦ πάντα πράττουσιν οἱ ἄνθρωποι, ἐξ ὧν καὶ αἱ ἕξεις γίνονται· οὐχὶ δέ γ’ ἐκ τῆς φαντασίας, ἀλλὰ κατὰ τὴν φύσιν ἕκαστος τὴν ἑαυτοῦ τὸ τέλος ὁρᾷ καὶ τὸ ἀγαθόν. συνηγορεῖ δὲ διὰ τῶν ἑξῆς τὸν ἐκείνων λόγον λέγων. λέγει γὰρ ὅτι τότε ἐστὶ δῆλον καὶ ὅτι εὐφυής, ᾧ τοῦτο πέφυκε· καὶ αὕτη δ’ ἂν εἴη τελεία εὐφυΐα. πρὸς δὴ τοὺς οὕτω λέγοντας τοσοῦτον ἀπαντᾷ τὸ | |
15 | πρῶτον, ὅτι εἰ καὶ τὰ μάλιστα οὕτως ἔχει, οὐδὲν μᾶλλον ἡ ἀρετὴ τῆς κα‐ κίας ἀκούσιον· τὸ γὰρ φαινόμενον τέλος, ὁμοίως καὶ τῷ ἀγαθῷ καὶ τῷ κακῷ φαίνεται ἢ φύσει ἢ ὁπωσδήποτε· καὶ τὰ λοιπὰ πρὸς τοῦτο πράτ‐ τομεν ὥστε εἰ ἡ ἀρετὴ ἑκούσιος, καὶ ἡ κακία· ἔστι δὲ ἡ κακία ἀκούσιος, καὶ ἡ ἀρετὴ ἄρα. εἴτε δὴ μὴ φύσει τὸ τέλος ἑκάστῳ φαίνεται, ἀλλὰ ψεύ‐ | |
20 | δονται οἱ τοῦτο λέγοντες (πρὸς γὰρ τὸ φανῆναι τοιοῦτον ἢ τοιοῦτον τὸ τέλος μεγάλη μοῖρα καὶ παρ’ αὐτὸν ἕκαστον ἐξ ἀρχῆς ἢ ἃ δεῖ ἐπιτηδεύοντα ἢ ἃ μὴ δεῖ), εἴτε τὸ μὲν τέλος φύσει φαίνεται ὡς λέγουσι, τὴν δὲ ἀρετὴν τιθέασιν ἑκούσιον, ἐπειδὴ τὰ λοιπά, ὅσα εἰς τὸ τέλος φέρει καὶ τὸ τῷ ὄντι ἀγαθὸν ἑκόντες πράττουσιν οἱ ἐνάρετοι, καθ’ ἑκάτερον τούτων εἴη ἂν καὶ ἡ κακία | |
25 | ὁμοίως ἑκούσιον. ταῦτα δὲ εἰπὼν ἤδη τὴν ἑαυτοῦ γνώμην σαφεστέραν ποιεῖ, δεικνὺς ὥς εἰσιν ἑκούσιοι αἱ ἀρεταὶ οὐ μόνον τῷ ἑκόντας ἡμᾶς διὰ τῶν καθ’ ἑκάστην ἡμέραν ἐπιτηδευμάτων κτᾶσθαι αὐτήν, ἀλλὰ καὶ τῷ ἐκ τῶν ἐπιτη‐ δευμάτων διορατικούς πως ἡμᾶς γίνεσθαι καὶ τούτου. λέγει γάρ, εἰ οὖν, ὥσπερ λέγεται, ἑκούσιοί εἰσιν αἱ ἀρεταί (καὶ γὰρ τῶν ἕξεων συναί‐ | |
30 | τιοί πως αὐτοί ἐσμεν καὶ τῷ ποιοὶ εἶναι τὸ τέλος τιθέμεθα τοιόνδε), διὰ ταῦτα καὶ αἱ κακίαι ἑκούσιοι ἂν εἶεν. καὶ γὰρ τῶν κακῶν συναί‐ τιοι γινόμεθα ἑαυτοῖς καὶ τῶν ἐπιτηδευμάτων καὶ τῷ ποιοὶ γίνεσθαι τέλος ἑαυτοῖς τιθέμεθα. οὐκ εἶπε δὴ πάντας ἁπλῶς αἰτίους ἑαυτοῖς εἶναι τῶν ἕξεων | |
ἀλλὰ συναιτίους, ἴσως νέμων τι καὶ τῇ φύσει, βραχὺ δὲ καὶ δυνάμενον τυχεῖν | 79 | |
80 | ἐπανορθώσεως· ἴσως δὲ καὶ τῇ τύχῃ, τῷ ἐξ ἀρχῆς περιπεσεῖν μοχθηροῖς ἀνθρώποις· ἀλλ’ ὅμως ἐν πᾶσι τούτοις τὸ πλεῖστον ἡμέτερόν ἐστι αἱρουμένων ἐπιτηδεύειν τὰ καλὰ ἢ τὰ αἰσχρά. Κοινῇ μὲν οὖν περὶ τῶν ἀρετῶν εἴρηται, φησί, τὸ γένος ὅτι με‐ | |
5 | σότητες καὶ ὅτι ἕξεις. ἐπειδὴ δὲ ἀνάγκη, ἂν ὑπὸ δύο γένη ᾖ, ἢ ταὐτὰ ἢ θάτερον τῶν γενῶν ὑπὸ θάτερον εἶναι, ληπτέον ὅτι ἡ μεσότης ὑπὸ τὴν ἕξιν, τῶν ἕξεων δὲ αἱ μὲν μεσότητες, αἱ δ’ οὔ. ἔτι εἴρηται, ὡς ὑφ’ ὧν γίνονται ἕξεις, τούτων πρακτικαὶ καὶ καθ’ αὑτάς. τὸ καθ’ αὑτὰς πρόσκειται ἤτοι ἐπειδὴ ἐνδέχεται τὸν ἀνδρεῖον τὰ σωφρονικὰ ποιεῖν, ἀλλ’ οὐχ ᾗ ἀνδρεῖος ἀλλ’ | |
10 | ᾗ σώφρων (πράξει μὲν γὰρ πάντα τὴν τελείαν ἀρετὴν ἔχων ἀλλὰ καθ’ αὑτὴν ἑκάστην τὰ αὐτῆς καὶ ἐξ ὧν ἐγένετο ἐνεργειῶν ἀνδρεῖος καὶ κατὰ τὸν τῆς ἀνδρείας λόγον. κατὰ συμβεβηκὸς μὲν γάρ ποτε ἐνεργήσει ὁ ἀνδρεῖος καὶ τὰ δίκαια, ἀλλ’ οὐχ ᾗ ἀνδρεῖος ἀλλ’ ᾗ συμβέβηκε τῷ ἀνδρείῳ καὶ δικαίῳ εἶναι· ἀντακολουθοῦσι γὰρ ἔνιαι τῶν ἀρετῶν)· ἢ ὅτι ἐνδέχεται καὶ τὰ μὴ οἰκεῖα | |
15 | τοῖς ἐξ ἀρχῆς ἐπιτηδεύμασι ποιῆσαι λόγου αἱροῦντος, ὡς ὁ σώφρων καθ’ αὑ‐ τὴν μὲν τὴν σωφροσύνην, αἱροῦντος δὲ λόγου διαφθεῖραι ἂν τοῦ τυράννου τὴν γυναῖκα ἐπὶ σωτηρίᾳ τῆς πόλεως· τοῦτο δὲ ποιήσει κατὰ συμβεβηκός, καθ’ αὑτὰ δὲ τὰ σώφρονα. ἔτι οὐχ ὁμοίως φησὶν ἑκουσίους εἶναι τὰς πράξεις καὶ τὰς ἕξεις. τῶν μὲν γὰρ πράξεων ἀπ’ ἀρχῆς μέχρι τέλους πράξει καὶ παύ‐ | |
20 | σεται ἡνίκα ἂν αὐτῷ δοκῇ, τῶν δὲ ἕξεων τῆς μὲν ἀρχῆς κύριοί ἐσμεν, τῆς δὲ προσθέσεως οὐκέτι κύριοι. λανθάνει δὲ ἡμᾶς κατὰ βραχὺ ἡ πρόσθεσις γινομένη καὶ ἐνίοτε περαίτερόν τινες κακοὶ γίνονται ἢ ἐβούλοντο. πρόεισι μὲν γὰρ ἐνίοτέ τις ἐν μέθαις καὶ ἀκολασίαις, ὡς ἐν αὐτῷ ὂν μὴ κτήσασθαι τὴν ἕξιν, λανθάνει δὲ κατὰ βραχὺ κτώμενος τὴν ἕξιν ὥσπερ καὶ ἐπὶ τῶν ἀρρω‐ | |
25 | στιῶν· ποιεῖ γάρ τις τὰ μὴ συμφέροντα οὐκ εἰδὼς ὅσον ἐπιδώσει τὸ ἀρρώ‐ στημα· κατὰ βραχὺ δὲ αὔξεται ἐφ’ ὅσον οὐκ ἂν ἐβούλετο. οὕτως οὖν λε‐ γόμεθα κύριοι εἶναι τῶν ἕξεων τῷ τῆς ἀρχῆς εἶναι κύριοι. οὐ μόνον δὲ ἡ κακία ἀλλὰ καὶ ἡ ἀρετὴ ἐκ τῶν ἐπιτηδευμάτων ἀμήχανος ἐν προσθέσει· καὶ λάθοι ἄν τις αὑτὸν ἐπιδιδοὺς πλεῖστον. | |
30 | Μετὰ δὲ ταῦτα ἀρξάμενος περὶ τῶν ἀρετῶν ἑκάστης λέγει ἀπὸ τῆς ἀν‐ δρείας ποιούμενος τὸν λόγον· ἡ ἀνδρεία λέγεται μεσότης περὶ φόβους καὶ θάρρη, οὐχ ὁμοίως ἔχουσα πρὸς ἑκάτερα τῶν παθῶν, ἀλλὰ τῷ μὲν θαρρεῖν ἐπὶ πλεῖον χρωμένη, τῷ δὲ φόβῳ ὡς ἥκιστα· καὶ μᾶλλον τῷ τὰ πολλὰ ἄφο‐ βος εἶναι γνωρίζεται ὁ ἀνδρεῖος ἢ τῷ φοβεῖσθαι· οὕτως οὖν λέγεται περὶ | |
35 | θάρρη καὶ φόβους τῷ ἀμφοτέροις ὡς δεῖ χρῆσθαι καὶ τῷ μὴ ὁμοίως ἐφ’ | 80 |
81 | ἑκατέρῳ τῶν παθῶν διατρίβειν τὸν ἀνδρεῖον. ἐπειδὴ δὲ φοβούμεθα τὰ φο‐ βερά, ἄξιον γνῶναι τὰ φοβερά, ἵν’ ᾖ δῆλον πρὸς οἷον φοβερὸν ἀδεῶς ἔχων ὁ ἀνδρεῖος ἐπαινετός. ἔσται δὲ δῆλα διορισθέντος τοῦ φόβου· ὁρίζονται δὲ τὸν φόβον προσδοκίαν κακοῦ· κακὰ οὖν ἐστιν ἃ φοβούμεθα. περὶ ποῖα | |
5 | οὖν τῶν κακῶν καὶ τὸν τίνων φόβον ὁ ἀνδρεῖος ἀδεὴς καὶ ὁ δειλὸς μᾶλλον καταπίπτει; δῆλον ὅτι οὐ περὶ πάντα· οὔτε γὰρ περὶ ἀδοξίαν ἢ πενίαν ἢ νόσον ἢ ἀφιλίαν ἀδεὴς ὁ ἀνδρεῖος· ἔνια γὰρ δεῖ φοβεῖσθαι τούτων, καὶ αἰσχρὸν τὸ μὴ φοβεῖσθαι ἀδοξίαν. οὐ γὰρ ἀναίσχυντος ὁ ἀνδρεῖος ἀλλ’ αἰδήμων καὶ τὸ κατ’ αὐτὸν φυλάξεται τὴν ἀδοξίαν· ὁ δ’ ἀεὶ καταφρονῶν ἀναίσχυντος λέ‐ | |
10 | γεται. εἴποι δ’ ἄν τις ἴσως ὅτι καὶ ἀφιλίαν δεῖ φοβεῖσθαι πενίαν δ’ οὔ, ἢ ὅλως τὰ ἐφ’ ἡμῖν οἷον τὴν κακίαν, ἀλλ’ ὅμως τοὺς ἀφόβους περὶ πενίαν οὐ λέγομεν ἀνδρείους. πολλοὶ γὰρ δειλοὶ ὄντες ἐν τοῖς πολεμικοῖς ἄφοβοί εἰσι πρὸς χρημάτων δαπάνην καὶ εὐθαρσῶς ἀναλίσκουσιν. ἀλλ’ οὐδὲ εἴ τις φο‐ βεῖται ὕβριν περὶ παῖδας ἢ γυναῖκας ἢ φθόνον [μέλλοντα] δειλὸς λέγε‐ | |
15 | ται· οὐδ’ εἴ τις θαρρεῖ μέλλων μαστιγοῦσθαι, καθάπερ πολλὰ τῶν ἀν‐ δραπόδων, ἀνδρεῖός ἐστιν. δῆλον οὖν ὅτι περὶ τὰ μέγιστα τῶν κακῶν ἀδεὴς ὁ ἀνδρεῖος· διὰ τοῦτο γὰρ δοκεῖ ὑπομενετικώτατος 〈***〉 τῶν κακῶν ἅτε πέρας ὢν τοῦ εἶναι· δεδίασι δὲ πάντες τὸ μὴ εἶναι. ἆρ’ οὖν ἀνδρεῖός ἐστιν ὁ περὶ ὁντιναοῦν θάνατον ἀδεής, ἢ οὔ; οὐ γὰρ πάνυ τι λέγεται ἀνδρεῖος ὁ | |
20 | ἐν τοῖς κακίστοις ἢ ὁ ἐν τοῖς κατὰ θάλατταν κινδύνοις ἀδεὴς ἢ ἐν νόσῳ, ἀλλ’ ὁ ἐν τοῖς καλλίστοις θανάτοις· τοιοῦτοι δέ εἰσιν οἱ ἐν πολέμῳ ὑπὲρ πατρίδος καὶ ὑπὲρ τῶν φιλτάτων. πάσῃ γὰρ ἀρετῇ τέλος τὸ καλόν· ὥστε καὶ ὁ ἀνδρεῖος τὸν ὑπὲρ τοῦ καλοῦ θάνατον αἱρεῖται καὶ πρὸς τοῦτόν ἐστιν ἀδεής· κυρίως δὴ ἀνδρεῖος ὁ περὶ τὸν καλὸν θάνατον ἀδεής· καὶ | |
25 | ὅσα θάνατόν φησιν ἐπιφέρει ὑπόγυα ὄντα· ὁ μὲν γὰρ ἀφόβως ἔχων πρὸς θάνατον ἐκ πολλοῦ προσδοκώμενον οὐδὲν ἴσως πράττει μέγα· ἐκλύεται γὰρ πρὸς τὸ δέος τῷ χρόνῳ· ὁ δὲ πρὸς τὸν ἐξ ὑπογύου θάνατον ἀδεῶς ἔχων τοῦ καλοῦ χάριν, ἐφ’ ἕξεως ἔχει τὴν ἀφοβίαν. προηγουμένως μὲν οὖν ὁ ἀν‐ δρεῖος πρὸς τὸν καλὸν θάνατον ἀδεῶς ἔχει· ἕπεται δὲ αὐτῷ τὸ καὶ ἐν θα‐ | |
30 | λάττῃ καὶ νόσοις ἀδεεῖ εἶναι διὰ τὴν τῆς ψυχῆς παρασκευήν· οὐ μὴν κατὰ ταῦτα λέγεται ἀνδρεῖος ὁ ἐν θαλάττῃ ἀδεής. οὐ γὰρ κατὰ τὴν αὐτὴν αἰτίαν ἄφοβός ἐστι δι’ ἣν οἱ θαλάττιοι. οἱ μὲν γὰρ ἀνδρεῖοι ἀπεγνωκότες τὴν σω‐ τηρίαν, ἐνίοτε καὶ τὸν θάνατον δυσχεραίνοντες τὸν τοιοῦτον (οὐ γὰρ ἂν βού‐ λοιντο μάτην ἀποθνήσκειν ἀλλά τι καλὸν πράξαντες) ὅμως φέρουσιν οὐκ ἀγεν‐ | |
35 | νῶς· οἱ δὲ θαλάττιοι οὐ φοβοῦνται διὰ τὴν ἐμπειρίαν εὐέλπιδες ὄντες. εἶτα πάλιν λέγει περὶ τῶν ἀνδρείων τῶν ἐν θαλάττῃ φερόντων μετρίως τὸν κίν‐ δυνον ὅτι εἰώθασιν ἀνδρίζεσθαι ὅπου ἀλκή, τουτέστι γενναία πρᾶξις, ἢ καλὸν | |
τὸ ἀποθανεῖν· ἐν δὲ ταῖς κατὰ θάλατταν φθοραῖς οὔτε ἀλκὴ οὔτε καλὸς ὁ | 81 | |
82 | θάνατος, καὶ ὅμως φέρουσι μετρίως διὰ τὴν τῆς ψυχῆς ὡς ἔφαμεν παρα‐ σκευήν. Τὸ δὲ φοβερὸν οὐ πᾶσιν εἶναί φησι τὸ αὐτό. δῆλον γὰρ ὡς οὐ τὸ αὐτὸ φοβερὸν τῷ ἀνδρείῳ καὶ τῷ θρασεῖ, ἀλλ’ ὡς ἂν τύχῃ ἕκαστος ἔχων | |
5 | διαθέσεως, οὕτως καὶ φοβεῖται. τάχα δὲ καὶ ἄλλως ἔστι λαβεῖν τὸ ἄλλῳ ἄλλο εἶναι φοβερόν· τῷ μὲν γὰρ ἀδοξία φοβερόν, τῷ δὲ θάνατος, τῷ δὲ πενία, ἄλλῳ δὲ ἄλλο. ἔστι δὲ καὶ ὑπὲρ ἄνθρωπον, ἔφη, τὶ φοβερόν, οἷον σεισμῶν ὑπερβολαί, κεραυνῶν πτώσεις καὶ εἴ τινα τοιαῦτα· τὸ μὲν οὖν τοιοῦτον φο‐ βερὸν παντὶ τῷ νοῦν ἔχοντι, ὥστε καὶ τῷ ἀνδρείῳ. τὰ οὖν ἀνθρώπινα φο‐ | |
10 | βερὰ διαφέρειν φησὶ μεγέθει καὶ τῷ μᾶλλον καὶ τῷ ἧττον· ἔνια μὲν γὰρ σφόδρα φοβερά ἐστιν, ἔνια δὲ ἧττον, οἷον μεγάλη μὲν δύναμις πολεμίων καὶ ἄριστα παρεσκευασμένη μέγαν δύναται παρασχεῖν φόβον, ἡ δ’ ἐλάττων κατὰ μέγεθος καὶ παρασκευὴν ἥττον’ ἂν παράσχοι φόβον. ὁμοίως δὲ καὶ ποτὲ μὲν ἔστι σφόδρα θαρρεῖν, ὅταν φανερὸν ᾖ ὅτι κρείττους ἐσμέν, ποτὲ δὲ | |
15 | ἧττον· ἀλλ’ ὅμως ὁ ἀνδρεῖος ἀνέκπληκτος, ἀνέκπληκτος δ’ ὡς ἄνθρωπος. φοβηθήσεται μὲν γὰρ ἐπὶ βραχὺ καὶ τὰ μεγέθει ὑπερβάλλοντα τῶν ἀνθρω‐ πίνων· ἀλλ’ ὅμως ὑπομενεῖ αὐτὰ τοῦ καλοῦ ἕνεκα, καὶ θαρρήσει δὲ ὡς δεῖ καὶ ὅτε δεῖ. ἔστι δὲ τὰ φοβερὰ καὶ μᾶλλον φοβεῖσθαι καὶ ἧττον· καὶ γὰρ τῶν μὴ ἀνδρείων μηδὲ δειλῶν ἀλλὰ μέσων ἄλλος ἄλλου ταὐτὰ ἢ μᾶλλον ἢ | |
20 | ἧττον φοβεῖται. ἔστι δὲ καὶ τὰ μὴ φοβερὰ φοβεῖσθαι ὡς φοβερά, ὅπερ πά‐ σχει ὁ δειλός. οὐχ ὥσπερ δὲ ἡ ἀρετὴ διορίζεται τούτοις τοῖς ἀριθμοῖς οἷς ἀεὶ διορίζομεν τὸ ὧν δεῖ πρακτικὴν εἶναι καὶ πρὸς οὓς δεῖ καὶ ὅτε δεῖ καὶ ἐφ’ ὅσον δεῖ καὶ ὡς δεῖ καὶ οὗ ἕνεκα δεῖ, οὕτως καὶ ἡ κακία· ἀλλὰ κἂν ἕν τι τούτων παραβαίνῃ, κατὰ κακίαν ἤδη ἐστὶ τὸ γινόμενον· διό φησι γίνεσθαι | |
25 | τῶν ἁμαρτιῶν τῶν κατὰ τὴν δειλίαν τὴν μὲν ὅτι οὐ δεῖ, τὴν δὲ ὅτι οὐχ ὡς δεῖ· ἔστι δὲ τοῦ ὅτε παραβατικὴν εἶναι ἤ τινος ἄλλου τῶν τοιούτων· ὁμοίως δὲ καὶ περὶ τὰ θαρραλέα οἱ θαρσεῖς εἰσιν ἀπαντητικοὶ ἢ ὅτε οὐ δεῖ θρασυνόμενοι ἢ πρὸς οὓς 〈οὐ〉 δεῖ ἢ κατά τινα ἄλλον τῶν εἰρημένων διο‐ ρισμῶν. ὁ μὲν οὖν ἅπαντας φυλάττων τοὺς εἰρημένους διορισμοὺς ἀνδρεῖος, | |
30 | μάλιστα δὲ τὸ οὗ ἕνεκα· πάσης γὰρ ἐνεργείας τέλος τὸ κατὰ τὴν ἕξιν, οἷον τῆς ἐν τῷ οἰκοδομεῖν ἐνεργείας τέλος τὸ κατὰ τὴν οἰκοδομικήν. οὕτως δὴ καὶ τῶν κατὰ τὴν ἀνδρείαν πράξεων τέλος τὸ κατὰ τὴν ἀνδρείαν· τέλος δὲ τῆς ἀνδρείας τὸ καλόν, ὥστε καὶ ταῖς κατὰ ταύτην πράξεσιν. ὁ οὖν ὑπο‐ | |
μένων τὰ δεινὰ ἕνεκεν τοῦ καλοῦ ἀνδρεῖος. ὁρίζεται γὰρ ἕκαστον τῷ τέλει, | 82 | |
83 | τουτέστιν ἑκάστη πρᾶξις καλὴ δοκεῖ εἶναι διὰ τὸ τέλος ἢ αἰσχρά· ἂν μὲν γὰρ καλοῦ ἕνεκα γένηται, καλὴ καὶ ἡ πρᾶξις, ἂν δὲ αἰσχροῦ ἕνεκα γένηται, αἰ‐ σχρά. καὶ γὰρ ἡ ἀνδρεία καλόν, ἐπειδὰν τὸ τέλος αὐτῆς καλόν. τοὺς δὲ κατὰ τὴν αὐτῆς ὑπερβολήν, ὡς καὶ πρότερον εἶπε, λαμβάνει πλείονας, τὸν ἐν | |
5 | τῇ ἀφοβίᾳ ὑπερβάλλοντα, ὃν λέγει ἀνώνυμον· οὐ γὰρ εἰώθαμεν ἀφόβους τινὰς καλεῖν ὥσπερ θρασεῖς. εἴη δ’ ἄν τις ἐν πᾶσι μαινόμενος, εἰ μηδὲ τὰ ὑπὲρ ἄνθρωπον φοβοῖτο. ὁ δὲ τῷ θαρρεῖν ὑπερβάλλων θρασύς· δοκεῖ δὲ καὶ ἀλαζὼν εἶναι. ἀλαζόνας δὲ καλοῦσι τοὺς προσποιητικοὺς τῶν μὴ ὑπαρχόντων. τοιοῦτος δὲ καὶ ὁ θρασύς· προσποιεῖται γὰρ ἀνδρεῖος εἶναι οὐκ | |
10 | ὤν· ἐν οἷς οὖν δύναται, μιμεῖται τὸν ἀνδρεῖον, διαμαρτάνων· θρασύνεται γὰρ πρὸ τῶν δεινῶν, ἐν δ’ αὐτοῖς γενόμενος οὐχ ὑπομένει. διὸ καὶ εἰσὶν οἱ πολλοὶ αὐτῶν θρασύδειλοι. παράδειγμα δὲ τῶν τοιούτων καὶ Ὅμηρος πεποίηκε τοὺς βαρβάρους εἰπὼν “κλαγγῇ τ’ ἐνοπῇ τ’ ἴσαν”· θρασυνομένων γὰρ ὁ πρὸ καιροῦ θόρυβος· οἱ δ’ ἀνδρεῖοι πρὸ τῶν δεινῶν ἡσύχιοι ὄντες, ὅταν | |
15 | ἐν τοῖς δεινοῖς γένωνται, τὸ θάρρος ἐνδείκνυνται. παράδειγμα δὲ καὶ τούτων οἱ Ἕλληνες, “οἳ δ’ ἄρ’ ἴσαν σιγῇ μένεα πνέοντες”. δειλὸς δέ ἐστιν ὁ τῷ μὲν φοβεῖσθαι ὑπερβάλλων, ἐλλείπων δὲ τῷ θαρρεῖν· μᾶλλον δέ φησι καταφανής ἐστιν ἐν ταῖς λύπαις ὑπερβάλλων, τουτέστιν ἐν τῷ φόβῳ. λύπη γάρ τις ὁ φόβος· οὐχ οὕτω γὰρ λέγεται τὸ μὴ θαρρεῖν καὶ τὸ φοβεῖ‐ | |
20 | σθαι· τὸ μὲν γὰρ θαρρεῖν κατὰ τὸ τολμητικὸν εἶναι εἰς τοὺς κινδύνους λέγε‐ ται, ἔτι δὲ καταφρονεῖν τῶν ἐχθρῶν· τὸ δὲ λυπεῖσθαι δηλοῖ τὸν τῇ ψυχῇ καταπεπτωκότα καὶ δύσελπιν καὶ προσδοκῶντα μεγάλα κακά. Καθάπερ οὖν εἴρηται, φησίν, ἡ ἀνδρεία μεσότης ἐστὶ περὶ θαρ‐ ραλέα καὶ φοβερά, ἐν οἷς εἴρηται· οὐ γὰρ ὁ περὶ πάντα τὰ κακὰ ὡς | |
25 | ἐλέγετο θαρραλέως ἔχων καὶ ἀδεῶς ἀνδρεῖος, ἀλλ’ ὁ πρὸς θάνατον ἀδεὴς τὸν ὑπὲρ τοῦ καλοῦ. διὰ γὰρ τὸ καλὸν ὑπομένει τὰ δεινὰ ὁ ἀνδρεῖος, καὶ ὅτι αἰσχρὸν τὸ μὴ ὑπομένειν· ἔνια δὲ φαντασίαν παρέχει ἀνδρείων, ἔτι δὲ δειλῶν καὶ ἀσθενῶν οἷον τὸ ἀποθνήσκειν φεύγοντα πενίαν ἢ ἔρωτα ἢ ἄλλο τι λυπηρόν· μαλακία γὰρ τὸ φεύγειν τὰ ἐπίπονα. ἀντίκειται μὲν οὖν ἡ μα‐ | |
30 | λακία τῇ καρτερίᾳ, ἀλλ’ ὅμως καὶ τοῦ ἀνδρείου ἐστὶν ἀλλοτρία. λέγει δὲ καὶ ἄλλας πέντε ἀνδρείας ὀνομάζεσθαι ὁμωνύμως τῇ κυρίως λεγομένῃ ἀνδρείᾳ· εἰσὶ δὲ τοῦ εἴδους τῶν ὁμωνύμων τοῦ καθ’ ὁμοιότητα λεγομένου· ὅμοιαι γὰρ δοκοῦσιν εἶναι τῇ ἀνδρείᾳ, ἀλλ’ ἡ μὲν μᾶλλον, ἡ δὲ ἧττον. Πρῶτον δὲ ἐκτίθεται τὴν λεγομένην πολιτικὴν ἀνδρείαν· ὑπομένουσι γὰρ | |
35 | οἱ πολῖται τοὺς κινδύνους διὰ τὰ ἐκ τῶν νόμων πρόστιμα καὶ ὀνείδη καὶ διὰ | 83 |
84 | τὰς προκειμένας τοῖς καλῶς κινδυνεύσασι τιμάς. μάλιστα δ’ αὕτη ὁμοία ἐστὶ τῇ δι’ αἰδῶ, ἥ γε εἰ καὶ μή ἐστιν ἀρετὴ ἀλλ’ ὅμοιόν τι ἀρετῇ· διά‐ θεσις γάρ ἐστι παθητική. ὅτι δέ ἐστιν ἐπαινετή, λεχθήσεται ἐν τοῖς περὶ αὐτῆς λόγοις. οὐ μόνον δὲ δι’ αἰδῶ γίνεται τὰ κατὰ τὴν πολιτικὴν ἀνδρείαν | |
5 | ἀλλὰ καὶ διὰ τιμῆς ὄρεξιν καὶ φυγὴν ὀνείδους, ὧν ἡ μὲν τιμὴ καλόν τι, τὸ δ’ ὄνειδος αἰσχρόν. σχεδὸν οὖν καὶ ὁ κατὰ τὴν πολιτικὴν ἀνδρείαν ποιῶν διά [τε] τὸ καλὸν ποιεῖ, εἴπερ διὰ τιμὴν πράττει· ἡ δὲ τιμὴ καλὸν ἢ δι’ αἰσχροῦ φυγήν, εἴπερ τὸ ὄνειδος αἰσχρόν. οὐ μὴν ὅ γε τῷ ὄντι ἀνδρεῖος διὰ τὴν τιμὴν ποιήσει ἢ φεύγων τὸ ὄνειδος, ἀλλὰ κἂν μὴ ἐλπίζῃ τιμηθήσεσθαι | |
10 | διὰ τὸ καλὸν αὐτὸ ποιήσει (τὸ δὲ καλόν ἐστι, ὅπερ καὶ ὁ λόγος ὑπαγορεύει) καὶ οὐ φεύγων τὸ ὄνειδος ἀλλὰ τὸ τῷ ὄντι αἰσχρόν· αἰσχρὸν δὲ μὴ ποιεῖν τὰ κατὰ τὸν λόγον. πλὴν ἔοικέ γε μάλιστα αὕτη ἡ πολιτικὴ ἀνδρεία, τῷ ὑπὸ τῶν ἀρχόντων ἀναγκαζομένους δρᾶν τὰ τῶν ἀνδρείων ἔργα ἢ ὅσοι διὰ φόβον θανάτου τοῦ ὑπὸ τῶν ἀρχόντων ἀναγκάζονται μέλλοντες κινδυνεύειν. | |
15 | τάξαι μὲν ἄν τις, ὥς φησιν, ὑπὸ τὴν πολιτικὴν ἀνδρείαν, ἐπειδὴ καὶ οὗτοι προστάγματι ἄρχοντος ὥσπερ νόμου ὄντος ὑπηρετοῦσι, χείρους δ’ εἰσὶ τῶν προειρημένων· οἱ μὲν γὰρ δι’ αἰδῶ καὶ τιμῆς ὄρεξιν πράττουσιν, οἱ δὲ διὰ φόβον. φεύγοντες οὖν τὸ λυπηρόν, οὐκ ἐφιέμενοι τοῦ ἐντίμου, κινδυνεύουσιν. Ἄλλο δ’ εἶδος ἀνδρείας, γενομένης ὁμωνύμου τῆς ὡς ἀληθῶς ἀνδρείας | |
20 | τῇ κατ’ ἐμπειρίαν· δοκεῖ γὰρ ἡ περὶ ἕκαστον ἐμπειρία ἀνδρεία εἶναι. ἐν γοῦν θαλάττῃ οἱ ἔμπειροι τῆς θαλάττης ἀδεῶς φέρουσι τοὺς κινδύνους καὶ ἡνιο‐ χοῦσιν ἀδεῶς οἱ ἔμπειροι ἡνιοχείας, καὶ ἐν ταῖς ἀγωνίαις δὲ ἀγωνίζονται ἀδεῶς οὗ ἂν τύχωσιν ἀγωνίσματος ἔμπειροι ὄντες. διὸ καὶ Σωκράτης ᾠήθη, φησί, τὴν ἀνδρείαν ἐπιστήμην εἶναι. ταῦτα δὲ λέγει, ὡς τοῦ Σω‐ | |
25 | κράτους τοὺς ἐμπείρους τῶν δεινῶν καὶ ἐπιστήμονας αὐτῶν νομίζοντος. σκε‐ πτέον δὲ εἰ οὕτως λέγουσιν οἵ τε ἄλλοι Σωκράτους ἑταῖροι περὶ ἀνδρείας καὶ ὁ ἐν τῷ Λάχητι τῷ Πλάτωνος Σωκράτης. τοιοῦτοι δέ φησιν ἄλλοι μὲν ἐν ἄλλοις, τουτέστιν ἔμπειροι καὶ διὰ τοῦτο ὑπομενητικοί, ἐν τοῖς πολε‐ μικοῖς δὲ οἱ στρατιῶται· στρατιώτας δὲ λέγει τοὺς ἀεὶ μισθοφοροῦντας· | |
30 | οὗτοι γὰρ διὰ τὴν ἐμπειρίαν μένοντες πολλάκις ἐν ταῖς μάχαις δοκοῦσιν ἀν‐ δρεῖοι εἶναι· ἃ δὲ ποιεῖ αὐτοὺς μένειν, ἐξηγεῖται· πρῶτον μὲν ἴσασι τὰ κενὰ τοῦ πολέμου· ἔστι γάρ τινα ἃ φοβερὰ μὲν δοκεῖ, ἔχει δὲ οὐδέν, ἃ λέγεται κενά· ἔπειτα ἐκ τῆς ἐμπειρίας καὶ φυλάξασθαι καὶ πατάξαι δύνανται ὥσπερ οἱ ἀγαθοὶ πύκται, καὶ τοῖς ὅπλοις χρῆσθαί εἰσιν ἔμπειροι· ἔτι δὲ αὐτοῖς τοῖς | |
35 | ὅπλοις ἄριστά εἰσι παρεσκευασμένοι. ὥσπερ οὖν ἀθληταὶ ἰδιώταις μά‐ | 84 |
85 | χονται· καὶ γὰρ ἐν τοῖς τοιούτοις ἀγῶσι, τουτέστι τοῖς γυμνικοῖς, οὐχ οἱ ἀνδρειότατοι μαχιμώτατοί εἰσιν, ἀλλ’ οἱ μάλιστα ἰσχυόντες καὶ τὰ σώματα ἄριστα ἔχοντες· ἢ περὶ τῶν στρατιωτικῶν εἴρηκε τὸ ἐν τοῖς τοιούτοις ἀγῶσι, τουτέστι τοῖς πολεμικοῖς, οὐχ οἱ ἀνδρειότατοί εἰσι μαχιμώ‐ | |
5 | τατοι καὶ τὰ ἑξῆς· οἱ πλεῖστοι γὰρ αὐτῶν στρατεύονται καὶ τοῖς σώμασιν ἰσχύοντες καὶ ἐν ἀκμῇ τῆς ἡλικίας· διὰ ταῦτα οὖν μένουσιν· οὐδεὶς δ’ αὐτῶν διὰ τὸ καλόν. μάλιστα δὲ ἐλέγχονται οἱ στρατιῶται, ὅταν μέγας ὁ κίνδυνος γένηται καὶ λείπωνται πλήθεσιν ἢ παρασκευαῖς. πρῶτοι γὰρ φεύγουσι· τὰ δὲ πολιτικὰ μένοντα, φησίν, ἀποθνήσκει. ἐν οἷς ἐνδείκνυσιν, ὅτι | |
10 | πολὺ ἀμείνων ἡ πολιτικὴ ἀνδρεία τῆς δι’ ἐμπειρίαν· ἔοικε δὲ καὶ αὕτη τῇ ἀνδρείᾳ. διὸ καὶ μένουσιν ὥσπερ οἱ ἀνδρεῖοι ἐν τοῖς κινδύνοις στρατιῶται καὶ οὔτε φοβοῦνται καὶ θαρροῦσιν ὥσπερ καὶ οἱ ἀνδρεῖοι, οὐ μέντοι διὰ τὸ καλὸν ἀλλὰ διὰ τὴν ἐμπειρίαν. Τρίτον δὲ εἶδος τῆς καθ’ ὁμωνυμίαν ἀνδρείας τὸ θυμικόν. καὶ γὰρ τὰ | |
15 | θηρία ἀνδρεῖα καλεῖται, ὅσα θυμοειδῆ καὶ φέρεται ὑπὸ θυμοῦ ἐπὶ τοὺς τρώ‐ σαντας· οἱ γὰρ ἀνδρεῖοι θυμοειδεῖς καὶ ἄγει μάλιστα πρὸς τοὺς κινδύνους ὁ θυμός· πράττουσι μὲν οὖν οἱ ἀνδρεῖοι διὰ τὸ καλόν, χρῶνται δὲ τῷ θυμῷ συνεργῷ· οἷον γὰρ ἐνθουσιᾶν ποιεῖ ὁ θυμὸς ἐν τοῖς κινδύνοις. ὁ μὲν οὖν ἀνδρεῖος μετὰ θυμοῦ· δραστικὸν γὰρ ὁ θυμός· οὐ μὴν ὁ μετὰ θυμοῦ δρῶν | |
20 | πάντως ἀνδρεῖός ἐστι· καθ’ ὁμωνυμίαν δὲ δεῖ λαβεῖν τὸν τοῦ ἀνδρείου θυμόν, οὐχὶ ἔκστασίν τινα, ἀλλὰ τοῦ λόγου κελεύοντος συνεξορμῶντα τὸν θυμόν. οὐ γὰρ ὁμοίως πράττομεν ἄθυμοι ὄντες καὶ διεγείροντος ἡμᾶς τοῦ θυμοῦ· τὰ θηρία δὲ οὐ κυρίως ἀνδρεῖα ἢ διὰ φόβον ἐπιόντα ἢ διὰ λύπην τὴν ἐκ τῆς πληγῆς. ὅλως δὲ οἱ διὰ πάθος μόνον παρακινδυνεύοντες οὔκ εἰσιν ἀνδρεῖοι· | |
25 | ἐπεὶ οὕτως γε καὶ οἱ μοιχοὶ ἀνδρεῖοι ἂν ἦσαν δι’ ἐπιθυμίαν τολμηρὰ δρῶν‐ τες. οὔτε οὖν οἱ δι’ ἐπιθυμίαν οὔτε οἱ διὰ θυμὸν ἐπικίνδυνα ὑπομένοντες ἀνδρεῖοι ὡς ἀληθῶς, ἀλλ’ οἱ διὰ τὸ καλόν. ἔοικε δὲ καὶ ἡ διὰ θυμὸν ἀν‐ δρεία τῇ ὡς ἀληθῶς, ἐπεὶ καὶ ἡ αὐτῆς τῷ ὄντι ἐνέργεια μετὰ θυμοῦ καὶ ὅτι οἱ ἀνδρεῖοι θυμοειδεῖς. φυσικωτάτη δέ φησιν ἔοικεν εἶναι ἡ διὰ τὸν | |
30 | θυμὸν ἀνδρεία. ἴσως μὲν γὰρ πασῶν τῶν ὁμωνύμων κρείττων ἡ πολιτικὴ διὰ τὰ εἰρημένα· ἡ δὲ διὰ θυμὸν φυσική, ἐπειδὴ ὁ θυμὸς φυσικὸν καὶ δο‐ κοῦμεν φύσει οἱ ἄνθρωποι ἐφίεσθαι τοῦ τιμωρεῖσθαι τοὺς ἀδικοῦντας ἡμᾶς, ὅπερ τοῦ θυμοῦ ἔργον ἐστί. φησὶ δὲ ὅτι προσλαβοῦσα ἡ τοιαύτη διάθεσις προαίρεσιν καὶ τὸ τοῦ καλοῦ ἕνεκα πράττειν, εἴη ἂν ἀνδρεία. ὁ γὰρ θυ‐ | |
35 | μοειδὴς προσλαβὼν προαίρεσιν καλὴν ἐξ ἔθους καὶ λόγον καὶ τὸ τοῦ καλοῦ ἕνεκα πράττειν τὰ ἐν τοῖς δεινοῖς εἴη ἂν ὡς ἀληθῶς ἀνδρεῖος. Τέταρτον δὲ εἶδος τῆς καθ’ ὁμωνυμίαν ἀνδρείας τὸ τῶν εὐελπίδων, οἳ διὰ 〈τὸ〉 πολλοὺς καὶ πολλάκις νενικηκέναι, ὥς φησι, θαρροῦσιν· ὅμοιοι | |
δέ εἰσι καὶ οὗτοι τοῖς ἀνδρείοις, ἐπειδὴ καὶ οἱ ἀνδρεῖοι θαρροῦσιν ἐν τοῖς | 85 | |
86 | δεινοῖς· θαρροῦσι δὲ καὶ οἱ εὐέλπιδες, οὐ μὴν διὰ τὰ αὐτά, ἀλλ’ οἱ μὲν εὐ‐ έλπιδες διὰ τὸ οἴεσθαι κρείττους εἶναι καὶ μηδὲν ἂν παθεῖν. ἐοι‐ κέναι δ’ αὐτούς φησι τοῖς μεθυσκομένοις· καὶ γὰρ οἱ μεθύοντες εὐέλπιδες ὡς ἐπὶ τὸ πολὺ γίνονται, καὶ οὗτοι μεθύσκονταί πως ὑπὸ τῆς εὐελπιστίας καὶ | |
5 | διὰ τοῦτο θαρροῦσιν, ἐπεί, ἄν γέ τι συμβῇ αὐτοῖς παρὰ τὴν ἐλπίδα, φεύ‐ γουσιν. ὁ δὲ ἀνδρεῖος τὰ φοβερὰ ἀνθρώπῳ καὶ μάλιστα καὶ φαινόμενα ὑπομένει, ὅτι καλὸν τὸ ὑπομεῖναι, αἰσχρὸν δὲ τὸ μὴ ὑπομεῖναι. διὰ τοῦτο δὲ εἶπε τὰ φοβερὰ ἀνθρώπῳ, ἐπειδὴ τὰ ὑπὲρ ἄνθρωπον καὶ ἀνδρεῖος φοβεῖ‐ ται, ὥσπερ εἴρηται πρότερον. εἰπὼν δὲ ὅτι τὸ ὑπομένειν τὰ φοβερὰ ἀνθρώπῳ | |
10 | ἀνδρείου ἐστίν, ὅταν διὰ τὸ καλὸν ὑπομένῃ, ἐπιφέρει· διὸ καὶ ἀνδρειοτέρου δοκεῖ εἶναι τὸ ἐν τοῖς αἰφνιδίοις φόβοις ἀτάραχον εἶναι, ἐνδεικνύ‐ μενος ὅτι ὁ τῷ ὄντι ἀνδρεῖος τῷ ἔχειν τὴν ἕξιν τῆς ἀνδρείας τοιοῦτός ἐστιν. ἡ δὲ ἕξις ἑτοίμους παρέχει πρὸς τὸ πράττειν τὰ κατ’ αὐτήν, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων πράξεων ἔχει. καὶ γὰρ ῥητορεύει προχείρως ὁ τὴν ῥητορικὴν ἕξιν | |
15 | ἔχων, ἐκ παρασκευῆς δ’ εἴποι ἂν καὶ ὁ μηδέπω ἔχων ἱκανῶς τὴν ἕξιν· οὕ‐ τως δὲ καὶ ὁ τὴν ἀνδρείαν ἔχων ῥᾳδίως ὑπομένει τὰ φοβερά, κἂν αἰφνίδια ᾖ, καὶ ταχέως γνωρίζεται ἃ δεῖ αὐτὸν καὶ πράττειν καὶ ὑπομένειν. πῶς δὲ λέγει ἀνδρειοτέρους εἶναι τοὺς τοιούτους; ἆρά γε ὡς οὔσης ἀνέσεως καὶ ἐπι‐ τάσεως ἐν τῇ ἀνδρείᾳ καὶ ὡς ὄντων μὲν ἀνδρείων καὶ τῶν ἐκ παρασκευῆς | |
20 | ὑπομενόντων τοὺς κινδύνους, μᾶλλον δὲ τῶν τοὺς αἰφνιδίους ἀνεχομένων; ἢ διὰ τοῦτο προσέθηκε τὸ δοκεῖν; δοκεῖ μὲν γὰρ ἴσως ἀνδρειότερος εἶναι ὁ τὴν ἕξιν ἔχων, ἔστι δὲ μόνος οὗτος ὡς ἀληθῶς ἀνδρεῖος. Ἐπὶ πᾶσι δὲ ἀριθμεῖ πέμπτον εἶδος ὁμωνύμου ἀνδρείας τὸ τῶν δι’ ἄγνοιαν θαρρούντων, ὅταν οἴωνται μὲν ἄλλοις συμβάλλειν καὶ ἐλάττοσιν ἑαυ‐ | |
25 | τῶν, θαρροῦσι δὲ δι’ αὐτὴν τὴν αἰτίαν. ἐοίκασι δὲ καὶ οὗτοι τοῖς ἀνδρείοις, διόπερ θαρροῦσιν ὥσπερ καὶ οἱ ἀνδρεῖοι, καί εἰσιν οὐ πόρρω τῶν εὐελ‐ πίδων, ὥς φησι. καὶ γὰρ οὗτοι διὰ τὴν ἄγνοιαν εὐέλπιδες γίνονται, χείρους δὲ αὐτῶν εἰσιν ἢ ἴσον οὐδὲν ἔχουσιν ἀξίωμα. οἱ μὲν γὰρ διὰ τὸ πολλάκις κατωρθωκέναι εὐέλπιδες μετὰ φρονήματός τινος ἐπίασι (διὸ καὶ μένουσί τινα | |
30 | χρόνον ἐν τοῖς κινδύνοις), οἱ δὲ δι’ ἄγνοιαν ἀπατηθέντες, ἂν γνῶσιν ὅτι ἕτεροί εἰσι, πρὸς οὓς ἡ μάχη καὶ κρείττους αὐτῶν, ταχὺ φεύγουσιν, ὅπερ φησὶ πα‐ θεῖν Ἀργείους· ᾔεσαν γὰρ ὡς ἐπὶ Σικυωνίους καταφρονοῦντες αὐτῶν· ἦσαν δ’ οὐ Σικυώνιοι ἀλλὰ Λακεδαιμόνιοι· ὡς δὲ περιέπεσον αὐτοῖς καὶ ἔγνωσαν Λακεδαιμονίους, ταχὺ ἔφυγον ἀποστραφέντες. | |
35 | Περὶ θάρρη δὲ καὶ φόβους τὴν ἀνδρείαν οὖσαν, οὐχ ὁμοίως φησὶ | 86 |
87 | περὶ ἄμφω εἶναι ἀλλὰ μᾶλλον περὶ τὰ φοβερά, οὐ τῷ φοβεῖσθαι πλεο‐ νάκις ἢ θαρρεῖν, ὡς κατά γε τοῦτο μᾶλλον περὶ τὸ θάρρος ἡ ἀνδρεία ἐστὶν ἢ περὶ τὸν φόβον, ὅπερ προειρήκαμεν, ἀλλὰ τὸ ἐν τοῖς φοβεροῖς ἄφοβον εἶναι καὶ ἀτάραχον, ἅ ἐστι μὲν ἀμφότερα τοῦ ἀνδρείου, καὶ τὸ θαρραλέον καὶ τὸ | |
5 | ἄφοβον, ἀλλὰ μᾶλλον εἰδοποιεῖται ὁ ἀνδρεῖος τῷ ἄφοβος εἶναι ἐν τοῖς δεινοῖς· οὐχ οὕτως δὲ τῷ ἰτητικὸς εἶναι ἐπὶ τὰ δεινά, διὸ καὶ ἐπίλυπον δοκεῖ εἶναι ἡ ἀνδρεία· ὑπομενητικὴ γὰρ δεινῶν καὶ ἐπαινεῖται δικαίως. δυσκολώτερον γὰρ τὸ λυπηρὰ ὑπομένειν ἢ τῶν ἡδέων ἀπέχεσθαι, ὥστε κατά γε τοῦ‐ τον τὸν λόγον ἀξιέπαινος μᾶλλόν ἐστι τῆς σωφροσύνης. τὸ μὲν οὖν τέλος τῆς | |
10 | ἀνδρείας καλὸν καὶ ἡδὺ ἅμα. δοκεῖ δὲ ἀφανίζεσθαι, τουτέστιν ἀφανὲς γί‐ νεσθαι τὸ ἡδὺ αὐτῷ ὑπὸ τῶν κύκλων. κύκλους δὲ λέγει τοὺς πόνους, οὓς ὑπομένουσιν ἐν τοῖς δεινοῖς οἱ ἀνδρεῖοι. ὁ μὲν οὖν θάνατος, φησί, καὶ τὰ τραύματα λυπηρὰ τῷ ἀνδρείῳ καὶ ἄκοντι ἔσται. λυπηρὰ μὲν λέγει τὰ ἐπίπονα· ἀνάγκη γὰρ ἄνθρωπον ὄντα πονεῖν μαχόμενον καὶ τιτρωσκόμε‐ | |
15 | νον, εἰ οὕτω τύχοι· ἄκοντι δέ, ὅτι αὐτὰ καθ’ αὑτὰ οὐκ ἂν ὑπέμεινεν, οὔτε τοὺς πόνους· ὑπομένει δὲ αὐτά, ὅτι καλὸν ἢ ὅτι αἰσχρὸν τὸ μὴ ὑπο‐ μένειν· καὶ ὅσῳ ἂν μᾶλλον, φησί, τὴν ἀρετὴν ἔχῃ πᾶσαν καὶ εὐδαι‐ μονέστερος ᾖ, λυπηθήσεται ἐπὶ τῷ θανάτῳ, ἂν μάτην γένηται δηλονότι καὶ μηδενὸς καλοῦ ἕνεκα, ἀλλ’ οὐδὲν ἧττον, φησίν, ἀνδρεῖός ἐστιν ὑπο‐ | |
20 | μένων τὸν θάνατον διὰ τὸ καλόν, καὶ μᾶλλον, ὅτι ἀντὶ τῆς ἐν τῷ ζῆν εὐ‐ δαιμονίας αἱρεῖται τὸν ὑπὲρ τοῦ καλοῦ θάνατον. οὐ δὴ ἐν πάσαις ταῖς ἀρεταῖς τὸ ἡδέως ἐνεργεῖν ὑπάρχει· ἡ μὲν γὰρ κατ’ ἐλευθεριότητα ἐνέργεια ἡδεῖα καὶ ἡ κατὰ σωφροσύνην καὶ ἡ κατὰ τὰς ὁμοίας, ἡ δὲ κατὰ τὴν ἀνδρείαν ἐπίπονος· πλὴν κατὰ τοσοῦτον ἡδεῖα, ὅσον ἡ ἀναφορὰ ἐπὶ τὸ | |
25 | τέλος ὂν καλὸν καὶ ἡδύ. στρατιώτας δ’ οὐδὲν ἴσως κωλύει, φησί, μὴ τοὺς τοιούτους κρατίστους εἶναι καὶ τὰ ἑξῆς, ἐν οἷς ἐνδείκνυται ὅτι ἐγ‐ χωρεῖ στρατιώτας χρησίμους εἶναι, λέγω δὲ ὡς μισθοφόρους, ἀνδρείους μὲν μὴ ὄντας, ἑτοίμους δὲ πρὸς θάνατον. τοιούτων γὰρ μᾶλλον δέονται οἱ μι‐ σθούμενοι στρατιώτας, ἀνδρείους δὲ ἴσως οὐ δέονται μισθοφόρους γενέσθαι, πλὴν | |
30 | εἰ μὴ μεγάλῃ ἀνάγκῃ καὶ τύχῃ τινὶ καταληφθεῖεν. οὔ φησι δ’ εἶναι χαλε‐ πὸν ἐκ τῶν εἰρημένων λαβεῖν τί ἐστιν ἀνδρεία· εἴη δ’ ἂν ὡς τύπῳ λαβεῖν ἕξις ὑπομενετικοὺς παρέχουσα κινδύνων καὶ θανάτων ἕνεκα τοῦ καλοῦ. Μετὰ δὲ ταῦτα περὶ σωφροσύνης. τὴν σωφροσύνην καὶ τὴν ἀν‐ | |
δρείαν τῶν ἀλόγων μερῶν ἀρετὰς λέγει. ἡ μὲν γὰρ σωφροσύνη τοῦ ἐπιθυ‐ | 87 | |
88 | μητικοῦ ἐστιν ἀρετή, ἡ δ’ ἀνδρεία τοῦ θυμοειδοῦς· μεσότητα δὲ αὐτήν φησι περὶ ἡδονάς· ἐπεὶ δὲ πρότερον αὐτὴν ἀπέδωκε μεσότητα, περὶ ἡδονὰς μόνον αὐτὴν εἶπε μεσότητα· ἧττον γάρ ἐστι περὶ λύπας. κατὰ τοσοῦτον γὰρ λέγε‐ ται περὶ λύπας εἶναι ὁ σώφρων, ὅσον μὴ λυπεῖται τῇ τῶν ἡδονῶν ἀπουσίᾳ, | |
5 | ἐπεὶ ἥ τε ἐνέργεια τῆς σωφροσύνης περὶ ἡδονάς ἐστι. περὶ ποίας δὲ ἡδονάς ἐστι μεσότης, δείκνυσι τρόπον τινὰ χρώμενος διαιρέσει τοιαύτῃ. τῶν ἡδονῶν αἱ μέν εἰσι σωματικαί, αἱ δὲ ψυχικαί· καὶ ψυχικαὶ μέν, ἐν αἷς αὐτὴ καθ’ αὑτὴν ἥδεται ἡ ψυχή, σωματικαὶ δέ, ἃς ἥδεται διὰ τοῦ σώματος ἡ ψυχή, οἷον φιλοτιμία φιλομαθία. ἑκάτερον γὰρ τούτων φησὶ τῶν τε φιλοτίμων καὶ | |
10 | τῶν φιλομαθῶν χαίρειν μηδὲν πάσχοντος τοῦ σώματος, ἀλλὰ μᾶλλον τῆς διανοίας. πῶς δὲ λέγει πασχούσης τῆς διανοίας χαίρειν τοὺς φιλομαθεῖς ἢ τοὺς φιλοτίμους; οὐ γὰρ δὴ τὸ χαίρειν καὶ ἡδοναὶ ἐν τῇ διανοίᾳ, ἀλλ’ ἐν τῷ παθητικῷ μορίῳ τῆς ψυχῆς. πότερον οὖν διάνοιαν εἶπεν ἀντὶ τοῦ ψυχὴν κοινότερον, ἢ τὸ λεγόμενον τοιοῦτόν ἐστιν, ὅτι ἑκάτερος τούτων χαίρει μὲν | |
15 | τῷ παθητικῷ μορίῳ τῆς ψυχῆς, οὐ τοῦ σώματος πάσχοντός τι, καθάπερ ἐπὶ τῶν σωματικῶν ἡδονῶν ἀλλὰ τῆς διανοίας; ἡ δὲ διάνοια τοιοῦτόν τι πά‐ σχουσα ἐννοεῖ, ὅτι ἐπέτυχε οὗ ἐβούλετο· ἡ μὲν διάνοια τοῦ φιλομαθοῦς ὅτι ἐπέτυχε μαθήματος, ἡ δὲ τοῦ φιλοτίμου, ὅτι ἐπέτυχε τιμῆς. ταύτῃ δὲ τῇ κι‐ νήσει τῆς διανοίας, ἣν πάθος προσηγόρευσεν, ἐπακολουθεῖ ἡδονὴ ἐν τῷ πα‐ | |
20 | θητικῷ ὄντι μορίῳ τῆς ψυχῆς. οἱ δὲ περὶ τὰς ψυχικὰς ἡδονὰς ὄντες οὔτε σώφρονες οὔτε ἀκόλαστοι λέγονται· οὐδὲ γὰρ τοὺς φιλομύθους καὶ διηγητικοὺς λέγομεν ἀκολάστους ἀλλ’ ἀδολέσχους· οὐδὲ περὶ λύπας ἐστὶ τὰς ψυχικὰς ἢ σωφροσύνη ἢ ἀκολασία· τοὺς γὰρ ἐπὶ χρημάτων ἀποβολῇ ἢ φίλου λυπουμένους ἢ ἐπὶ τῇ κτήσει χαίροντας οὔτε σώφρονας οὔτε ἀκολά‐ | |
25 | στους λέγομεν. φαίνεται οὖν περὶ τὰς σωματικὰς εἶναι ἡ σωφροσύνη ἡδονάς, ἔστι δὲ οὐ περὶ πάσας τὰς σωματικάς. ἵν’ οὖν δῆλον γένηται, περὶ τίνας ἐστί, διαιρετέον τὰς σωματικάς. ἔστι δὴ εἴδη τῶν σωματικῶν ἡδονῶν, ὅσα καὶ τῶν αἰσθήσεων. ὅσαι γὰρ αἱ αἰσθήσεις, τοσαῦται καὶ αἱ σωματικαὶ ἡδοναί, αἱ μὲν δι’ ὄψεως, αἱ δὲ δι’ ἀκοῆς, αἱ δὲ διὰ τῶν ἄλλων αἰσθή‐ | |
30 | σεων. οὐκ ἔστι δὴ περὶ τὰς δι’ ὄψεως ἡδονὰς ἡ σωφροσύνη οὐδ’ ἡ ἀκο‐ λασία· οἱ γὰρ χαίροντες χρώμασι καὶ σχήμασι καὶ γραφαῖς οὔτε σώφρονες οὔτε ἀκόλαστοι λέγονται, καίτοι ἔστι ἐπὶ τούτων ὡς δεῖ χαίρειν καὶ καθ’ ὑπερβολὴν καὶ κατ’ ἔλλειψιν· ἀλλ’ οὔτε εἰς σωφροσύνην ἀναφέρεται τὸ ὡς δεῖ οὔτε εἰς ἀκολασίαν τὸ καθ’ ὑπερβολὴν οὔτε τὸ κατ’ ἔλλειψιν εἰς τὴν | |
35 | παρακειμένην τῇ σωφροσύνῃ, ἣν ἀναισθησίαν ἐνίοτε ὀνομάζει. ἐπειδὴ οὖν | |
ἔστι καὶ ἐν ταῖς περὶ τὴν ὄψιν ἡδοναῖς τὸ ὡς δεῖ χαίρειν, δόξει τις καὶ ἀρετὴ | 88 | |
89 | εἶναι. τὸ γὰρ ὡς δεῖ ἀρετῆς καὶ τὸ καθ’ ὑπερβολὴν καὶ ἔλλειψιν κακίαι τινές· τίς οὖν ἡ περὶ τὰ ὁράματα ἀρετὴ καὶ τίνες αἱ κακίαι εἰπεῖν οὐ ῥᾴδιον. πότερον οὖν οὐδ’ εἰσὶν ἀρεταὶ ἀλλὰ καὶ ἐν τοῖς μέσοις ἀνθρώποις αἱ τοιαῦται ἕξεις γίνονται καὶ αἱ μὲν ἔχουσαι τὸ μέτρον ἐπαινεταί, αἱ δὲ παρὰ τὸ μέτρον | |
5 | ψεκταί, ἢ τῇ φρονήσει ἐπακολοθοῦσιν αἱ μεμετρημέναι ἕξεις, τῇ δ’ ἀφροσύνῃ αἱ διημαρτημέναι καὶ ἄμετροι; ἢ μᾶλλον τῇ σωφροσύνῃ; καθ’ αὑτὴν μὲν γάρ, φησίν, ἐστίν, ὡς προελθὼν ἐρεῖ, περὶ τὰς διὰ τῆς ἁφῆς ἡδονάς. παρα‐ κολουθεῖ δὲ τῷ σώφρονι τὸ καὶ ὁρατικῷ εἶναι τῶν ὁρατῶν μέχρις οὗ δεῖ καὶ ὧν δεῖ καὶ κατὰ τοὺς ἄλλους διορισμούς, τῷ δ’ ἀκολάστῳ τὸ ἄπληστον ἐν | |
10 | πᾶσι, τῷ δ’ ἀναισθήτῳ τὸ ἐλλείπειν ἐν πᾶσι. περὶ τούτων σκεπτέον· ταῦτα γὰρ λεκτέον καὶ περὶ τῶν κατὰ τὴν ἁφὴν καὶ περὶ τῶν κατὰ τὴν ὄσφρησιν. αὐτὸς μέντοι ἐν τοῖς ἑξῆς ἐπέξεισιν, ὅτι οὐκ ἔστιν ἡ σωφροσύνη οὐδ’ ἡ ἀκο‐ λασία περὶ τὰς κατὰ τὴν ἀκοὴν ἡδονὰς οὐδὲ περὶ τὰς κατὰ τὴν ὀσμήν· τοὺς γὰρ χαίροντας, φησί, θυμιαμάτων ὀσμαῖς ἢ ῥόδων ἢ μήλων οὐ λέ‐ | |
15 | γομεν ἀκολάστους, τοὺς δὲ χαίροντας σφόδρα ταῖς τῶν ὄψων ὀσμαῖς ἢ ταῖς τῶν μύρων, διότι ἀνάμνησις αὐτοῖς γίνεται τῶν ἐπιθυμημάτων. μύροις μὲν χαίρουσιν ἀναμιμησκόμενοι τῶν ἑταιρῶν, ὄψων δ’ ὀδμαῖς ἐννοοῦν‐ τες τὴν κατὰ τὴν βρῶσιν ἡδονήν· ἐπεὶ καὶ κατὰ τὰς ἄλλας τὰς προειρημένας αἰσθήσεις ἐνδέχεται κατὰ συμβεβηκὸς χαίρειν τὸν ἀκόλαστον· ἰδὼν γὰρ τὴν | |
20 | ἑταίραν ἢ τὸ ὄψον χαίρει ἐννοῶν τὴν ἀπόλαυσιν καὶ ἀκούσας φθεγγομένης τῆς ἑταίρας ἢ τῶν περὶ ὄψου διηγημάτων. αὕτη δ’ οὐκ ἔστιν ἁπλῶς κατ’ ὄψιν ἡδονὴ ἢ κατ’ ἀκοήν, ἀλλ’ ὅταν ἐπὶ μηδὲν ἄλλο ἀναφέρων χαίρῃ ἀλλ’ ἐπὶ τὸ ὁρατὸν ἢ τὸ ἀκουστόν, ὅπερ πάσχει κατὰ τὴν ὄψιν, ὁ χαίρων αὐτοῖς τοῖς χρώμασιν ἢ τοῖς σχήμασι, κατὰ δὲ τὴν ἀκοὴν ὁ χαίρων αὐτοῖς τοῖς | |
25 | μέλεσι. παραπλησίως δὲ ἔχει καὶ ἐπὶ τῆς ὀσφρήσεως· καθ’ αὑτὰς γάρ εἰσιν ἡδεῖαι ὀσμαί, ὅταν ἐπὶ μηδὲν ἄλλο ἀναφέρων τις ἥδηται ἢ ἐπὶ τὴν ὀσμήν, οἷαί εἰσιν αἱ ἀπὸ τῶν ἀνθῶν, κατ’ ἀναφορὰν δὲ τὴν ἐπὶ τὰ βρώματα κατὰ συμβεβηκός εἰσιν ἡδεῖαι. διὸ καὶ τοὺς ἄλλους ἀνθρώπους, οἳ μήτε σώφρονες μήτε ἀκόλαστοι λέγονται, ἴδοι ἄν τις χαίροντας ταῖς τῶν βρωμάτων ὀδμαῖς, | |
30 | ὅταν πεινῶσιν, ὅταν δὲ μὴ πεινῶσι, μηκέτι χαίροντας ὡς οὐχ ἑπομένης καθ’ αὑτὴν τῇ ὀσμῇ τῆς ἀπὸ τῶν βρωμάτων ἡδονῆς, ἀλλὰ κατὰ συμβεβηκός. φησὶ δὲ μηδὲ τοῖς ἄλλοις ζῴοις κατὰ ταύτας εἶναι τὰς αἰσθήσεις ἡδονήν (λέγω δ’ ὄψιν ἀκοὴν ὄσφρησιν) πλὴν κατὰ συμβεβηκός· οὐ γὰρ οὕτω χαίρουσι ταῖς ὀδμαῖς τῶν λαγωῶν οἱ κύνες ὡς οἱ ἄνθρωποι τῇ τῶν | |
35 | ἀνθῶν, ἀλλὰ κατ’ ἀνάμνησιν τῆς βρώσεως· οὐδ’ ὁ λέων τῇ φωνῇ τοῦ βοὸς | |
οὕτως χαίρει ὡς ὁ ἄνθρωπος τῷ μέλει, ἀλλὰ χαίρει μὲν ὁ λέων τῇ ἐδωδῇ | 89 | |
90 | τοῦ βοὸς [οὕτω χαίρει ὡς ἄνθρωπος τῷ μέλιτι], ὅτι δ’ ἐγγύς ἐστι, διὰ τῆς φωνῆς ᾔσθετο· οὐδ’ εὑρὼν ἔλαφον οὕτως χαίρει ὡς σχήμασιν ὁ ἄνθρωπος ἢ τοῖς σώμασιν, ἀλλ’ ὅτι βορὰν ἔχει. διὰ τοῦτό φησι μὴ εἶναι διὰ τῶν εἰρημένων αἰσθήσεων ἡδονὴν τοῖς ἄλλοις ζῴοις, ὅτι οὐ κατὰ ψιλὰ | |
5 | τὰ ὁρατὰ ἢ τὰ ἀκουστὰ ἢ τὰ ὀσφραντὰ ἡδοναὶ αὐτοῖς γίνονται, ἀλλὰ κατ’ ἀνάμνησιν ἀφροδισίων ἡδονῶν μόνον μετέχουσι τὰ λοιπὰ ζῷα· περὶ τὰς τοι‐ αύτας δὲ ἡδονάς ἐστι ἡ σωφροσύνη καὶ ἀκολασία, ὧν καὶ τὰ λοιπὰ ζῷα κοινωνεῖ· αὗται δ’ εἰσὶν αἱ δι’ ἁφῆς καὶ γεύσεως. διὸ ἀνδραπο‐ δώδεις καὶ θηριώδεις φαίνονται κοιναὶ οὖσαι καὶ τοῖς ἀλόγοις καὶ τοῖς | |
10 | ἀνδραπόδοις. φαίνονται δέ, φησί, καὶ τῇ γεύσει ἐπὶ μικρὸν ἢ μηδὲν χρῆσθαι· τοῦτο δὲ ἤτοι περὶ μόνων λέγει τῶν ἀκολάστων ἢ καὶ περὶ τῶν σωφρόνων, ὡς τῶν μὲν σωφρόνων μετρίως χαιρόντων ταῖς ὀσμαῖς, τῶν δ’ ἀκολάστων καθ’ ὑπερβολήν· λέγω δὲ ὀσμαῖς ταῖς ἀπὸ τῶν βρωμάτων ἢ πο‐ τῶν· διὸ καὶ μᾶλλον δοκεῖ περὶ τῶν ἀκολάστων λέγεσθαι· ἔστι μὲν γὰρ τῆς | |
15 | γεύσεως ἡ κρίσις· ἤδη δὲ ἕξιν τινὲς τοιαύτην πεποίηνται, ὥστε διαγνώσκειν ἐκ τῶν ὀδμῶν τοὺς οἴνους, τὸν αὐστηρὸν καὶ γλυκύν, καὶ ὅλως τὰς διαφορὰς αὐτῶν, καὶ τὰ ὄψα ἀρτύουσιν ὀσμώμενοι, ὥστε ἐνδέχεται διὰ τὴν αὐτὴν ἕξιν καὶ αὐταῖς χαίρειν ταῖς ὀδμαῖς τὸν ἀκόλαστον ὑπερβαλλόντως. ἀλλ’ ὅμως φησὶν ὅτι οὐκ αὐταῖς καθ’ αὑτὰς χαίρουσιν, ἀλλὰ τῇ ἀπολαύσει, ἥτις | |
20 | πᾶσα δι’ ἁφῆς ἐστι καὶ ἐν σιτίοις καὶ ἐν ποτῷ καὶ τοῖς ἀφροδισίοις λεγομένοις. τὸ δὲ λεγομένοις προσέθηκεν, εὐλάβειαν φιλοσόφῳ πρέπουσαν εὐλαβηθείς· οὐ γὰρ αὐτὸς ὀνομάζει αὐτά, φησίν, ἀφροδίσια ἀλλ’ ὠνομασμένοις χρῆται. εἰπὼν δὲ κοινοτάτην εἶναι πᾶσι τοῖς ζῴοις αἴσθησιν, καθ’ ἣν ἡ ἀκολασία (κατὰ γὰρ τὴν ἁφήν, ἥτις κοινὴ πᾶσιν ἐστὶ τοῖς ζῴοις), ἐπιφέρει· | |
25 | καὶ δόξειεν ἂν δικαίως ἐπονείδιστος εἶναι, ὅτι οὐχ ᾗ ἄνθρωποί ἐσμεν ὑπάρχει, ἀλλ’ ᾗ ζῷα. τοῦτο δὴ ἔχει τινὰ ἀπορίαν· δοκεῖ γὰρ ἀκολασία καὶ ὅλως πᾶσα κακία ἴδιος εἶναι τοῦ ἀνθρώπου, τῶν δ’ ἄλλων ζῴων οὐδὲν ἀκόλαστον, οὐδὲ γὰρ σῶφρον, ἀλλὰ καὶ ὅσα λέγομεν ἀκόλαστα διὰ τὸ ἀφροδισιαστικὸν μεταφέροντες λέγομεν. ἔοικεν οὖν τοῦτο λέγειν, ἐπονείδιστος | |
30 | ἡ ἀκολασία, ὅτι οὐχ ᾗ ἄνθρωποί ἐσμεν χαίρομεν ταῖς ποιητικαῖς αὐτῆς ἡδοναῖς, ἀλλ’ ᾗ ζῷα. ποιητικαὶ μὲν γὰρ αὐτῆς ἡδοναὶ αἱ δι’ ἁφῆς, αὗται δὲ κοιναὶ τοῖς ζῴοις. διὸ καὶ ἐπιφέρει· τὸ δὴ τούτοις χαίρειν καὶ μάλιστα ἀγαπᾶν θηριῶδες, δηλαδή· καὶ ἐπιφέρει, εἰλικρινῶς βου‐ λόμενος δεῖξαι περὶ ποίας ἡδονάς ἐστιν ἡ ἀκολασία καὶ ἡ σωφροσύνη· οὐδὲ | |
35 | γὰρ περὶ τὰς δι’ ἁφῆς πάσας· περὶ γὰρ τὰς ἐν τοῖς γυμνασίοις διὰ | |
τρίψεως καὶ θερμασίας γενομένας ἡδονάς, αἳ δὴ ἐλευθεριώταταί εἰσι | 90 | |
91 | τῶν δι’ ἁφῆς καὶ ἥκιστα κοιναὶ τοῖς ἄλλοις ζῴοις, οὐ γίνονται, ἀλλὰ περί τινα μέρη. Ἑξῆς δὲ βουλόμενος τὰς τῶν ἀκολάστων διαφορὰς φανερὰς ποιῆσαι διαι‐ ρεῖ πρότερον τὰς ἐπιθυμίας αἷς ἀκολουθοῖεν ἂν καὶ ἡδοναί· καὶ ὅσα εἴδη | |
5 | ἐπιθυμίας, τοσαῦτα καὶ ἡδονῶν· ὥστ’ εἰ φανεῖεν αἱ ἡδοναί, δῆλα ἔσται καὶ τὰ τῶν ἀκολασιῶν εἴδη. ἄλλαι γὰρ περὶ ἄλλην ἡδονὴν ἀκολασίαι. τῶν δὴ ἐπιθυμιῶν αἱ μὲν κοιναί, αἱ δ’ ἴδιοι καὶ ἐπίθετοι· κοινὰς μὲν οὖν λέγει τὰς φυσικάς· αὗται δ’ εἰσίν, ὡς προελθὼν λέγει, ὧν ἐνδεεῖς ὄντες ὀρεγόμεθα ἀναπληρώσεως, οἷον ἡ τῆς ξηρᾶς τροφῆς ἐπιθυμία καὶ τῆς ὑγρᾶς. εἴη δ’ | |
10 | ἂν σὺν ταύταις καὶ ἡ τῆς εὐνῆς μάλιστα τοῖς ἡβῶσιν· ἰδίους δὲ καὶ ἐπιθέ‐ τους προσεπιμηχανᾶταί τινας ταῖς φυσικαῖς ἢ καὶ ὅλως παρὰ φύσιν· ἐπιθέτους δ’ αὐτὰς ὀνομάζει, δι’ ὃ πρόσκεινται καὶ οὐχ ὑπ’ αὐτῆς εἰσιν εἰσηγμέναι τῆς φύσεως· εἴη ἂν οὖν ἡ διαίρεσις τοιαύτη τῶν ἐπιθυμιῶν· αἱ μὲν φυσικαὶ αἱ δ’ ἴδιοι· τῶν δ’ ἰδίων αἱ μὲν ἐν τοῖς φυσικοῖς νοσηματικαί τινων, αἱ δὲ παν‐ | |
15 | τελῶς παρὰ φύσιν. τὸ μὲν οὖν κυρίως φυσικόν ἐστιν ἁπλῶς ὀρέγεσθαι πλη‐ σμονῆς τὸν ἐνδεᾶ· ἐν δὲ τούτῳ ἐφ’ ἕν φησιν ἁμαρτάνειν, ὅταν ὑπερεμπίπλα‐ σθαί τινος ὀρέγωνται οὐ πάντως πολυτελῶν βρωμάτων ἢ πομάτων ἐπιθυμοῦντες ἀλλ’ ἐνίοτε καὶ τῶν τυχόντων. ὀλίγοι δ’ εἰσὶν οἱ τοιοῦτοι καὶ ἀνδραποδωδέστατοι· καλοῦνται δὲ γάστριες. τῶν δ’ ἰδίων ἡδονῶν αἱ μέν εἰσιν, ὡς ἔφαμεν ἐν | |
20 | ταῖς φυσικαῖς, οὐκ ἐπὶ τὸ πλέον οὖσαι ἁπλῶς· αὗται γὰρ εἴρηνται ὅτι ἐν αὐτῇ τῇ ὀρέξει τῆς πλησμονῆς οὐχ ὑπερβάλλουσιν, ἀλλὰ τῷ ἐπιτεταμένως ἔχειν περί τι καὶ σφοδρῶς, οἳ δὴ καὶ φιλοτοιοῦτοι λέγονται, οἷον φίλοινοι καὶ φιλο‐ γύναιοι καὶ φιλόψυχοι. διό φησι τὴν μὲν τῆς τροφῆς ὄρεξιν καὶ τῆς εὐνῆς φυσικὴν εἶναι, τὰς δὲ τοιάσδε ἢ τοιάσδε οὐκέτι παντὸς οὐδὲ τῶν αὐτῶν. διὸ | |
25 | φαίνεται ἡμέτερον εἶναι· δηλονότι οἱ μὲν ἁπλῶς ὀρέγονται ἀναπληρώ‐ σεως, οὐδὲν περιεργαζόμενοι περὶ τὴν τροφήν, οἱ δὲ πάντως πολυτελοῦς γλίχονται καὶ περὶ τὴν πολυτέλειαν ἐπτόηνται ὄψων ἢ οἴνων. † οἵτινες ἤδη ἡμέτερον τὸ ἢ νενοσηκέναι πρὸς ταῦτα ἢ μή· ἀλλ’ ἔχειν γέ τί φησι φυσικὸν τὰς τοιαύτας· ἕτερα γὰρ ἑτέροις ἡδέα καὶ ἐνίοις γε τὰ τυχόντα | |
30 | ἡδίω ἐστὶ τῶν πολυτελῶν. δῆλον δ’ ὅτι καὶ φύσει οἱ μὲν πρὸς τοὺς τοιούσδε ἡδέως ἔχουσι χυμούς, οἷον πρὸς τοὺς γλυκεῖς οἴνους ἢ αὐστηρούς. τοῦτο μὲν οὖν ἴσως φυσικόν, τὸ δ’ ἐπτοῆσθαι περί τι καὶ σφοδρῶς ἔχειν ἤδη ἡμέτερον, πρὸς ὃ νῦν ἐφ’ ἓν τὸ φυσικὸν ἔφησεν, εἰρημένων καὶ τούτων τῶν ἁμαρτιῶν ἐν τοῖς φυσικοῖς· ἢ ὅτι, ὥσπερ προείπομεν, φυσικὴ ἐπιθυμία ἐστὶ τῆς ἀνα‐ | |
35 | πληρώσεως· ἐν δὲ ταύτῃ τὸ ὑπερπληροῦσθαι ἁμάρτημα· αἱ δ’ ἐπιτεταμέναι | 91 |
92 | † καὶ νοεῖν γάρ τι καὶ διαθέσεως περὶ ὃ ἤδη ἴδιοι εἶεν φυσικαὶ μέν, παρεκ‐ βαίνουσι δέ πως τὴν φύσιν τῷ ἴδιόν τι εἶδος παρέχειν ἐπιθυμιῶν. ὅτι δ’ οὕτως λέγει, προελθὼν σαφέστερον ποιεῖ· λέγει γὰρ περὶ τὰς ἰδίας τῶν ἡδονῶν πολλοὶ καὶ πολλαχῶς διαμαρτάνουσι. | |
5 | Τῶν γὰρ φιλοτοιούτων λεγομένων ἕως καὶ ὡς οὐχ οἱ πολλοὶ χαίρουσιν. ἐν γὰρ τούτοις δύο εἴδη ὑπογράφει τῶν ἰδίων ἡδονῶν, τὸ μὲν ἕτερον τῶν χαιρόντων οἷς μὴ δεῖ, ὃ καὶ παντελῶς παρὰ φύσιν ἐστὶν καὶ οὐδὲ ὀνομάζειν ἄξιον· τὰ εἴδη ταῦτα τῶν ἀκολαστῶν· πολλὰ γάρ ἐστιν ὑφ’ ἓν τὰ παρὰ φύσιν τῶν ἐπιθυμιῶν εἶδος τεταγμένων· ἄλλο δ’ ἐστὶ τὸ μᾶλλον ἢ | |
10 | ὡς οἱ πολλοὶ χαίρειν ὡς δεῖ· μέτρον μὲν οἱ πολλοί εἰσι· σχεδὸν γάρ τι οἱ πολλοὶ φέροντες ἐπὶ τὸ μὴ ὑπερβάλλειν ἐν ταῖς ἡδοναῖς, οὐ μὴν ἀκριβοῦσιν. οἱ μὲν οὖν ἀκόλαστοι μᾶλλον ἢ χεῖρον ἢ ὡς οἱ πολλοὶ χαίρουσιν, οἱ δὲ σώ‐ φρονες ἄμεινον τῶν πολλῶν· τὸ δὲ μὴ ὡς δεῖ ἢ ὡς δεῖ τοιοῦτόν ἐστιν, ὅτι ὡς οὐ δεῖ ποιοῦσι τὸ μᾶλλον ἢ ὡς δεῖ· ὥσπερ οὖν τῶν ἐπιθυμιῶν δύο τὰ | |
15 | ἀνωτάτω εἴδη, τὸ μὲν κοινόν, τὸ δ’ ἴδιον, τοῦ δ’ ἰδίου τὸ μὲν ἐν τοῖς κατὰ φύσιν, οὕτως καὶ τῶν ἡδονῶν τοσαῦτα ἂν εἴη εἴδη ἀκολασίας καὶ αὗται παρέ‐ χονται διττὸν εἶδος. ἢ γὰρ τῶν παρὰ φύσιν ἡδονῶν ἐφίενται ἢ ἐν τοῖς κατὰ φύσιν μᾶλλον ἢ δεῖ καὶ οὐχ ὡς δεῖ αἱ νοσηματικαὶ γίνονται· ὑπὸ δὲ ταῦτα εἴδη πλείω, φιλοψία, φιλοινία καὶ ὅσαι τοιαῦται. | |
20 | Ἡ μὲν οὖν περὶ τὰς ἡδονὰς ὑπερβολὴ ὅτι ἀκολασία, δῆλον, περὶ δὲ τὰς λύπας λέγεται εἶναι ἡ σωφροσύνη καὶ ἡ ἀκολασία οὐ τῷ ὑπο‐ μένειν καθάπερ ἀνδρεία, ἀλλ’ ὡς ἤδη προείρηται πολλάκις, τῷ μὴ λυπεῖσθαι μὲν τῇ ἀπουσίᾳ τῶν ἡδονῶν ὁ σώφρων λέγεται, τῷ δὲ λυπεῖσθαι ὁ ἀκόλαστος. λυπεῖται γάρ, ὥς φησιν, ἀποτυγχάνων, καὶ ἐπιθυμῶν δὲ λυπεῖται· πᾶσα | |
25 | γὰρ ἐπιθυμία μετὰ λύπης. ὁ γὰρ ἡδονῆς σφόδρα ἐπιθυμῶν σφόδρα λυπεῖται. θαυμαστῷ δ’ ἔοικε τὸ καὶ διὰ τὴν ἡδονὴν λυπεῖσθαι· ἔστι δ’ οὐ θαυμαστόν· οὐ γὰρ ἔχων τις ἡδονὴν ἤδη λυπεῖται ἀλλ’ ἐφιέμενος αὐτῆς καὶ ἡγούμενος αὑτὸν ἐνδεᾶ τῶν ἡδίστων εἶναι. οἱ δὲ περὶ τὰς ἡδονὰς ἐλλείποντες οὐ πάνυ γίνον‐ ται· οὔτε γὰρ ἀνθρωπικὴ οὔτε παντὸς ζῴου ἡ τοιαύτη ἀναισθησία. καὶ | |
30 | γὰρ τὰ ἄλλα ζῷα διακρίνει τὸ ἐν τῇ τροφῇ ἡδὺ καὶ λυπηρόν. 〈εἰ δέ τῳ μὴ διαφέρει ἕτερον〉 ἑτέρου πρὸς ἡδονήν, ἀψύχῳ ἔοικεν. ἔστι δὲ ἀνώνυμος διὰ τὸ μηδὲ γίνεσθαι, καλεῖ δὲ αὐτὸν ἐνίοτε ἀναίσθητον. ὁ δὲ σώφρων μέσως ἔχει περὶ πάντα· οὔτε γὰρ χαίρει οἷς ὁ ἀκόλαστος (ὁ μὲν γὰρ ταῖς ὑπερβολαῖς τῶν ἡδονῶν ἥδεται, ὁ δὲ ταῖς ὑπερβολαῖς δυσχεραίνει), οὔτε δὲ ὅλως οἷς μὴ δεῖ | |
35 | χαίρει. τὰς μὲν γὰρ ἐν ταῖς φυσικαῖς ἡδοναῖς ἀμετρίας οὐ προσίεται, τῶν δὲ | |
παρὰ φύσιν οὐδὲ ἀκούειν ἀνέχεται οὐδὲ ἐπιθυμεῖ· ἀλλ’ ἢ μετρίως τῶν ἀναγ‐ | 92 | |
93 | καίων καὶ ὅσα πρὸς ὑγίειάν ἐστι καὶ εὐεξίαν φέροντα, τούτων ὀρέγεται, με‐ τρίως δὲ καὶ οὐχ ὥστε παρὰ τὸ καλὸν αὐτῶν τινος ἐφίεσθαι οὐδ’ ὑπὲρ τὴν οὐσίαν· καὶ γὰρ τοῦτο οἰκεῖον τῷ σώφρονι μὴ ὑπὲρ τὴν οὐσίαν χρῆσθαι ταῖς ἡδοναῖς. | |
5 | Ἔστι μὲν οὖν καὶ ἡ δειλία καὶ ἡ ἀκολασία τῶν ἑκουσίων· τὴν μὲν γὰρ ἡδονὴν ἑκόντες αἱρούμεθα, ἡ δὲ ἀκολασία τῷ μὴ αἱρεῖσθαι ἃς μὴ δεῖ ἡδονάς. ὑπὲρ δὲ τῆς ἡδονῆς καὶ τῆς λύπης ἄκοντες ἐξελαυνόμεθα καὶ διωκόμεθα· τοι‐ οῦτον δὲ καὶ ἡ δειλία. καὶ ἡ μὲν λύπη ἐξίστησι τῶν κατὰ φύσιν καὶ φθείρει πως τὴν τοῦ ἔχοντος φύσιν, ἡ δὲ ἡδονὴ οὐδὲν ἔχει τοιοῦτον, ὥς φησιν. ἐξί‐ | |
10 | στανται μὲν οὖν τινες καὶ ὑπὸ τῶν ἡδονῶν ἀλλ’ οὐχ οὕτως ὥστε συγχεῖσθαι τὴν φυσικὴν κατάστασιν, ὅπερ δοκεῖ κατὰ τὴν ἀλγηδόνα μᾶλλον εἶναι καὶ τὸν πόνον· διὸ καὶ ἐπονειδιστότερον τόδε τοῦ ἧττον ἑκουσίου. ἔτι δὲ τὸ ἐθισθῆναι πρὸς τὸ κρατεῖν τῶν ἡδονῶν ῥᾷον· ἀκίνδυνοι γὰρ οἱ εἰθισμένοι ὥστε ἐπονείδιστον εἰκότως μᾶλλον τὸ μὴ ἐθίσαι ἑαυτὸν πρὸς τὸ μὴ ἀντέχειν ταῖς | |
15 | ἡδοναῖς, ἢ τὸ μὴ ἐθίσαι πρὸς ὑπομονὴν τῶν φόβων. ἔχει δέ τινα καὶ ἄλλην ἐναντίωσιν τὰ κατὰ τὴν δειλίαν πρὸς τὰ κατὰ τὴν ἀκολασίαν. ἡ μὲν γὰρ δειλία αὐτὴ ἄλυπος· οὐ γὰρ ἄχθεται ὁ τὴν ἕξιν ἔχων αὐτήν, τὰ δὲ καθ’ ἕκαστον συμβαίνοντα ἐπ’ αὐτῇ λυπηρὰ καὶ δεινά. ἐξίστανται γὰρ ἐν τοῖς δεινοῖς καὶ φοβούμενοι ἀνιῶνται καὶ δεινῶς ἀσχημονοῦσιν· ἀνάπαλιν δὲ 〈τὰ | |
20 | κατὰ τὰς ἡδονάς·〉 διὸ καὶ ἑκούσια φαίνονται· ἐπιθυμοῦντι γὰρ καὶ ἡδομένῳ γίνεται. ἡ δ’ ἕξις λυπηρά· ἀνιῶνται γὰρ ἐπὶ τῇ ἀκολασίᾳ οἱ ἔχοντες αὐτὴν διὰ τὸ ἐπονείδιστον αὐτὴν σφόδρα εἶναι· διό φησιν οὐδεὶς γὰρ ἐπιθυμεῖ ἀκόλαστος εἶναι. Τὸ δ’ ὄνομα τῆς ἀκολασίας, ὥς φησι, φέρομεν καὶ ἐπὶ τὰς παι‐ | |
25 | δικὰς ἁμαρτίας. λέγομεν γάρ τινας παῖδας ἀκολάστους, ὅσοι ἂν ἀπειθεῖς ὦσι τοῖς παιδαγωγοῖς καὶ πολλὰ ἁμαρτάνωσι παιδικὰ ἁμαρτήματα. πότερον δὲ ἀπὸ τῶν παίδων ἐπὶ τοὺς ἀκολάστους ἄνδρας τὸ ὄνομα μετενήνεκται ἢ ἀνάπαλιν, οὐδέν φησι διαφέρειν πρὸς τὸν νῦν λόγον. δῆλον δ’ ὅτι τὸ ὕστερον ἀπὸ τοῦ προτέρου ὠνόμασται. ἀπὸ δὲ τούτου, ἔστι μέν πως εἰπεῖν, ἀπὸ τοῦ | |
30 | ἀκολάστου παιδὸς ἐπὶ τὸν ἄνδρα μετενήνεκται· πρότερον γὰρ τοῦ ἀνδρός· ἔστι δέ πως εἰπεῖν ἀπὸ τοῦ ἀνδρὸς ἐπὶ τὸν παῖδα· ἁπλῶς γὰρ πρότερον τὸ τελειό‐ τερον τοῦ ἀτελοῦς· τελειότερον δ’ ὁ ἀνήρ. διαφέρει δ’ οὐδὲν ὁπότερον οὖν ἀφ’ ὁποτέρου μετενήνεκται, ἀλλ’ ἔχει πολλὴν ὁμοιότητα. κεκολάσθαι μὲν γὰρ δεῖ πᾶν τὸ τῶν αἰσχρῶν ὀρεγόμενον καὶ πολλὴν ἔχον αὔξησιν· | |
35 | τοιοῦτον δὲ ἡ ἐπιθυμία· ὀρέγεται γὰρ πολλάκις τῶν αἰσχρῶν, κἂν μὴ κωλύηται | 93 |
94 | καὶ κολάζηται, μεγάλην λαμβάνει τὴν ἐπίδοσιν· τοιοῦτον δὲ καὶ ὁ παῖς· κατ’ ἐπιθυμίαν γὰρ ζῶσι καὶ τὰ παιδία καὶ πολλὴν ἐπίδοσιν ἔχουσι πρὸς ἑκάτερα, πρός τε τὸ εὖ, ἂν κολάζηται, καὶ πρὸς τὸ ἐναντίον, ἂν μένῃ ἀκό‐ λαστα· καὶ πολλὴ ἐν τοῖς παισὶν ἡ τοῦ ἡδέος ὄρεξις. δεῖ οὖν ἔν τε τῷ | |
5 | παιδὶ εὐπειθῆ εἶναι τὴν ἐπιθυμίαν τῶν ἀρχομένων ὑπὸ παιδαγωγῶν ἢ διδα‐ σκάλων· οἰκεῖον γὰρ ἔχει λόγον· ἐν τε τῷ ἀνδρὶ δεῖ τὸ ἐπιθυμητικὸν ὡς ὑπὸ παιδαγωγῷ λόγον ἔχοντι τετάχθαι. καὶ ταύτῃ οὖν ἔοικεν ἡ κατὰ τοὺς παῖδας ἀκολαστότης τῇ κατὰ τοὺς ἄνδρας· ἐν ἀμφοτέροις γὰρ τῷ ἄρχοντι ἀπειθεῖ τὸ ἐπιθυμητικόν· δεῖ δ’ εὐπειθεῖς εἶναι καὶ ὑπὸ τὸ ἄρχον τετάχθαι· εἰ δὲ μή, | |
10 | ἐπὶ πολὺ προέρχεται οὕτως ὥστ’ ἐνίοτε ἐν τοῖς ἀνδράσι τὸν λογισμὸν ἐκ‐ κρούουσι, τουτέστιν ἄχρηστον ποιοῦσιν, αἱ σφοδραὶ καὶ πολλαὶ ἐπιθυμίαι· δεῖ δ’ αὐτὰς μετρίας εἶναι καὶ τῷ λόγῳ μὴ ἐναντιοῦσθαι. τοῦτο γάρ ἐστι τὸ κεκολάσθαι καὶ τὸν μὲν παῖδα κατὰ τὸ πρόσταγμα τοῦ παιδαγωγοῦ ζῆν, τὸν δὲ ἄνδρα κατὰ τὸ πρόσταγμα τοῦ λόγου. τοῦ δὴ σώφρονος τὸ ἐπιθυμη‐ | |
15 | τικὸν σύμφωνόν ἐστι τῷ λόγῳ καὶ οὐ καταδυναστευόμενον ἄγεται ὥσπερ τὸ τοῦ ἐγκρατοῦς, ἀλλ’ οὕτω πεπαίδευται, ὥστε ἐπιθυμεῖν ὧν δεῖ καὶ ὅσα κατὰ | |
τοὺς ἄλλους διορισμούς· οὕτω δὲ καὶ ὁ λόγος τάττεται. | 94 | |
95(1t) | ΑΣΠΑΣΙΟΥ ΦΙΛΟΣΟΦΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟ Δ ΤΩΝ ΗΘΙΚΩΝ | |
2t | ΑΡΙΣΤΟΤΕΛΟΥΣ | |
3 | p. 1119b22 Λέγομεν δὲ ἑξῆς περὶ ἐλευθεριότητος ἕως καὶ ταῖς δό‐ σεσιν ὑπερβάλλειν. | |
5 | Τὸ θεώρημα τοῦτο ἁρμόττει εἰς τὸ εὑρίσκειν ἑκάστην ἀρετήν, περὶ ποῖά τινά ἐστι μεσότης. περὶ ἃ γὰρ ἐπαινεῖται ἑκάστη, περὶ ταῦτα αὐτῆς αἱ ἐνέρ‐ γειαι· περὶ ἃ δὲ ἐνεργεῖ, περὶ ταῦτα μεσότης ἐστίν, οἷον ἡ σωφροσύνη ἐπαι‐ νεῖται περὶ τὴν χρῆσιν τῶν σωματικῶν ἡδονῶν· περὶ ταῦτα γὰρ αὐτῆς ἡ ἐνέργεια· καὶ μεσότης οὖν ἐστι περὶ ἡδονάς. ὁμοίως δὲ ἔχει καὶ περὶ τῶν | |
10 | ἄλλων ἀρετῶν. καὶ τῆς ἐλευθεριότητος οὖν ἐπαινουμένης περὶ δόσιν καὶ λῆψιν χρημάτων, δῆλον ὡς αἵ τε ἐνέργειαι αὐτῆς περὶ χρήματά εἰσι καὶ μεσότης ἐστὶ περὶ δόσιν καὶ λῆψιν χρημάτων. χρήματα δὲ λέγεται μὲν κοινῶς πάντα τὰ πράγματα, οἷον ἐπειδὰν λέγωμέν τι χρῆμα ἔπραξεν ἀντὶ τοῦ τι πρᾶγμα ἔπραξε, καὶ τὸ χρηματίζειν δὲ ἐντεῦθεν λέγεται· λέγεται δὲ χρήματα ἐξαιρέ‐ | |
15 | τως ὧν ἡ ἀξία νομίσμασι μετρεῖται, οἷον οἰκία καὶ ἀνδράποδα καὶ ἔπιπλα καὶ σκεύη καὶ βοσκήματα καὶ πάντα τὰ τοιαῦτα· πόσου γάρ ἐστι τούτων ἕκαστον ἄξιον ἔστι νομίσμασι μετρῆσαι. κατὰ δὲ τοῦτο τὸ σημαινόμενον οὐκ ἔστιν ἡ ἀρετὴ χρῆμα. οὐ γὰρ ἔστιν εἰπεῖν ὅσων χρημάτων ἐστὶν ἀξία· ὑπερ‐ βάλλει γὰρ πᾶν χρῆμα. ὁμοίως οὐδ’ ἡ φιλία τιμητὸν χρῆμα, ἀλλ’ ὑπερ‐ | |
20 | βάλλει χρημάτων τὴν ἀξίαν· ὁμοίως δὲ καὶ γονεῖς καὶ πατρὶς καὶ ἁπλῶς ὅσα ὑπερβάλλει τὴν τῶν χρημάτων κτῆσιν. δοκεῖ δὲ μὴ πάνυ ἱκανῶς ἀποδεδό‐ σθαι ὁ τῶν οὕτω λεγομένων χρημάτων ὁρισμός· τὸ γὰρ νόμισμα αὐτὸ καὶ | |
τὸ ἀργύριον οὐ μετρεῖται νομίσματι. σχεδὸν οὖν ὁ ἐντελὴς ὁρισμὸς οὗτός | 95 | |
96 | ἐστι· χρῆμα ὃ ἢ νόμισμά ἐστιν ἢ οὗ ἡ ἀξία νομίσματι μετρεῖται. λέγεται δὲ ἐξαιρέτως χρῆμα καὶ τὸ νόμισμα αὐτὸ [χρῆμα], οἷον ἐπειδὰν λέγωμεν χρή‐ ματα ἐδάνεισεν ὁ δεῖνα. τριχῶς οὖν τὸ χρῆμα· ὧν δῆλον τίνι κέχρηται ὁ Ἀριστοτέλης· τῷ γὰρ δευτέρῳ τῶν λεχθέντων τρόπῳ. | |
5 | Φησὶ δὲ καὶ τὴν ἀνελευθερίαν καὶ τὴν ἀσωτίαν περὶ χρημάτων εἶναι ὑπερβολὰς καὶ ἐλλείψεις. οὐκ ἀλόγως δὲ κοινῇ περὶ ἀμφοτέρων εἶπεν ὥς εἰσιν ὑπερβολαὶ καὶ ἐλλείψεις, ἀλλ’ ἐπειδὴ ἑκατέρα αὐτῶν ἄμφω ὑπάρχει. ἥτε γὰρ ἀσωτία ὑπερβάλλει μὲν τῇ δόσει, 〈τῇ δὲ λήψει ἐλλείπει, ἡ δ’ ἀνε‐ λευθερία ἐλλείπει μὲν τῇ δόσει〉 ὑπερβάλλει δὲ τῇ λήψει. καὶ γὰρ ἑκατέρας | |
10 | αὐτῶν ὑπερβολῆς οὔσης καὶ ἐλλείψεως ὅμως τὴν μὲν ἀσωτίαν ἐνίοτε ὑπερ‐ βολὴν λέγειν εἴωθε, τὴν δ’ ἀνελευθερίαν ἔλλειψιν, ἐπειδὴ ἡ ἐλευθεριότης εἰ‐ δοποιεῖται μᾶλλον κατὰ τὴν μεμετρημένην δόσιν· ἐν δὲ ταύτῃ ὑπερβάλλει μὲν ὁ ἄσωτος, ἐλλείπει δὲ ὁ ἀνελεύθερος. ὡς πρὸς τὰς τῆς ἐλευθεριότητος οὖν προηγουμένας ἐνεργείας ὑπερβολὴ μέν ἐστιν ἡ ἀσωτία, ἔλλειψις δὲ ἡ ἀνελευ‐ | |
15 | θερία. ἁπλῶς μὲν οὖν σκοποῦντι καὶ εἰλικρινῶς τὴν ἑκατέρας οὐσίαν, καὶ φύσιν τῆς τε ἀνελευθερίας καὶ τῆς ἀσωτίας, φαίνεται ἡ μὲν ἀνελευθερία ἕξις τις εἶναι σπουδαστικὴ μᾶλλον ἢ δεῖ περὶ χρήματα, ἡ δ’ ἀσωτία ἕξις φθαρτικὴ τῶν ὄντων χρημάτων· διὸ καὶ ἄσωτος καλεῖται ὁ ταύτην ἔχων τὴν ἕξιν, οἷον ἄσωτός τις ὢν καὶ δι’ αὑτὸν ἀπολλύμενος· δοκεῖ μὲν γὰρ τὸ ζῆν | |
20 | διὰ τῶν χρημάτων εἶναι, ὁ δὲ ταῦτα καταφθείρων ἀπόλλυσί πως καὶ ἑαυτόν. ἁπλῶς μὲν οὖν, καθάπερ εἶπον, εἰδοποιεῖται ἑκατέρα τῶν κακιῶν κατὰ τὸν εἰρημένον τρόπον, οἱ δ’ ἄνθρωποι τὰ πολλὰ καλεῖν εἰώθασιν ἀσώτους οὐ τοὺς ὁντιναοῦν τρόπον τὴν οὐσίαν διαφθείροντας ἀλλὰ τοὺς ἀκρατεῖς καὶ εἰς ἀκολασίαν δαπανηρούς, συμπλέκοντες δύο κακίας, ἀκολασίαν καὶ ἀσωτίαν, | |
25 | διὸ καὶ φαυλότατοι δοκοῦσιν εἶναι οἱ οὕτω λεγόμενοι ἄσωτοι· πολλὰς γὰρ ἅμα κακίας ἔχουσιν, ἀκρασίαν καὶ ἀσωτίαν μετὰ ἀκολασίας. Ἑξῆς δὲ λέγει· ὧν ἐστι χρεία, ἔστι τούτοις χρῆσθαι καὶ εὖ καὶ κακῶς· χρείαν δὲ λέγει τὴν χρῆσιν· οἷς γὰρ ἔστι χρῆσθαι, τούτοις ἔστι καὶ εὖ καὶ κακῶς χρῆσθαι, οἷον ἔστι χρῆσθαι ἀργυρίῳ καὶ ἔστιν εὖ χρῆσθαι καὶ | |
30 | κακῶς χρῆσθαι ἀργυρίῳ· ὁμοίως δὲ καὶ ἀνδραπόδῳ οἰκίᾳ ἐπίπλῳ, πᾶσι τοῖς τοιούτοις. τάχα δ’ ἄν τις ἀπορήσειε περὶ τῆς ἀρετῆς καὶ τῆς κακίας. λεγό‐ μεθα γὰρ καὶ τούτων ἑκατέρᾳ χρῆσθαι καὶ οὐ δήπου χρώμεθα ἢ τῇ ἀρετῇ κακῶς ἢ τῇ κακίᾳ καλῶς [λέληθε]. λέγομεν δὲ πρὸς τοὺς οὕτω λέγοντας, ὅτι οὐκ ἔστι τούτων οὐδέτερον οἷς χρώμεθα ἀλλὰ τὸ χρώμενον τοῖς ἄλλοις | |
35 | ἐστὶν ἡ ἀρετὴ καὶ ἡ κακία. προηγουμένως μὲν γὰρ τὸν ἄνθρωπον λέγομεν | 96 |
97 | χρῆσθαι· ἔστι δ’ ὡς καὶ τὴν ψυχὴν λέγομεν εἶναι τὴν χρωμένην, ἐπειδὴ ταύτῃ μάλιστα ὁ ἄνθρωπος χρῆται· καὶ ἔτι μᾶλλον ἡ ἀρετὴ καὶ ἡ κακία χρῆται τοῖς πράγμασι, διότι καὶ ἡ ψυχὴ διὰ τῆς ἑτέρας τούτων χρῆται τοῖς πράγμασιν, ὧν ἐστι χρῆσις, ἡ μὲν εὖ ἡ δὲ κακῶς. ὁ δὴ λόγος οὕτως ἔχει· | |
5 | ὧν ἐστι χρῆσις, ἔστι τούτοις εὖ χρῆσθαι καὶ κακῶς, ὁ δὲ πλοῦτος ἓν τού‐ των ἐστίν, ὧν ἐστιν ἡ χρῆσις· ἔστιν ἄρα καὶ πλούτῳ εὖ καὶ κακῶς χρῆσθαι. ἑκάστῳ δὲ καλῶς χρῆται ὁ ἔχων τὴν περὶ τοῦτο ἀρετήν, οἷον λύρᾳ μὲν ἄριστα χρήσεται ὁ ἔχων τὴν περὶ λύραν ἀρετήν, οὗτος δέ ἐστιν ὁ μουσικός, ἵππῳ δὲ ὁ τὴν περὶ ἵππους ἀρετὴν ἔχων, οὗτος δέ ἐστιν ὁ ἱππικός, καὶ πλού‐ | |
10 | τῳ δὴ ἄριστα χρήσεται ὁ ἔχων τὴν περὶ τὸν πλοῦτον ἀρετήν, οὗτος δέ ἐστιν ὁ ἐλευθέριος. οὐχ οὕτως δὲ εἶπεν, ὥσπερ ἡμεῖς εἴπομεν, ὁ πλοῦτος δέ ἐστιν ἕν, ὧν ἡ χρῆσίς ἐστιν, ἀλλ’ ὁ πλοῦτος δὲ τῶν χρησίμων, ὡς ἂν εἰ ἔλεγεν, ὁ πλοῦτος δέ ἐστιν ἕν, ὧν ἡ χρῆσις † καίτοι αὐτὸν οἷον τε εἶναι τῶν χρησίμων. οὐ γὰρ πᾶν οὗ ἐστι χρῆσις καὶ χρήσιμον· ἔστι γὰρ καὶ πενίας | |
15 | χρῆσις καὶ νόσου, ἀλλ’ οὐ χρήσιμον τούτων οὐδέν· ἀλλὰ τούτων οἷς χρώ‐ μεθα χρήσιμα λέγεται, οἷς προηγουμένως χρήσαιτ’ ἂν ὁ σπουδαῖος καὶ κατὰ φύσιν ἔχων, διόπερ καὶ ἀγαθὰ δοκεῖ εἶναι. Συμπερανάμενος δὲ ὅτι ὁ ἐλευθέριος ἄριστα χρῆται πλούτῳ καὶ χρή‐ μασι, λέγει τίς ἐστιν ἡ τῶν χρημάτων χρῆσις. διαφέρει γὰρ χρῆσις καὶ | |
20 | κτῆσις· ἡ μὲν οὖν δαπάνη καὶ ἡ δόσις χρῆσίς ἐστιν, ἡ δὲ λῆψις καὶ ἡ φυ‐ λακὴ κτῆσις. διὸ μᾶλλον ἡ ἐλευθεριότης ἐν τῷ διδόναι οἷς δεῖ καὶ ὅτε καὶ ὅσον καὶ κατὰ τοὺς ἄλλους διορισμοὺς ἢ ἐν τῷ λαμβάνειν 〈ὅθεν δεῖ καὶ μὴ λαμβάνειν〉 ὅθεν οὐ δεῖ, ἐπειδὴ τὸ μὲν λαμβάνειν κτήσει ἔοικε, τὸ δὲ διδόναι χρήσει· ἐν δὲ τῇ χρήσει τῶν χρημάτων ὁ ἐλευθέριος. τῆς γὰρ ἀρε‐ | |
25 | τῆς τὸ εὖ ποιεῖν μᾶλλον ἢ τὸ εὖ πάσχειν· ἐν δὲ τῷ διδόναι τὸ εὖ ποιεῖν, ἐν δὲ τῷ λαμβάνειν τὸ εὖ πάσχειν· τὸ διδόναι ἄρα οἰκειότερον τῆς ἐλευθερι‐ ότητος. ἔτι τῆς ἀρετῆς τὸ καλὰ πράττειν μᾶλλον ἢ τὸ τὰ αἰσχρὰ μὴ πράττειν. οἰκειότερον γὰρ αὐτῇ τὸ ἐπαινεῖσθαι ἢ τὸ μὴ ψέγεσθαι· ἄμφω μὲν γάρ ἐστι τοῦ ἐναρέτου, ἀλλὰ τὸ προηγούμενον ἔργον τὸ τὰ καλὰ πράτ‐ | |
30 | τειν, ὥστε τὸ προηγούμενον ἔργον τῆς ἐλευθεριότητος ἡ ὡς δεῖ γινομένη πρό‐ εσις· ἐπὶ ταύτῃ γὰρ ἔπαινος γίνεται. τὸ δὲ μὴ λαμβάνειν κακῶς οὐκ ἐπαίνου τυγχάνει, ἀλλ’ ἱκανὸν τὸ μὴ ψέγεσθαι. ἔτι ἡ ἀρετὴ ἐν τοῖς χαλεπωτέροις | |
καὶ δυσκολωτέροις· ἔστι δὲ χαλεπώτερον τὸ προΐεσθαι τὸ οἰκεῖον τοῦ 〈μὴ〉 | 97 | |
98 | λαμβάνειν τὸ ἀλλότριον, ὥστε ἡ ἐλευθεριότης φαίνεται μᾶλλον περὶ τὴν δόσιν ἢ περὶ τὸ μὴ λαμβάνειν. ἔτι τὸ μὲν μὴ λαμβάνειν κοινὸν καὶ δικαιοσύνῃ· ἐπαινοῦνται γοῦν καὶ οἱ δίκαιοι, ὅταν μήτε δῶρα λαμβάνωσι καὶ προτιμῶσι τὸ δίκαιον τῶν χρημάτων, τὸ δὲ διδόναι χρήματα ἴδιον τῶν ἐλευθερίων. ἐν | |
5 | ᾧ οὖν τὸ ἴδιον τῆς ἐλευθεριότητος, περὶ τοῦτο ἡ ἐλευθεριότης ἐστίν. οὐ δὴ ὑποληπτέον περὶ τούτου τὸν Ἀριστοτέλη λέγειν μὴ εἶναι τὴν ἐλευθεριότητα καὶ περὶ τὸ μὴ λαμβάνειν ὅθεν οὐ δεῖ, καὶ περὶ τὸ λαμβάνειν, ἐάν ποτε ἀναγ‐ καῖον ᾖ, ὅθεν δεῖ, ἀλλ’ ὅτι τὸ προηγούμενον ἔργον τῆς ἐλευθεριότητος καὶ καθ’ ὃ εἰδοποιεῖταί ἐστιν ἡ ὀρθὴ δόσις. ὃ δ’ ἐπὶ πᾶσιν ἐπεῖπε τοῖς ῥηθεῖσιν | |
10 | ἀληθές ἐστιν· οἱ μὲν γὰρ μὴ λαμβάνοντες ὡς 〈οὐ〉 δεῖ οὐκ ἐπαινοῦνται, ἀλλ’ οὐ ψέγονται. ἀληθὲς δὲ καὶ τὸ ἑξῆς λεγόμενον, τὸ φιλεῖσθαι μᾶλλον ὑπὸ τῶν ἀνθρώπων τοὺς ἐλευθερίους· οἱ μὲν γὰρ δίκαιοι ἐνίοτε φθονοῦνται καὶ οἱ φρόνιμοι καὶ οἱ σοφοί, καὶ τοὺς σώφρονας δὲ ἔνιοι φορτικοὺς νομίζουσι καὶ προσποιητικούς, οἱ δ’ ἐλευθέριοι διαφερόντως φιλοῦνται· χαίρουσι γὰρ οἱ ἄν‐ | |
15 | θρωποι λαμβάνοντες, οἱ δ’ ἐλευθέριοι διδόντες· διὸ καὶ τοὺς ἐπὶ πλέον δα‐ πανηροὺς καίπερ οὐκ ὄντας ἐλευθερίους ὅμως φιλοῦσι, διότι ὅμοιόν τι ἔχουσι τοῖς ἐλευθερίοις. Ἐπειδὴ δὲ πᾶσαι αἱ κατ’ ἀρετὴν πράξεις καλαὶ καὶ τοῦ καλοῦ ἕνεκα, καὶ ὁ ἐλευθέριος τοῦ καλοῦ ἕνεκα δώσει καὶ οὗτος αὐτῷ σκοπὸς | |
20 | ἔσται, ὥσπερ καὶ τοῖς ἄλλοις ἐναρέτοις, καὶ ὀρθῶς δώσει. οἷς γὰρ δεῖ καὶ ὅσα καὶ ὅτε καὶ τἄλλα, ἐν οἷς διορίζεται τὸ ὀρθῶς, καὶ πρὸς τούτοις ἅπασιν ἡδέως ἢ πάντως ἀλύπως· τὸ γὰρ κατ’ ἀρετὴν ἡδὺ ἅπαν ἢ ἄλυπον καὶ ἥκιστα λυπηρόν. ἴσως δὲ καὶ τὸ ἥκιστα λυπηρὸν προσέθηκε διὰ τὴν ἀνδρείαν· παρακολουθεῖ γάρ τις τῇ τῶν ἀνδρείων ἐνεργείᾳ δυσχέρεια | |
25 | καὶ ἀλγηδών, ἀλλ’ ὅμως ἡττᾶται ἡ ἀλγηδὼν διὰ τὴν ἐκ τοῦ καλοῦ ἡδονήν. ὁ δὲ διδοὺς οἷς μὴ δεῖ ἢ μὴ τοῦ καλοῦ ἕνεκα (ἐνδέχεται μὲν γὰρ οἷς μὲν δεῖ διδόναι ἀλλ’ οὐ τοῦ καλοῦ ἕνεκα) ἀλλὰ διά τινα ἄλλην αἰτίαν, οἷον διὰ δόξαν καὶ τιμὴν ἢ ἵνα λάβῃ πλείω ἢ διὰ δέος· οὐδεὶς δὴ τούτων ἐλευθέριος ὀνομάζεται ἀλλ’ ἢ δοξοκόπος ἢ φιλότιμος ἢ πανοῦργος. οὐδ’ ὅλως | |
30 | δὲ ὁ διδοὺς μέν, λυπούμενος δέ, ὥσπερ ἐνίοτε εἰσφέρουσί τινες ταῖς πατρίσιν ἢ ἰδίᾳ ἐπιδιδόασιν, ἀνιώμενοι δέ· οὐ γὰρ ἐλευθέριος ἡ τοιαύτη πρᾶξις. δεῖ γὰρ τὸν ἐλευθέριον πολὺ μᾶλλον ἥδεσθαι διδόντα τοῦ λαμβάνοντος. Τὰ δ’ ἑξῆς δῆλα, ἃ λέγει, ὑπάρχειν τῷ ἐλευθερίῳ ὅτι οὐ λήψεται ὅθεν μὴ δεῖ· οὐ γάρ ἐστι τοῦ μὴ τιμῶντος τὰ χρήματα ἡ παρὰ τὸ | |
35 | δέον λῆψις· οὐκ ἂν εἴη δὲ οὐδὲ αἰτητικός· οὐ γάρ ἐστι τοῦ εὖ ποι‐ | |
οῦντος, φησίν, εὐχερῶς εὐεργετεῖσθαι· καίτοι φασί τινες τοῦ αὐτοῦ εἶναι | 98 | |
99 | καὶ εὖ ποιεῖν καὶ εὖ πάσχειν καὶ ἁρμόττειν τῷ ἀγαθῷ τὸ εὖ πάσχειν. ὁ Ἀριστοτέλης δὲ λέγει μὲν ἀμφότερα εἶναι τοῦ ἐναρέτου καὶ ἐλευθερίου, ἀλλὰ τὴν ἀρετὴν καὶ λέγεσθαι καὶ νοεῖσθαι κατὰ τὸ εὖ ποιεῖν μᾶλλον ἢ κατὰ τὸ εὖ πάσχειν, διόπερ καὶ δοκεῖ θεῖόν τι εἶναι ἡ ἀρετὴ καὶ ὁμοίωσίς τις τῷ θεῷ· | |
5 | τὸ γὰρ θεῖον οὐ κατὰ τὸ εὖ πάσχειν ἀλλὰ κατὰ τὸ εὖ ποιεῖν νοεῖται· λήψεται δέ, φησίν, ὅθεν δεῖ ὁ ἐλευθέριος, οἷον ἀπὸ τῶν ἰδίων κτημάτων, οὐχ ὡς καλὸν ἀλλ’ ὡς ἀναγκαῖον ὅπως ἔχῃ διδόναι· τοῦτο δέ ἐστι τὸ ὅπως ἔχῃ ἐνεργεῖν κατὰ τὴν ἐλευθεριότητα. Τὸ δὲ ἑξῆς ἐστι μὲν καὶ αὐτὸ παρατήρημα τῶν ὑπαρχόντων τῷ ἐλευ‐ | |
10 | θερίῳ καθάπερ καὶ τὰ πολλὰ τῶν ῥηθέντων, ὠφέλιμον δὲ καὶ εἰς τὴν παρα‐ κειμένην φαντασίαν τοῖς ἐλευθερίοις. οἱ γὰρ ἀμελοῦντες τῶν ἰδίων κτημάτων φαντασίαν τοῖς μὴ ὀρθοσκοποῦσι παρέχουσιν ἐλευθερίων, οὐκ ἔστι δὲ ἐλευθε‐ ρίου ἀμελεῖν τῶν ἰδίων ἀλλὰ τοὐναντίον. πῶς γὰρ ἐπαρκέσει οἷς δεῖ μὴ ἐπι‐ μελούμενος; διόπερ καὶ ἡ οἰκονομικὴ ἀρετή τίς ἐστιν. ἕκαστος γὰρ τῶν ἐνα‐ | |
15 | ρέτων ἐκείνου ἐπιμελεῖται, ᾧ χρώμενος ἐνεργήσει κατὰ τὴν οἰκείαν ἀρετήν· ὁ γοῦν ἀνδρεῖος ἰσχύος ἐπιμελεῖται. ἵνα δύνηται κατ’ αὐτὴν ἐνεργεῖν. παρα‐ πλήσιον δὲ τόν τε ἀνδρεῖον ἰσχύος ἀμελεῖν καὶ τὸν ἐλευθέριον κτήσεως, εἴπερ διὰ τούτων αἱ ἐνέργειαι τῶν εἰρημένων ἀρετῶν. ἐνιότε δὲ καὶ ἔλαττον κατα‐ λείψει ἑαυτῷ ὁ ἐλευθέριος αἱροῦντος τοῦ λόγου· οὐ γὰρ πάντως εἰς αὑτὸν | |
20 | ἀποβλέπει ἀλλ’ εἰς τὸ καλόν. Δῆλον δὲ καὶ τὸ ἑξῆς λεγόμενον, ὅτι ἡ ἐλευθεριότης κατὰ τὴν οὐσίαν, ὅτι οὐκ ἐν τῷ πολλὰ διδόναι· τὸ γὰρ καλόν, ὅταν ἀπὸ ἕξεως γίνηται, οἷον τὸ κατ’ ἀνδρείαν καλόν, ὅταν ἀπὸ ἀνδρείας γίνηται· καὶ τὸ κατ’ ἐλευθεριό‐ τητα οὖν καλόν, ὅταν ἀπὸ ἕξεως γίνηται. τῆς ἕξεως δέ ἐστι τὸ διαφυλάττειν | |
25 | πάντας τοὺς εἰρημένους ὁρισμούς, τὸ ὅτε, τὸ οἷς δεῖ, τὸ οὗ ἕνεκα, τὸ ὅσον. παραβαίνει δὲ τὸ ὅσον ὁ μὴ κατὰ τὴν οὐσίαν διδοὺς ἀλλ’ ἢ ὑπερβάλλων ἢ ἐλλείπων. οὐδὲν δὲ κωλύει ἐλευθεριώτερον εἶναι, φησί, τὸν τὰ ἐλάτ‐ τω διδόντα, ἐὰν ἀπὸ ἐλαττόνων διδῷ, τοῦ ἀπὸ πλειόνων μὲν πλείω δι‐ δόντος μὴ κατὰ τὴν οὐσίαν δέ. ὁμοίως δὲ οὐδὲν κωλύει καὶ τὸν τὰ ἐλάττω | |
30 | ἔχοντα, πλείω δὲ διδόντα, κατὰ τὴν οὐσίαν ἄσωτον εἶναι ἀλλ’ οὐκ ἐλευθέ‐ ριον, τὸν δὲ τὰ ἐλάττω διδόντα ἐλευθέριον. πῶς δ’ εἶπεν ἐλευθεριώτερον εἶναι τὸν τὰ ἐλάττω διδόντα; ἆρά γε ὡς ὄντος τοῦ μὲν ἧττον, τοῦ δὲ μᾶλλον ἐλευθερίου; ἀλλ’ εἴ γε παραβαίνει ἅτερος καὶ μὴ δίδωσι κατὰ τὴν οὐσίαν μηδὲ φυλάσσει τὸ ὅσον δεῖ προΐεσθαι, οὐκ ἔστιν ἐλευθέριος. πότερον οὖν | |
35 | ἐστιν ἄνεσις καὶ ἐπίτασις ἐν ταῖς ἀτελέσιν ἀρεταῖς (ἔστω δὲ ἐπὶ τῆς ἐλευθερι‐ | |
ότητος ὁ λόγος), οἷον ἐὰν τὰ μὲν ἅπαντά τις ἀκριβοῖ διδοὺς μὲν οἷς δεῖ καὶ | 99 | |
100 | ὅτε δεῖ καὶ τοῦ καλοῦ ἕνεκα καὶ τἄλλα πάντα, ἐλλείπων δὲ ἐν τῇ ποσότητι· ἢ οὐχ οὕτως εἶπεν ἐλευθεριώτερον, ἀλλ’ εἴωθε συγκρίνων πολλάκις λέγειν, ὅταν ὁ μὲν ᾖ, ὁ δ’ ὅλως μή, οἷον φρονιμώτερον τὸν βουλευτικὸν μᾶλλον, ἧττον δὲ τὸν μή, τοῦ μὲν ὄντος φρονίμου τοῦ δὲ μή. | |
5 | Τὸ δ’ ἑξῆς λεγόμενον οὐ καθόλου ἐστίν, ἀλλ’ ὡς ἐπὶ τὸ πλεῖστον. ὡς ἐπὶ τὸ πολὺ γὰρ ἐλευθεριώτεροι οἱ μὴ κτησάμενοι ἀλλὰ παραλαβόντες τῶν κτησαμένων δι’ αὑτῶν, ἐπεὶ πολλάκις γ’ ἐναντίως ἔχει. καὶ τὸ μετὰ ταῦτά γε οὐκ ἀναγκαίως συμβαίνει, ἀλλ’ ὡς ἐπὶ τὸ πολύ, τὸ μὴ ῥᾳδίως πλουτεῖν τὸν ἐλευθέριον δι’ ἃ λέγει· τῇ δὲ ἐπιμελείᾳ καὶ τῷ μὴ διδόναι, οἷς | |
10 | μὴ δεῖ, εὐπορήσει εἰς τὴν δέουσαν χρῆσιν. ἐπεὶ δ’ ὁ ἀναλίσκων ὑπὲρ τὴν οὐσίαν ἄσωτος, διὰ τοῦτο οὐ λέγομεν τοὺς τυράννους ἀσώτους· οὐδεμία γὰρ δαπάνη δοκεῖ ὑπερβάλλειν αὐτῶν τὸ πλῆθος τὸ τῆς οὐσίας· τοὐναντίον δὲ εἰ‐ ώθαμεν ἐνίοτε φαυλίζειν τοὺς τυράννους καὶ τοὺς βασιλεῖς, ὅταν μὴ κατὰ τὴν οὐσίαν ἀναλίσκωσι. | |
15 | p. 1120b27 Τῆς ἐλευθεριότητος δὴ μεσότητος ἕως τοῦ τοσαῦτα εἰ‐ ρήσθω. Ὥσπερ καὶ αἱ τέχναι ὁμοίως διαφαίνονται ἔν τε τοῖς μεγάλοις ἔργοις καὶ τοῖς μικροῖς, οἷον ὁ Πολύκλειτος καὶ μέγα ἐργασάμενος καὶ μικρὸν ἐδήλου τὴν τέχνην, οὕτως καὶ ὁ ἐνάρετος κἀν τοῖς μεγάλοις κἀν τοῖς μικροῖς δηλοῖ | |
20 | τὸ καλόν· καὶ ὁ ἐλευθέριος δὴ καὶ δώσει καὶ δαπανήσει εἰς ἃ δεῖ καὶ ὅσα δεῖ, ὁμοίως καὶ ἐν μικροῖς καὶ μεγάλοις, καὶ ταῦτα ἡδέως· τοῦτο γὰρ κοινὸν ταῖς ἀρεταῖς, τὸ ἐνεργεῖν ἡδέως καὶ λήψεται ὅθεν δεῖ· καὶ ἕπεσθαι γάρ φησι τῇ ἐπιεικεῖ δόσει τὴν ἐπιεικῆ λῆψιν· ἁπλῶς μὲν γὰρ δοκεῖ ἐναντία εἶναι ἡ δόσις τῇ λήψει· ἡ μὲν γὰρ δόσις ἐστὶν οἷον ἀποβολή, ἡ δὲ | |
25 | λῆψις οἷον κτῆσις· οὐ μὴν δὲ ἡ ἐπιεικὴς δόσις ἀποβολὴ ἀλλὰ χρῆσις τῶν ὄντων καὶ χρῆσις καλή· ὁμοίως οὐδ’ ἡ λῆψις κτῆσις ἁπλῶς ἀλλ’ εἰς τὴν δέουσαν χρῆσιν γινομένη· οὐκ εἰσὶν οὖν ἐναντίαι ἀλλήλαις ἀλλ’ ἑπόμεναι. εἰ γάρ ἐστιν οἷος καλῶς δοῦναί τι, καὶ οἷος καλῶς λαβεῖν καὶ ἀνάπαλιν. αἱ δ’ ἐναντίαι οὐ γίνονται ἐν τῷ αὐτῷ· ἐναντία δὲ τῇ ἐπιεικεῖ δόσει ἡ φαύλη | |
30 | λῆψις, ὧν ἡ μὲν ἐν τῷ ἐπιεικεῖ, ἡ δὲ ἐν τῷ μοχθηρῷ γίνεται. Ὃ δ’ ἑξῆς λέγει, ἀναγκαῖόν ἐστιν· εἰ γὰρ ἡσθήσεται καλῶς ἀναλίσκων, ἀναγκαζόμενος κακῶς ἀναλίσκειν ἢ εἰς οὓς μὴ δεῖ ἢ ὑπὸ τυράννων ἢ ὑπὸ πόλεως, λυπηθήσεται, μετρίως δὲ τὸ λυποῦν αὐτὸν ἔσται, οὐ τὸ ἀνάλωμα | |
οὐδ’ ἡ δαπάνη ἀλλὰ τὸ μὴ δεόντως γίνεσθαι. ἐπεὶ δ’ ἔνιοι ἡγοῦνται ἐπὶ | 100 | |
101 | μηδενὶ λυπηθήσεσθαι τὸν ἐνάρετον, ἐπισημειοῦται καί φησι τῆς ἀρετῆς εἶναι, τουτέστι τοῦ ἔχοντος τὴν ἀρετὴν τὸ ἥδεσθαι καὶ λυπεῖσθαι ἐφ’ οἷς δεῖ καὶ ὡς δεῖ· οὐ γὰρ περιῄρηται αὐτοῦ τὸ παθητικὸν μόριον τῆς ψυχῆς, ἀλλὰ κεκόσμηται. ἀνάγκη οὖν μετρίαν τινὰ λύπην αὐτῷ γίνεσθαι ἐπὶ ταῖς μὴ προ‐ | |
5 | σηκούσαις ἐνεργείαις, ἀνθρώπῳ γε ὄντι καὶ φιλοκάλῳ. ὅτι δὲ οὐκ ἐπὶ τῷ ἀναλώματι λυπηθήσεται, ἀλλ’ ἐπὶ τῇ μὴ δεόντως γινομένῃ ἐνεργείᾳ, φανερὸν ποιεῖ λέγων αὐτὸν μᾶλλον ἄχθεσθαι εἴ τι δέον μὴ ἀνάλωσεν. Εἰρῆσθαι δέ φησι πρότερον, ὅτι ὑπερβολαὶ καὶ ἐλλείψεις εἰσὶν ἡ ἀσωτία καὶ ἡ ἀνελευθερία· ἐν ἑκατέρᾳ γὰρ αὐτῶν καὶ ὑπερβολὴ καὶ ἔνδεια ὡς εἴρη‐ | |
10 | ται· ἐπεὶ δὲ τὸ ἐν δυσὶν εἶναι ἰδέαις ἑκατέρᾳ, ἐν λήψει καὶ δόσει, ἔστι δὲ ἡ δαπάνη κυρίως δόσις καλουμένη, φαίνεται δ’ ὁ ἄσωτος δαπανηρός, ἔστω φησὶ κοινῶς ἡ δαπάνη δόσις. εἰπὼν δὲ τὴν ἀνελευθερίαν ὑπερβάλλειν. τῷ λαμ‐ βάνειν προσέθηκε, πλὴν ἐν μικροῖς δηλονότι· οὐχ οὕτως ὑπερβάλλειν λέ‐ γεται ὁ ἀνελευθέριος τῷ μεγάλα λαμβάνειν ἀλλὰ τοὐναντίον τῷ μικρὰ πολ‐ | |
15 | λάκις δὲ καὶ πανταχόθεν καὶ ὅθεν ἂν δύνηται οὐκ ὀκνῶν ὅτι ἂν δύνηται λαμ‐ βάνειν καὶ ὁπωσοῦν· ἐπεὶ δ’ ἔθετο τὴν ἀσωτίαν ὑπερβάλλειν μὲν τῷ διδόναι, ἐλλείπειν δὲ τῷ λαμβάνειν, κατὰ μὲν τὸν αὐτῆς λόγον ἡγεῖται τοιαύτην εἶναι· πλὴν οὐ πάνυ συνδυάζεται ταῦτα· οὐ γὰρ ῥᾴδιον οὐδαμόθεν λαμβά‐ νοντα πᾶσι διδόναι διὰ τὸ ἐπιλείπεσθαι τελέως τὴν οὐσίαν τοὺς ἰδιώτας, | |
20 | οἵπερ καὶ δοκοῦσί φησιν ἄσωτοι εἶναι. τοῦτο δὲ ἐπεῖπεν, ἐπειδὴ οἱ βα‐ σιλεῖς δοκοῦσιν ἄσωτοι εἶναι καὶ δύνανται μὴ λαμβάνοντες διδόναι· ὁ δὲ τοι‐ οῦτος οἷός ἐστιν ὁ τῷ ὄντι ἄσωτος μὴ λαμβάνων, διδοὺς δὲ πᾶσιν, οὐ μικρῷ βελτίων ἐστὶ τοῦ ἀνελευθερίου· ἰατὸς γάρ ἐστι καὶ ὑπὸ τῆς ἡλικίας, ὡς ἐπίπαν γὰρ νέοι γίνονται οὕτως ἄσωτοι, καὶ ὑπὸ τῆς ἀπορίας· δεινὴ | |
25 | γὰρ καὶ αὕτη ἀναγκάσαι σωφρονεῖν, καὶ ἐπὶ τὸ μέσον ἔλθοι ἂν διὰ τὸ ἔχειν τὰ τοῦ ἐλευθερίου· καὶ γὰρ δίδωσι καὶ οὐ λαμβάνει, ἡμαρτημένως· εἰ οὖν ὑπὸ ἔθους ἢ ὁπωσοῦν μεταβάλλοι, ἔλθοι ἂν εἰς ἐλευθεριότητα· ἀλλ’ ὁ μὲν τῷ ὄντι ἄσωτος βελτίων τοῦ ἀνελευθέρου πολλῷ· οἱ δὲ πολλοὶ οὐκ ἔχουσιν ἄμφω τὰ εἰρημένα, λέγω δὲ τό τε διδόναι καὶ μὴ λαμβάνειν ἀλλὰ | |
30 | συμφύρουσι καὶ μιγνύουσιν εἰς ταὐτὸν ἀσωτίαν καὶ ἀνελευθερίαν· λαμβά‐ νουσι γὰρ ὅθεν μὴ δεῖ συνεχῶς, ἵνα ἀναλίσκειν ἔχωσιν εὐχερῶς, ἅμα δὲ καὶ τοῦ καλοῦ μηδὲν φροντίζοντες οὐκ ὀκνοῦσιν αἰσχρῶς πορίζειν. διόπερ οὐδὲ ἐλευθέριοι αὐτῶν αἱ δόσεις· οὔτε γὰρ τοῦ καλοῦ ἕνεκα διδόασιν, ὥσπερ | |
σκοπός ἐστι πᾶσι τοῖς ἐναρέτοις, οὔτε οὓς δεῖ εὖ ποιοῦσιν ἀλλὰ τοὺς κόλα‐ | 101 | |
102 | κας ἢ τοὺς ἄλλην τινὰ ἡδονὴν πορίζοντας· διὸ οἱ πολλοὶ αὐτῶν ἀκόλαστοί εἰσι, τὸ δαπανηρὸν αὐτῶν μετάγοντες εἰς τὰς ἡδονάς· πλὴν ἡ μὲν τῷ ὄντι ἀσωτία ἰάσιμός ἐστιν, ὡς εἴρηται, ἡ δ’ ἀνελευθερία ἀνίατος. ἀνίατος δὲ εἶπεν ἀντὶ τοῦ δυσίατος· ὡς ἐπίπαν γὰρ δοκεῖ τὸ γῆρας ἀνελευθέρους ποιεῖν | |
5 | καὶ πᾶσα 〈ἀδυναμία〉· οἱ γὰρ ἀσθενέστεροι τὰ σώματα καὶ ἀδύνατοι τὰ πολλὰ ἀνελεύθεροι γίνονται διὰ τὸ νομίζειν πολλῶν δεῖσθαι· ἔτι δὲ καὶ διὰ τὸ [νομίζειν] συμφυέστερον εἶναι τοῖς ἀνθρώποις τὴν ἀνελευθερίαν δυσιατο‐ τέρα ἐστίν. ἐλέχθη γὰρ ὅτι ἐφ’ ἃ ἀποκλίνομεν οἱ ἄνθρωποι καὶ πρὸς ἅπερ ἁλώσιμοί ἐσμεν ταῦτα δυσίατα· ἀποκλίνουσι δὲ οἱ πλεῖστοι ἐπὶ φιλοχρηματίαν | |
10 | μᾶλλον ἢ 〈ἐπὶ πρόεσιν〉. φησὶ δὲ πολυειδῆ εἶναι τὴν ἀνελευθερίαν· σχεδὸν μὲν γὰρ πᾶσα κακία πολυειδής, ὡς προεῖπεν, οὐδεμιᾶς δ’ ἧττον ἡ ἀνελευθερία· ἐν δυσὶ γὰρ οὖσα τῇ τε ὑπερβολῇ τῆς λήψεως καὶ τῇ ἐλλείψει τῆς δόσεως, οὐ πᾶσιν ὁλόκληρος παραγίνεται, ἀλλ’ ἔνιοι μέν εἰσιν ἀνελεύθεροι τῷ λαμβάνειν καὶ τούτῳ ὑπερβάλλουσιν, ἔνιοι δὲ μόνον τῇ δόσει ἐλλείπουσι, λαμ‐ | |
15 | βάνειν δ’ οὐκ ἀξιοῦσιν· ὧν ὀνόματα πλείω ἐστί, φειδωλοὶ καὶ γλίσχροι καὶ κίμβικες· οὐ λαμβάνουσι δὲ οἱ μὲν δι’ ἐπιείκειαν ἢ φαινομένην· τὰ δ’ αὐτῶν φυλάσσειν λέγουσιν ἵνα μήποτε ἀναγκασθῶσιν αἰσχρόν τι πρᾶξαι· οἱ δὲ διὰ φόβον ἀπέχονται τῶν ἀλλοτρίων, ἡγούμενοι μὴ εἶναι ῥᾴδιον τὰ ἀλλότρια λαμβάνοντας μὴ προΐεσθαί τι· δηλοῖ δ’ ἑξῆς καὶ τίνες εἰσίν οἱ κατὰ τὴν λῆψιν | |
20 | ὑπερβάλλοντες· εἰσὶ δὲ οἱ πανταχόθεν ἀξιοῦντες λαμβάνειν καὶ μηδὲν κέρδος αἰσχρὸν νομίζοντες, οἷον πορνοβοσκοὶ καὶ τελῶναι καὶ οἱ κατὰ μικρὰ δανεί‐ ζοντες καὶ ἐπὶ πολλῷ τόκῳ· πάντῃ γὰρ οὗτοι αἰσχροκερδεῖς. ἕνεκα γὰρ μι‐ κροῦ κέρδους πᾶν ὁτιοῦν ὑποφέρουσιν, ἐπεὶ τούς γε τὰ μεγάλα κερδαίνοντας ὅθεν μὴ δεῖ οὐ λέγομεν ἀνελευθέρους ἀλλὰ μοχθηροὺς καὶ ἀσεβεῖς καὶ | |
25 | ἀδίκους, οἷον τυράννους πορθοῦντας πόλεις καὶ ἱερὰ συλῶντας. ἐφίστησι δὲ ἡμᾶς, ὅτι καὶ ὁ λωποδύτης ἀνελεύθερος καὶ ὁ κυβευτής, καίτοι δοκῶν τισι προετικὸς εἶναι· ὁ μὲν γὰρ λωποδύτης ἕνεκα κέρδους ὀλίγου τοὺς μεγίστους κινδύνους κινδυνεύει, οἱ δὲ κυβευταὶ ἀπὸ τῶν φίλων κερδαίνουσιν, οἷς συνδιημερεύουσι καὶ συζῶσι καὶ ἥδονται, ὅταν γυμνοὺς ἀποπέμψωσιν αὐτούς. | |
30 | εἰκότως δὲ τῇ ἐλευθεριότητι ἡ ἀνελευθερία ἀντικεῖσθαι λέγεται· καὶ γὰρ μεῖζον κακόν ἐστι τῆς ἀσωτίας καὶ μᾶλλον ἐπ’ αὐτὴν ἁμαρτά‐ | |
νουσιν οἱ ἄνθρωποι. | 102 | |
103 | p. 1122a18 Δόξειε δ’ ἂν ἀκόλουθον εἶναι καὶ περὶ μεγαλοπρεπείας ἕως τοῦ μήτε λίαν ἀσχήμονες. Ὅτι ἕπεται τῷ περὶ τῆς ἐλευθεριότητος περὶ μεγαλοπρεπείας εἰπεῖν, ἤτοι ὡς εἶδος γένους ἢ ὡς μέρος ὅλου δῆλον· σκεπτέον δὲ πότερον ταὐτὸν ἢ οὔ, | |
5 | ἐπειδὰν ᾧ διαφέρει τῆς ἐλευθεριότητος εἴπωμεν. ἡ μὲν γὰρ ἐλευθεριότης περὶ δόσιν ἐστὶ καὶ λῆψιν, ἡ δὲ μεγαλοπρέπεια περὶ τὴν δόσιν. καλείσθω γὰρ ἡ δαπάνη καὶ μεγαλοπρέπεια κοινῶς δόσις, ὥσπερ ἠξίωσεν, ἔτι δὲ ἡ μὲν ἐλευθεριότης οὐ μόνον περὶ τὰς μεγάλας ἀλλὰ καὶ περὶ τὰς μικρὰς δόσεις ἐστίν, ἡ δὲ μεγαλοπρέπεια, καθάπερ καὶ αὐτὸ σημαίνει τοὔνομα, ἐν μεγέθει | |
10 | δαπάνη πρέπουσά ἐστιν, ὥστε περὶ τὰ μέγεθος ἔχοντα δαπανήματα. τοιαύτη δ’ οὖσα πότερον εἶδός ἐστι τῆς ἐλευθεριότητος ἢ μέρος; εἰ μὲν γὰρ εἶδος, ἐπεὶ οὐδὲν γένος ἓν εἶδος ἔχει ἀλλὰ πλείω, πῶς διαιρήσομεν τὴν ἐλευθεριό‐ τητα; ἢ τὸ μέν τι αὐτῆς εἶδος ἐροῦμεν περὶ δόσιν, τὸ δὲ περὶ λῆψιν, τοῦ δὲ περὶ δόσιν τὸ μὲν περὶ μεγάλα, τὸ δὲ περὶ μικρὰ ἀναλώματα, ὧν τὸ μὲν | |
15 | πολὺ καὶ μέγα ἀνάλωμα μεγαλοπρέπεια καλεῖται, τὰ δ’ ἄλλα ἀνώνυμα; δόξειε δ’ ἄτοπον εἶναι διαιρεῖν τὴν ἐλευθεριότητα εἰς δύο εἴδη, τὸ περὶ τὴν δόσιν καὶ τὴν λῆψιν· δοκεῖ γὰρ μὴ εἶναι ἐλευθεριότης κατὰ ταύτην μόνην τὴν δόσιν. ἐὰν γὰρ ᾖ ἁμαρτητικὸς κατὰ τὴν δόσιν, οὐκέτι ἐλευθέριός ἐστιν, ἀλλ’ οὐδ’ ὁ λαμβάνων ὀρθῶς ἐλευθέριος, ἂν μὴ καὶ διδῷ καλῶς· ἅμα δ’ εἰ καὶ τῆς ἐλευ‐ | |
20 | θεριότητός ἐστι λόγος τὸ εἶναι κατορθωτικὴν περὶ δόσιν καὶ λῆψιν, οὐκ ἂν ἐφαρμόζοι ἑκατέρῳ τῶν εἰδῶν· μᾶλλον οὖν μέρει ἔοικε τῆς ἐλευθεριότητος. καὶ γὰρ οὕτως ἐγχωρεῖ λέγειν, ὅτι εἰ μέν τίς ἐστι μεγαλοπρέπεια, ἐλευθεριό‐ της ἐστίν, εἰ δέ τις ἐλευθεριότης, οὐ πάντως μεγαλοπρέπεια, ὥσπερ εἴ τις τὴν ἰατρικὴν διελόμενος εἰς μέρη τρία φαρμακευτικὸν διαιτητικὸν καὶ χειρουρ‐ | |
25 | γικόν, λέγοι εἰ μέν τι ἐστι φαρμακευτικόν, πάντως καὶ ἰατρικὸν εἶναι, εἰ δέ τι ἰατρικόν, οὐ πάντως φαρμακευτικόν. εἰ δὲ καὶ ταῦτά τις εἴδη εἴποι τῆς ἰατρικῆς, οὐδὲν κωλύει καὶ τὴν μεγαλοπρέπειαν εἶδος εἶναι τῆς ἐλευθεριότη‐ τος. εἰκότως δὲ λέγεται τὸ ἐν μεγέθει πρέπον θεωρεῖν δαπάνημα. τὸ γὰρ μέγεθος πρός τι· τινὸς γὰρ μέγεθος. εἰ οὖν ἄλλου ἔργου ἄλλο μέγεθος | |
30 | τὸ πρέπον ἑκάστῳ δαπάνημα θεωρήσει. οὐ γὰρ τὸ αὐτὸ δαπάνημα προ‐ | |
σήκει τριηράρχῳ καὶ θεωρῷ. σκέψεται δὴ ὁ μεγαλοπρεπὴς τὸ πρέπον καὶ | 103 | |
104 | πρὸς αὐτὸν 〈καὶ〉 ἐν ᾧ καὶ περὶ ἅ· ἐν ᾧ δὲ καὶ περὶ ἃ ἐκ τοῦ παραλλή‐ λου εἴρηκεν· ἐν ᾧ πράγματι καὶ περὶ ὃ πρᾶγμά ἐστι τὸ δαπάνημα· ἄλλο μὲν γὰρ δαπάνημα οἰκεῖον ἂν ἱερὸν κατασκευάζῃ μεγαλοπρεπές, ἄλλο δ’ ἂν τείχη τῇ πατρίδι περιβάλληται, ἄλλο δ’ ἂν χορηγῇ, ἄλλο δ’ ἂν γυμνασιαρχῇ. καθ’ | |
5 | ἕκαστον δὲ τούτων πρεπόντως δαπανήσει μεγέθους στοχαζόμενος τοῦ οἰκείου ἑκάστῳ. Ὁ δὲ ἐν μικροῖς ἢ ἐν μετρίοις [ἢ] κατ’ ἀξίαν δαπανῶν καὶ τὰ λοιπά. σαφῶς διὰ τοῦ μικροῖς ἔδειξε τὴν τοῦ μεγαλοπρεποῦς καὶ τοῦ ἐλευ‐ θερίου διαφοράν. περὶ γὰρ τὰ μικρὰ καὶ τὰ μέτρια ἀναλώματα ἡ ἐλευθερία· | |
10 | ἐπεὶ μηδὲν ἧττον ὁ ἐλευθέριος καὶ ἐν μικροῖς τοιοῦτος· οὐ γὰρ ἐν τῷ εἰς μεγάλα ἀναλίσκειν τὸ εἶναι αὐτῷ ὥσπερ τῷ μεγαλοπρεπεῖ, ἀλλ’ ἐν τῷ καλῶς. δεῖ δὲ εἰδέναι, 〈ὅτι〉 ὡς ἡ μὲν μικροπρέπεια τῆς ἀνελευθερίας, ἡ δὲ ἀπειροκαλία τε καὶ βαναυσία τῆς ἀσωτίας διαφέρει, οὕτως καὶ ἡ μεγαλοπρέπεια τῆς ἐλευ‐ θεριότητος διοίσει. λέγονται δὲ βάναυσοι καὶ οἱ ὑπερβάλλοντες ἐν τῷ εἰς ἃ | |
15 | μὴ δεῖ ἀναλίσκειν, οὐ μόνον οἱ περὶ τὰς βαύνους, τουτέστι τὰς καμίνους, ἐργα‐ ζόμενοι. καὶ δῆλον ἐξ ὧν λέγει, ὅτι αἱ μὲν ἐλευθέριαι ἐνέργειαι καὶ μὴ ἐν πλουτοῦσιν οἷαί τε γίνεσθαι, αἱ δὲ μεγαλοπρεπεῖς πλούτου δέονται. τῆς τοι‐ αύτης δὲ ἕξεως, λέγω δὲ τῆς μεγαλοπρεπείας, ἡ μὲν ἔλλειψις μικρο‐ πρέπεια καλεῖται, ἡ δὲ ὑπερβολὴ ἔοικε μὲν ἀνώνυμος εἶναι, καλεῖ δὲ | |
20 | αὐτὴν βαναυσίαν ἢ ἀπειροκαλίαν. καλοῦνται μὲν γὰρ βάναυσοι καὶ οἱ τὰς χειρουργικὰς τέχνας ἐργαζόμενοι, καλοῦνται δὲ καὶ οἱ σεμνυνόμενοι ἐπ’ αὐτοῖς ὡς πλουσίοις ἢ ὡς μεγάλοις ἢ ὡς καλοῖς. ἐλήλυθε δὲ τὸ ὄνομα ἀπὸ τῶν πρὸς πῦρ ἐργαζομένων· βαύνους γὰρ ἐκάλουν τὰς καμίνους, ἐντεῦθεν δὲ καὶ πάντας τοὺς χειροτέχνας βαναύσους ὠνόμασαν. εἶτά μοι δοκεῖ ἀπὸ τῶν παρ’ | |
25 | ἀξίαν θρυπτομένων τεχνιτῶν καὶ σεμνυνομένων τοὔνομα μεταγαγεῖν ἐπὶ τοὺς προσποιουμένους μεῖζον. διόπερ καὶ Ἀριστοτέλης βαναυσίαν καλεῖ τὴν παρα‐ κειμένην κακίαν τῇ μεγαλοπρεπείᾳ, προσποίησίν τινα οὖσαν μεγέθους τοῦ ἐν δαπανήμασιν ἀξίου· ἐν οἷς γὰρ οὐ δεῖ οὐδ’ ὡς δεῖ λαμπρύνεται· ὕστερον δὲ περὶ αὐτῆς ἐρεῖν φησι. | |
30 | Λέγει δὲ τὸν μεγαλοπρεπῆ ἐπιστήμονι ἐοικέναι, ἤτοι ἐπειδὴ θεωρητικός | |
ἐστι τοῦ πρέποντος ἑκάστῳ μεγέθει καὶ ἔργῳ δαπανήματος (τὸ δὲ θεωρεῖν τῆς | 104 | |
105 | κυρίως καλουμένης ἐπιστήμης· τὰς γὰρ θεωρητικὰς κυρίως ἐπιστήμας ὠνό‐ μαζον), ἢ ἐπιστήμονα λέγει τὸν τεχνίτην· παντὸς γὰρ τεχνίτου τὸ πρέπον θεωρῆσαι ἑκάστου ἔργου, οἷον σκυτοτόμου 〈τὸ〉 τῷ ποδὶ ἁρμόζον ὑπόδημα καὶ γραφέως εἰδέναι, οἷον δεῖ τὸν ἥρωα γεγράφθαι ἢ τὸν ἰδιώτην ἢ τὸν | |
5 | ἡδόμενον ἢ τὸν λυπούμενον· οὕτως δὴ καὶ ὁ μεγαλοπρεπὴς τὸ πρέπον ἑκάστῳ ἔργῳ θεωρήσει δαπάνημα καὶ δαπανήσει μεγαλοπρεπῶς. ὥσπερ γάρ, φησίν, ἐν ἀρχῇ εἴπομεν, ἡ ἕξις ταῖς ἐνεργείαις ὁρίζεται καὶ ὧν ἐστιν. τοῦτο δὲ λέγει, ἐπειδὴ καὶ πρότερον εἶπεν ἐκ τῶν ἐνεργειῶν εὑρίσκεσθαι καὶ τὰς ἕξεις· ὁποῖαι γὰρ αἱ ἐνέργειαι, τοιαύτη καὶ ἡ ἕξις, ἀφ’ ἧς αἱ ἐνέργειαι | |
10 | καὶ ὧν ἐστιν ἡ ἕξις θεωρητικὴ ἢ ποιητικὴ ἢ πρακτική, οἷον αἱ ἐνέργειαι τῆς οἰκοδομικῆς· τοιαῦται δέ τινες αἱ περὶ οἰκοδομίαν. δῆλον οὖν ὡς ἡ οἰκοδο‐ μικὴ τέχνη τοιούτων ἐνεργειῶν ἐστιν ἐνεργητική. καὶ ἔστι τὸ ὑποκείμενον τῇ οἰκοδομικῇ ξύλα καὶ λίθοι, οἷς χρωμένη ὡς ὕλῃ τὴν ἐνέργειαν ποιεῖται, τὸν αὐτὸν δὲ τρόπον ἔχει καὶ ἐπὶ τῶν ἀρετῶν. ἐλέγετο γὰρ καὶ ὀλίγῳ πρότερον | |
15 | ἡ ἐλευθεριότης περὶ χρήματα εἶναι, ἐπειδὴ αἱ ἐνέργειαι αὐτῆς περὶ χρήματά εἰσι καὶ τὸ ὑποκείμενον οὖν δηλονότι τὰ χρήματα. ἐπειδὴ οὖν αἱ τοῦ μεγα‐ λοπρεποῦς ἐνέργειαι δαπάναι εἰσὶ καὶ μεγάλαι καὶ πρέπουσαι, ἥ τε ἕξις φανερά, ἔστι γὰρ ἀφ’ ἧς αἱ τοιαῦται ἐνέργειαι, καὶ ὅτι ὑπόκειται αὐτῇ ἔργα μεγάλα καὶ δαπανήματα μεγάλα. ἢ τοῦτό ἐστι τὸ πρόσθεν λεχθέν, ἢ ὅτι ἡ ἕξις, | |
20 | τουτέστιν ἡ ἠθική, ὁρίζεται αὐτὰ ταῖς παραπιπτούσαις ἐνεργείαις καὶ ὧν ἐστιν ἀεὶ ἐνεργητική. οὐ γὰρ ἦν τὸ μέσον, ὃ ἐλέγετο τῶν ἀρετῶν ἀρετῶν ἀλλὰ τὸ πρὸς ἡμᾶς. καὶ τοῦ μεγαλοπρεποῦς οὖν αἱ δαπάναι μεγάλαι, πρέπουσαι παντὶ με‐ γάλῳ, καὶ οὐχ ἕν τι ἔχουσαι τὸ μέγα, ἀλλ’ ὁποῖον ἂν ἀπαιτῇ ἡ παροῦσα χρεία, τοιαῦτα δὴ καὶ τὰ ἔργα μεγάλα· ἕκαστον δ’ ὡς πρὸς ἑαυτό· οὕτω γὰρ | |
25 | ἔσται καὶ τὸ δαπάνημα μέγα, καὶ πρέπον τῷ ἔργῳ, ἂν τὸ μὲν ἔργον ᾖ τῆς δαπάνης ἄξιον, ἡ δὲ δαπάνη τοῦ ἔργου ἢ καὶ ὑπερβάλλον. ἴσως γὰρ ἐν τούτῳ μᾶλλον περαιτέρω πρόεισιν ὁ μεγαλοπρεπής, ὑπερβάλλων ταῖς δαπάναις, ἵνα τὸ ἔργον μέγα γένηται. ἐπεὶ δὲ καὶ ταῖς λοιπαῖς ἀρεταῖς ὑπάρχει τοῦτο καὶ τῇ μεγαλοπρεπείᾳ, ἓν μὲν ὁ σκοπὸς τὸ τοῦ καλοῦ ἕνεκα δαπανᾶν καὶ | |
30 | μεγάλα ποιεῖν ἔργα, ἓν δὲ τὸ ἡδέως· ἡδεῖαι γὰρ τοῖς ἐναρέτοις αἱ κατὰ τὰς ἀρετὰς ἐνέργειαι. ἔτι δὲ προετικῶς δαπανήσει οὐκ ἀκριβολογούμενος· ἡ | |
γὰρ ἀκριβολογία μικροπρεπής. | 105 | |
106 | Ἀπὸ δὲ τῆς ἴσης, φησί, δαπάνης τὸν μεγαλοπρεπῆ μέγα ποιήσειν τὸ ἔργον, οἷον εἰ δέοι κατασκευάσασθαί τι αὐτὸν τῇ πατρίδι ταλάντων ἑκατὸν οὐχὶ ποιήσει (μικρὸν μὲν πολύχρυσον δὲ ἢ πολυτελῶν λίθων τινῶν ἔνεστι γὰρ ποικίλως ποιήσαντα σαρδίοις ἢ σμαράγδοις ἢ ἄλλοις τισὶ τοιούτοις λίθοις | |
5 | βραχύ τι ἔργον ἀποδεῖξαι), ἀλλὰ μᾶλλον βουλήσεται μέγεθός τι ἔχον ἔργον ἐργάσασθαι οἷον ὁ Περικλῆς τὸν Ὀλύμπιον ἢ εἴ τι τοιοῦτον. οὐ γάρ ἐστιν ἡ αὐτὴ ἀρετὴ κτήματος καὶ ἔργου· κτῆμα μὲν γὰρ δεῖ ἔχειν τὸ πλείστου ἄξιον καὶ ἐν ὀλίγῳ δυνάμενον πολὺ φυλάττεσθαι, οἷον χρυσὸν μάργαρον λίθον τίμιον· ἔργον δὲ τὸ μέγα καὶ καλὸν τιμιώτατον. τὸ γὰρ τοιοῦτον πᾶς ἂν θαυμάσαι | |
10 | ὁ ὁρῶν, δεῖ δὲ τὸ μεγαλοπρεπὲς θαυμαστὸν εἶναι· καὶ ἔστιν ἔργου ἀρετὴ με‐ γαλοπρέπεια ἐν μεγέθει, τουτέστιν ἂν μέγα ᾖ καὶ εὐκατάστατον. ἔστι δὲ τῶν δαπανημάτων φησί, τουτέστι μεγαλοπρεπῆ τὰ τίμια, ὅταν καλῶς γένη‐ ται δηλονότι· τίμια δέ ἐστι τὰ περὶ τοὺς θεοὺς καὶ περὶ πᾶν τὸ δαιμόνιον, οἷον εἰ καὶ δαίμονας δέοι ἱλάσκεσθαι καὶ ὅσα πρὸς τὸ κοινὸν δεῖ καλῶς φι‐ | |
15 | λοτιμεῖσθαι· ἐν πᾶσι δέ, ὡς καὶ πρότερον εἴρηται, δύο σκέπτεται ἑαυτόν τε τίς ὢν καὶ τίνων ὑπαρχόντων ἀναλίσκει καὶ τί τὸ ἔργον· λέγει δὲ πένητα μὴ εἶναι μεγαλοπρεπῆ, οὐ κατὰ τὴν ἕξιν ἀλλὰ κατὰ τὴν ἐνέργειαν· τὴν μὲν γὰρ ἕξιν οὐδὲν κωλύει ἔχειν τὸν πένητα, τὴν δὲ ἐνέργειαν οὐχ οἷόν τε μὴ ὑπαρ‐ χόντων αὐτῷ κτημάτων. ὅτι δὲ περὶ τῆς ἐνεργείας λέγει, φανερόν, ὅτι ἠλί‐ | |
20 | θιος ἔσται ἐπιχειρῶν ἀναλίσκειν ὁ πένης, παρὰ τὴν ἀξίαν γὰρ ἀναλώσει καὶ τὸ δέον· πᾶν γὰρ τὸ κατ’ ἀρετὴν ὀρθῶς πράττεται. πρέπει δὲ ἀνα‐ λίσκειν καὶ οἷς τάλαντα προϋπάρχει· δεῖ γὰρ αὐτοὺς ἀξίους εἶναι καὶ ὧν οἱ πρόγονοι μεγαλοπρεπῶς τινα εἰργάσαντο ἢ ὧν σφισι μέτεστι· μέτεστι δὲ συγ‐ γενῶν ἢ οἰκείων, ὥστε καὶ τῷ μεγαλοπρεπεῖ ἔχοντι συγγενεῖς ἢ οἰκείους ἁρ‐ | |
25 | μόττει μὴ λείπεσθαι αὐτῶν, ὄντος πλούτου καὶ χορηγίας. μάλιστα μὲν οὖν ὁ μεγαλοπρεπὴς ἐν τοῖς τοιούτοις δαπανήμασιν ἐνεργήσει, λέγω δὲ ἐν τοῖς πρὸς τὸ κοινόν, καὶ ἐν τοῖς ἰδίοις δὲ μεγαλοπρεπῶς ἀναλώσει ὅσα εἰσά‐ παξ γίνεται, οἷον γάμος καὶ εἴ τι τοιοῦτον, καὶ περὶ ὃ πᾶσα ἡ πόλις σπουδάζει ὑπερβαλεῖται, οἷον ἂν περὶ ὅπλα σπουδάζῃ πᾶσα ἡ πόλις ἢ περὶ | |
30 | ἵππους, μεγαλοπρεπῶς ταῦτα αὐτὸς παρασκευάσει, κἂν οἱ ἐν ἀξιώματι περί τι τοιοῦτον σπουδάζωσιν ἢ ὡς ἐλευθέριον ἢ ὡς τῇ πόλει χρήσιμον μεγαλοπρεπῆ αὐτοῦ τὴν χρῆσιν ἕξει. καὶ περὶ ξένων δέ φησιν ὑποδοχὰς τὸν μεγαλο‐ πρεπῆ καλῶς ἀναστρέφεσθαι καὶ δωρεὰς καὶ ἀντιδωρεάς· δόξει δὲ λέγων | |
ἀντιδωρεὰς ὁμολογεῖν, ὅτι λήψεται ὁ μεγαλοπρεπὴς δωρεάς. ἔστι δὲ οὐδὲν | 106 | |
107 | θαυμαστόν· τὸ μὲν γὰρ ὅλον περὶ μεγάλην δαπάνην καὶ ἐν μεγάλοις ἔργοις ἐστὶν ἡ μεγαλοπρέπεια. ἀγαθὸς δὲ ὢν τάχ’ ἂν οὐκ ὀκνήσειέ ποτε λαβεῖν δωρεάν, μέλλων μείζονα ἀντιδωρεῖσθαι· ἐπεὶ δὲ οὐκ εἰς ἑαυτὸν δαπανηρός ἐστιν ὁ μεγαλοπρεπὴς ἀλλ’ εἰς τὰ κοινά, ὡς εἴρηται, καὶ τὰ ἀναθήματα | |
5 | (τὰ δὲ δῶρα ἀναθήμασι ἔχει τι ὅμοιον) ἑτοίμως ἕξει πρὸς τὰς δωρεάς. τῷ γὰρ ὄντι οὐδενὸς ἀναθήματος ἔλαττόν ἐστι δῶρον καλῶς διδόμενον ἢ Διὸς [διὰ] Φιλίου χάριν ἢ Ξενίου. λέγει δὲ τὸν μεγαλοπρεπῆ περὶ ταῦτα μᾶλλον δαπανᾶν, ὅσα πολυχρόνια τῶν ἔργων, οἷον ναοὺς θεῶν καὶ τειχῶν ἀνα‐ σκευὰς καὶ ὅσα μόνιμά ἐστι μᾶλλον ἢ περὶ χορηγίας καὶ γυμνασίας καὶ ὅσα | |
10 | μόνον ἀναλώματά ἐστιν, ἔργον δ’ οὐδὲν μόνιμον ἔχειν φαίνεται. καὶ ἐν ἑκάστῳ δὲ τῶν ἔργων τὸ πρέπον σκέπτεται καὶ οὐχ ὁμοίαν ποιήσεται δαπάνην ἱεροῦ καὶ τάφου. ἐπὶ δὲ τῶν δαπανημάτων μεγαλοπρεπέστατον μὲν τὸ ἐν μεγάλῳ μέγα, ἐνταῦθα δὲ τὸ ἐν τούτοις, τουτέστιν ἐν ἑκάστῳ δὲ τὸ οἰκεῖον καὶ πρόσφορον. καὶ ἔτι διαφέρει τὸ ἐν τῷ ἔργῳ μέγα τοῦ ἐν | |
15 | τῷ δαπανήματι· οὐδὲν γὰρ κωλύει τὸ μὲν ἔργον αὐτὸ μέγα εἶναι, τὸ δὲ δαπάνημα μικρόν, οἷον σφαῖρα ἢ λήκυθος ἡ καλλίστη ἔχει μεγαλο‐ πρέπειαν παιδικοῦ δώρου· τοῦτο δὲ διχῶς ἔστι λαβεῖν, ἢ ὅτι παῖς ἂν παιδὶ χαρίζηται ὡς ἐν παιδὶ μεγαλοπρεπής, οὐκ οὔσης μὲν κυρίως μεγαλοπρε‐ πείας ἐν παιδί, οὐδὲ ἄλλης ἀρετῆς οὐδεμιᾶς, ὅλον δὲ τοῦτο ἀρετῆς παιδικῆς· | |
20 | ἢ οὕτως οὖν ἀκουσόμεθα ἢ ὅτι ὁ μεγαλοπρεπὴς ἂν χαρίζηται παιδὶ καλλίστην σφαῖραν ἢ λήκυθον, τὸ μὲν δῶρον μεγαλοπρεπὲς καὶ παιδικὸν πρὸς παῖδα, ἡ δὲ τιμὴ μικρὰ καὶ ἀνελευθέριος, εἰ αὐτὴν καθ’ αὑτήν τις σκοποίη. τοῦτο δὲ ὅλον παράδειγμά ἐστι τοῦ ἐν ἑκάστῳ εἶναί τι μέγα κατὰ τὸ γένος, ὁπότε καὶ ἐν τοῖς παιδικοῖς δώροις ἔνι τις μεγαλοπρέπεια· ἐν μεγάλοις δὲ μέγα εἴρηκεν, | |
25 | οἷον ἂν ἔν τινι τῶν τιμιωτάτων μέγεθος προσῇ· τιμιώτατα δὲ τὰ πρὸς θεοὺς μὲν πρῶτον, ἔπειτα δὲ τὰ πρὸς τὸ κοινόν. τὸ δ’ ἑξῆς τῆς φράσεως· ἐπὶ τῶν δαπανημάτων ἕκαστον μέγιστον ἐν τῷ οἰκείῳ γένει καὶ τὰ ἑξῆς, διὰ τοῦτό ἐστι τοῦ μεγαλοπρεποῦς, εἰ ἐν ᾧ ἂν ποιῇ γένει, μεγαλοπρεπῶς ὑπερβάλλοιτο, ὅταν καὶ τὸ δαπάνημα ἄξιον ᾖ τοῦ ἔργου καὶ τὸ ἔργον τοῦ | |
30 | δαπανήματος. Ἃ δὲ λέγει περὶ τοῦ βαναύσου καὶ τοῦ μικροπρεποῦς δῆλά ἐστιν· εἶναι μὲν οὖν δῆλον καὶ αὐτός φησι κακίας, οὐ μὴν ὀνείδη ἐπιφέρειν διὰ τὸ μὴ εἶναι βλαβερὰς τῶν πέλας ὥσπερ ἡ ἀδικία βλαπτική ἐστι καὶ ἡ ἀκολασία καὶ | |
σχεδὸν αἱ λοιπαὶ κακίαι. | 107 | |
108 | p. 1123a34 Ἡ μεγαλοψυχία δὲ ἕως τοῦ *** Πρὸς μὲν τὸ λαβεῖν τί ἐστιν ἡ μεγαλοψυχία, οὐδὲν διαφέρει, ὥς φησι, τὴν ἕξιν σκοπεῖν ἢ τὸν κατὰ τὴν ἕξιν. λέγει δὲ κατὰ τὴν ἕξιν τὸν μεγα‐ λόψυχον. πρὸς δὲ τὸ ῥᾷον λαβεῖν ἴσως πρὸ ἔργου ἐστὶν ἡ τοῦ μεγαλοψύχου | |
5 | θεωρία· διὸ περὶ τούτου ποιεῖται τὴν σκέψιν· καταφανοῦς γὰρ αὐτοῦ γενομένου, ῥᾳδία ἐστὶν ἡ μετάβασις ἐπὶ τὴν μεγαλοψυχίαν. δοκεῖ δέ φησι μεγαλό‐ ψυχος εἶναι ὁ μεγάλων αὑτὸν ἀξιῶν, 〈ἄξιος ὤν·〉 ὁ γὰρ μεγάλων 〈ἑαυ‐ τὸν〉 ἀξιῶν, οὐκ ὢν δὲ ἄξιος, ἠλίθιος· οὐδεὶς δὲ τῶν κατ’ ἀρετὴν ἠλίθιος, ὥστε οὐκ ἄξιός ἐστι μικρῶν καὶ μικρῶν ἀξιῶν ἑαυτόν, ὅν φησιν εἶναι σώφρονα· | |
10 | ἕτερος δὲ ὁ μεγάλων αὑτὸν ἀξιῶν ἀνάξιος ὤν, ὃν ὀνομάζει χαῦνον καὶ τάττει κατὰ τὴν ὑπερβολήν· τρίτον δὲ τὸν μειζόνων ἀξιοῦντα ἑαυτὸν ἢ ἄξιός ἐστιν, ὃν οὐ πάντως φησὶ χαῦνον εἶναι· τέταρτον δὲ τὸν ἐλαττόνων ἀξιοῦντα ἑαυτόν, ἐάν τε μεγάλων ἐάν τε μετρίων ἐάν τε καὶ μικρῶν ἄξιος ὢν ἔτι ἐλαττόνων ἑαυτὸν ἀξιοῖ. περὶ δὲ τούτων πάντων σκέψαιτο ἄν τις εὐλόγως | |
15 | ἀρξάμενος ἀπ’ αὐτοῦ τοῦ μεγαλοψύχου. καὶ γὰρ ἐπίνοιά ἐστι τοῦ μεγαλο‐ ψύχου ἀνδρὸς κατὰ τοὔνομα μέγεθός τι ψυχῆς ἔχοντος· καὶ διὰ τοῦτο μήτε ὑπὸ εὐτυχίας ἐξογκουμένου μήτε ὑπὸ δυστυχίας πίπτοντος, ἀλλ’ ἐμμελῶς φέ‐ ροντος τὰς τύχας. οὗτοι γὰρ λέγονται μάλιστα μεγαλόψυχοι, ὧν ἔοικεν ἡ ψυχὴ τοῖς ἰσχυροῖς καὶ ὑγιεινοῖς σώμασιν, ἃ οὔτε ὑπὸ πνίγους οὔτε ὑπὸ χει‐ | |
20 | μῶνος ἢ πνευμάτων μεταβάλλει, ἀλλ’ ἄσειστα καὶ ἀμετάβλητα μένει· τὸν αὐτὸν τρόπον καὶ ὁ μεγαλόψυχος ὑπ’ οὐδεμιᾶς τύχης σείεται οὔτε μεταβάλλει, ἅτε εἰδὼς οὐδὲν τῶν ἀνθρωπίνων σπουδῆς ὂν ἄξιον ἀλλὰ μέγιστον μὲν ἀγαθὸν τὴν ἀρετήν, μέγιστον δὲ κακὸν τὴν κακίαν, τὰ δ’ ἄλλα ἀγαθὰ καὶ κακὰ οὐ τοιαῦτα εἶναι, ὥστ’ ἄξιον εἶναι πίπτειν ἐπὶ τοῖς κακοῖς ἢ ἐπαίρεσθαι ἐπὶ τοῖς | |
25 | ἀγαθοῖς· τοιοῦτος δή τις μάλιστα δοκεῖ ὁ μεγαλόψυχος. λέγειν γοῦν εἰώθαμεν ἐπὶ τῶν ἐν δυστυχίᾳ μὴ καταπιπτόντων, ὅτι μεγαλοψύχως ἤνεγκαν καὶ ἐπὶ τῶν μὴ ἐπαιρομένων μηδὲ ἐξογκουμένων ὑπὸ εὐτυχίας μεγαλοψύχως ἔχειν. ὁ δ’ Ἀριστοτέλης λέγει μεγαλόψυχον τὸν μεγάλων ἑαυτὸν ἀξιοῦντα ἄξιον ὄντα. τίνα δὲ τὰ μεγάλα ταῦτά ἐστιν, ὧν ἑαυτὸν ἀξιοῖ, προελθὼν διασαφεῖ. | |
30 | Λέγει γὰρ τὰς τιμὰς εἶναι τὰ μέγιστα τῶν ἐκτὸς ἀγαθῶν ὧν ἐφίεσθαι τὸν μεγαλόψυχον. τοῦτο δ’ αὐτὸ δόξει ἄτοπον εἶναι· ἂν γὰρ σκοπὸς 〈ᾖ〉 ἡ | |
παρὰ τῶν ἄλλων τιμή, οὕτως ἔοικεν οὐκ ἐφ’ ἑαυτῷ εἶναι ἀλλ’ ἐπ’ ἄλλοις, | 108 | |
109 | κἂν οὕτω τύχῃ, πυκνὰ μεταβάλλειν ἐκ τοῦ εὖ πράττειν εἰς τὸ κακοπραγεῖν, ἐὰν ποτὲ μὲν τιμᾶται ποτὲ δὲ μή, ἀλλὰ τοὐναντίον ἀτιμάζηται· ἥκιστα δὲ προσήκει τῷ ἐναρέτῳ ἐπ’ ἄλλοις εἶναι. ἀλλὰ μή ποτε οὐ τοῦτο λέγει ὁ Ἀριστοτέλης· τοὐναντίον γὰρ καὶ ὑπεροπτικὸν αὐτόν φησιν εἶναι τῆς παρὰ τῶν | |
5 | πολλῶν τιμῆς, ἅτε μηδὲν τῶν ἀνθρωπίνων ἡγούμενον εἶναι πολλῆς τιμῆς ἄξιον. τίς οὖν αὐτῷ σκοπός; οὐ μὰ Δία τὸ τιμᾶσθαι· εἴη γὰρ ἂν οὕτως ἐπ’ ἄλλοις, ἀλλὰ τὸ παρέχειν ἑαυτὸν ἄξιον ὑπὸ τῶν σπουδαίων τιμᾶσθαι καὶ συνειδέναι ἑαυτῷ ἀρίστῳ καὶ ἀξίῳ τῆς παρὰ τῶν ἀγαθῶν τιμῆς καὶ σπουδῆς, ἧς τυγχάνων μὲν ἀσμενιεῖ, ἐὰν δὲ μὴ τυγχάνῃ, ἱκανὸν ἡγήσεται τὸ αὑτῷ | |
10 | συνειδέναι οἷός τίς ἐστι. τοιοῦτος γάρ ἐστιν, οἷον ὁ ποιητὴς πεποίηκε τὸν Ἀχιλλέα λέγοντα “φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ”. ἄριστοι μὲν γὰρ πάντων οἱ θεοί, παρὰ δὲ τούτων ἡγεῖται τιμὴν αὐτῷ ὑπάρχειν ἀγαθῷ ὄντι καὶ τελείῳ κατ’ ἀρετήν· σχεδὸν γὰρ πάσας αὐτόν φησιν ἔχειν τὰς ἀρετάς, χαρακτηρί‐ ζεσθαι δὲ κατὰ τὸ μέγεθος τὸ τῆς ψυχῆς· ἐπικόσμημα γάρ τι εἶναι τὴν μεγα‐ | |
15 | λοψυχίαν πασῶν τῶν ἀρετῶν. ἑκάστην μὲν γὰρ εἰδοποιεῖσθαι κατὰ τὰ ὑπο‐ κείμενα, οἷον σωφροσύνην μὲν διὰ τὸ περὶ ἡδονὰς εἶναι καὶ λύπας, ἀνδρείαν δὲ διὰ τὸ περὶ φόβους εἶναι καὶ θάρρη, ἄλλας δὲ δι’ ἄλλο τι· ἐπανθεῖν δ’ αὐταῖς μὲν τὴν μεγαλοψυχίαν, οἷον ἐπιγινομένην τινὰ ἕξιν τῇ πασῶν κτήσει. τὸ δὴ μέγεθος τῆς ψυχῆς ἐντεῦθεν τῷ μεγαλοψύχῳ· τῷ τοιούτῳ δὲ μεγέθει | |
20 | ἕπεσθαί φησιν ὁ Ἀριστοτέλης τὰ εἰρημένα ὑφ’ ἡμῶν τὸ φέρειν ἐμμελῶς τὰς δυστυχίας· καὶ ἄλλα δὲ πλείω ἀκολουθεῖ περὶ ὧν αὐτὸς δηλώσει. Ὁ μὲν οὖν μεγαλόψυχος, ὡς τύπῳ εἰπεῖν, τοιοῦτός ἐστιν, τοὺς δὲ λοιποὺς σκεπτέον. ἦν δὴ ὁ πρῶτος ὁ μικρῶν ἄξιος καὶ μικρῶν αὑτὸν ἀξιῶν, ὃν ἔλεγεν εἶναι σώφρονα. εἰ δὲ μικρῶν ἄξιος, πῶς ἂν εἴη σώφρων; ὁ γὰρ σώφρων | |
25 | ἐνάρετος· ὁ δὲ ἐνάρετος μεγάλων ἄξιος, ἐπειδὴ σώφρονα λέγει τὸν περὶ ἡδονὰς κατορθοῦντα· οὗτος δὲ τοιοῦτος. ἔοικεν οὖν κοινότερον λαμβάνειν νῦν σωφρο‐ σύνην ἀντὶ φρονήσεως ὥσπερ εἰώθαμεν πολλάκις· καὶ ταύτης οὐχὶ τῆς ἀρετῆς ἀλλὰ τῆς φυσικῆς συνέσεως, ἣν ἔχουσί τινες, ὥστε συνορᾶν τίνων ἄξιοι καὶ ἐπὶ πόσον· εἴη δ’ ἂν τοιοῦτος οὐκ ἀφυὴς ἄνθρωπος, ὃς οὐχ ὁρῶν ἑαυτὸν | |
30 | οὐδέπω οὐδὲν μέγα οὔτε εἰδότα οὔτε πεποιηκότα οὐχ ἡγεῖται μεγάλων εἶναί πω τιμῶν ἄξιος· οὐδὲν δὲ κωλύει παιδευθέντα γενέσθαι αὐτὸν μεγαλόψυχον. ὁ δὲ μεγάλων αὑτὸν ἀξιῶν ἀνάξιος ὢν μοχθηρὸς καὶ χαῦνος, ἀντιποιούμενος μὴ προσηκουσῶν τιμῶν, παντελῶς αὐτῶν ἀνάξιος ὤν. ἀξιοῖ δ’ αὑτὸν οὐ τῶν ἁπλῶς μεγάλων· οὐδὲ γὰρ οἶδεν ἄλλα τῶν νομιζομένων, λέγω δὲ τῶν πολιτι‐ | |
35 | κῶν τιμῶν. μεγάλη γὰρ τιμὴ ἡ μέν ἐστι κατ’ ἀλήθειαν (αὕτη δέ ἐστιν ὁ | 109 |
110 | παρὰ τῶν σπουδαίων καὶ ἀρίστων ἔπαινος), ἡ δέ ἐστι νομιζομένη μεγάλη, ἣν οἱ πολλοὶ παρέχουσι στέφανοι καὶ εἰκόνες καὶ τὰ τοιαῦτα, ὧν ἀξιοῖ τυγχάνειν ὁ χαῦνος ἑαυτόν, οὐδ’ αὐτῶν ἀνάξιος ὤν· ὁ δὲ μειζόνων ἢ ἄξιος οὐ πᾶς χαῦνος. γίνονται γάρ τινες εὐφυεῖς καὶ χαρίεντες εὐποιητικοὶ τῶν πατρίδων | |
5 | ἐν καιρῷ, ἐπιδιδόντες καὶ βοηθοῦντες τῷ κοινῷ καὶ ἀνατιθέντες ἀναθήματα· οὗτοι δὲ ἄξιοί εἰσι τῆς παρὰ τῶν πόλεων τιμῆς. ἐνίοτε δ’ ἀξιοῦσι διὰ τοῦτο καὶ ἁπλῶς ἐνάρετοι εἶναι καὶ τέλειοι οὐ διὰ χαυνότητα ἀλλὰ δι’ ἄγνοιαν, οὓς οὐδὲν κωλύει παιδευθέντας καὶ τελείως ἀγαθοὺς γενέσθαι. περὶ δὲ τοῦ μικρο‐ ψύχου καὶ παντελῶς ἀπορήσαι τις ἄν· λέγει γὰρ μικρόψυχον εἶναι, ἐάν τε | |
10 | μεγάλων ἐάν τε μικρῶν ἄξιος ὤν, ἔτι ἐλαττόνων αὑτὸν ἀξιοῖ· εἰ μὲν γὰρ μεγάλων ὅλως ἐστὶν ἄξιος, πῶς ἂν εἴη μοχθηρός; ἢ μεγάλων οὕτως ἂν εἴη ἄξιος, οἷον εἰ προγόνων ἐπισήμων ὢν εἰς μικρὰ ἑαυτὸν ἄγει ἐπιτηδεύματα καὶ βάναυσον τέχνην μεταχειρίζεται, ἐξὸν πολιτικῶν ἅπτεσθαι καὶ εἰ μὴ ἀφυὴς ᾖ πρὸς τὸ μαθεῖν ἄν τι ἢ γνῶναι, τούτων μὲν ἀφέστηκε, τὰ δὲ τυχόντα ἐπι‐ | |
15 | τηδεύει· οὗτος γὰρ τῷ ὄντι ἐλαττόνων ἑαυτὸν ἀξιοῖ. ὁ δὲ καὶ μικρῶν ἄξιος καὶ ἔτι ἐλαττόνων ἑαυτὸν ἀξιῶν παντελῶς μικρόψυχος, καίτοι ὁ Ἀριστοτέλης λέγει μάλιστα ἂν δοκεῖν μικρόψυχον τὸν μεγάλων ἄξιον μικρῶν δὲ ἑαυτὸν ἀξιοῦντα, ἴσως εἰς τοιαῦτα ἀποβλέπων οἷα εἰρήκαμεν· ταῦτα μὲν οὖν εἰρήσθω περὶ αὐτῶν, ἐξ ὧν ὡς ἐν κεφαλαίῳ εἰπεῖν εἴληπται ὅτι ὁ μὲν μεγαλόψυχός | |
20 | ἐστιν ὁ μεγάλων αὑτὸν ἀξιῶν ἄξιος ὤν, ὁ δὲ κατὰ τὴν ὑπερβολὴν τεταγμένος χαῦνος, ὁ μεγάλων αὑτὸν ἀξιῶν ἀνάξιος ὤν, ὁ δὲ κατὰ τὴν ἔλλειψιν ἐλαττό‐ νων αὑτὸν ἀξιῶν ἤ ἐστιν ἄξιος 〈μικρόψυχοσ〉. τὰ δὲ ἑξῆς, ἐπειδὴ καὶ καθ’ αὑτὰ δῆλά ἐστι καὶ ἐκ τῶν εἰρημένων, οὐκ ἀνάγκη πάντα ἐπιέναι, ἀλλ’ εἴ τινα ἔχει ἔνστασιν κατὰ τὴν λέξιν ταῦτα θεωρητέον. | |
25 | Λέγει δὲ τὸν μεγαλόψυχον τῷ μεγέθει ἄκρον εἶναι· μέγας γάρ ἐστι τῷ μέγεθος ἔχειν ψυχῆς τὸ ἀκρότατον, τῷ δὲ ὡς δεῖ μέσος· οὔτε γὰρ ὑπερ‐ βάλλει οὔτε ἐλλείπει κατὰ τὸ ἀξιοῦν ἑαυτὸν ὧν ἐστιν ἄξιος. οἱ δ’ ἐν ταῖς παρακειμέναις κακίαις οἱ μὲν ὑπερβάλλουσιν, οἱ δὲ ἐλλείπουσιν, οἱ μὲν χαῦνοι ὑπερβάλλουσιν, οἱ δὲ μικρόψυχοι ἐλλείπουσιν· ἐπεὶ δὲ τῶν μεγίστων αὑτὸν | |
30 | ἀξιοῖ, τὸ δὲ μέγιστον ἐν τῷ ὑπερθετικῷ λεγόμενον ἕν, περὶ ἕν τι ἂν εἴη ὁ μεγαλόψυχος. τί οὖν τοῦτ’ ἐστιν ἐκ τῆς ἀξίας ληπτέον. ἡ γὰρ ἀξία λέγεται [τουτέστι] πρὸς τὰ ἐκτὸς ἀγαθά. ἀξίαν γὰρ λέγομεν ἢ πλούτου ἢ δόξης ἢ τιμῆς ἢ ἄλλου τινός. τῶν δὴ ἐκτὸς ἀγαθῶν τοῦ μεγίστου ἀξιοῦται ὁ μεγα‐ | |
λόψυχος· μέγιστον δέ ἐστιν ὃ τοῖς θεοῖς ἀπονέμομεν, τοῦτο δέ ἐστιν ἡ | 110 | |
111 | τιμή. διὰ γὰρ τοῦτο τίθησι περὶ τιμὰς ὄντα καὶ ἀτιμίας τὸν μεγαλόψυχον. ὧν μὲν γὰρ δεῖ τιμῶν ἐφίεται καὶ ἄξιον αὑτὸν ἡγεῖται, ὧν δὲ οὐ δεῖ ὑπερορᾷ· ὁμοίως δὴ καὶ ἀτιμίας· τὰς μὲν παρὰ τῶν ἀγαθῶν ἀλλοτρίας ἑαυτοῦ νενόμικε, τὰς δὲ παρὰ τῶν πολλῶν ὑπερορᾷ. σχεδὸν δὴ ὁ λόγος τοιοῦτός ἐστιν· εἰ | |
5 | μεγίστων αὑτὸν ἀξιοῖ ἄξιος ὤν, τὸ δὲ μέγιστον ἕν, λέγεται δὲ ἀξίωμα ὡς πρὸς τὸ ἐκτός, τὸ μέγιστον τῶν ἐκτὸς ἀγαθῶν εἴη ἂν οὗ ἀξιοῖ ἑαυτόν. εἰ δὲ μέ‐ γιστον ἡ τιμή, ταύτης ἀξιοῖ ἑαυτόν· καὶ ἐκ τοῦ λόγου μὲν συμφανές· καὶ ἄνευ δὲ λόγου φαίνονται οἱ μεγαλόψυχοι περὶ τιμὴν εἶναι. ὁ δὲ μικρόψυχος, φησίν, ἐλλείπει καὶ πρὸς ἑαυτὸν καὶ πρὸς τὸ τοῦ μεγαλοψύχου | |
10 | ἀξίωμα, οὔτε γὰρ ὧν αὐτός ἐστιν ἄξιος ἀξιοῖ ἑαυτὸν πολύ τε ἀπέχει τοῦ ἐφίεσθαι ὧν ὁ μεγαλόψυχος· ὁ δὲ χαῦνος πρὸς ἑαυτὸν μὲν ὑπερβάλλει· ἀξιοῖ γὰρ αὑτόν, ὧν οὐκ ἔστιν ἄξιος· οὐ μὴν τόν γε μεγαλόψυχον· οὐδὲ γὰρ ἐπινοῆσαι δύναται ὧν ἑαυτὸν ἀξιοῖ ὁ μεγαλόψυχος. Μετὰ δὲ ταῦτα ἐνδείκνυται ὅτι ἄριστος ὁ μεγαλόψυχος· εἰ γὰρ τῶν με‐ | |
15 | γίστων ἄξιος, ἄριστος ἂν εἴη. καὶ δόξειεν ἂν εἶναι, φησί, μεγαλοψύχου τὸ ἐν ἑκάστῃ ἀρετῇ μέγα. ὥσπερ γὰρ ἐλέγομεν, ἑκάστη μὲν ἀρετὴ εἰδο‐ ποιεῖται τοῖς ὑποκειμένοις αὐτῇ, τὸ δὲ μέγεθος ἑκάστῃ ἐπιθετέον ἐν τῇ μεγα‐ λοψυχίᾳ. μέγεθος γάρ τι τῇ ψυχῇ παραγίνεται σὺν τῇ ἕξει ταύτῃ· αὕτη δὲ παραγίνεται, τελειωθεισῶν τῶν ἀρετῶν πασῶν. καὶ προελθὼν λέγει κόσμον | |
20 | τινὰ εἶναι τῶν ἀρετῶν τὴν μεγαλοψυχίαν· μείζους γὰρ αὐτὰς ποιεῖ. πῶς δὲ μείζους; διότι μέγεθός τι προσγίνεται τῇ ψυχῇ τῶν ἐναρέτων καὶ ἐφ’ ἑκάστῃ δὲ μεγαλοφρονεῖ ὁ σπουδαῖος, θεωρῶν τὴν ὑγίειαν καὶ τὸ κάλλος αὑτοῦ τῆς ψυχῆς. διὰ τοῦτο χαλεπὸν τῇ ἀληθείᾳ μεγαλόψυχον εἶναι· δεῖ γὰρ τὴν τε‐ λείαν ἔχειν καὶ καλοκαγαθίαν· τοῦτο δὲ χαλεπόν. μάλιστα μὲν οὖν περὶ τιμὰς | |
25 | καὶ ἀτιμίας ὁ μεγαλόψυχος, καὶ ἡσθήσεται τιμώμενος ὑπὸ τῶν σπουδαίων κατ’ ἀξίαν, ὡς τῶν οἰκείων τυγχάνων ἢ καὶ ἐλαττόνων· ἀρετῆς γὰρ παντελοῦς οὐκ ἂν γένοιτο ἀξία τιμή. λέγει δὲ παντελῆ ἀρετὴν τὴν σύμπασαν, ἣν ἀνάγκη ἔχειν τὸν μεγαλόψυχον· οὐ μὴν ἀλλ’ ἀποδέξεται ὅταν μὴ ἔχωσιν αὐτῷ νέμειν μείζω· τῆς δὲ παρὰ τῶν τυχόντων ὀλιγω‐ | |
30 | ρήσει καὶ τῆς ἐπὶ μικροῖς. ἐὰν γάρ τινα μικρὰ αὐτῷ πραχθῇ, οὐχ ἡγεῖται δεῖν ἐπὶ τούτοις τιμᾶσθαι. ὁμοίως δὲ καὶ ἀτιμίας ὀλιγωρήσει τῆς παρὰ τῶν πολλῶν· κἂν γὰρ γίνηται περὶ αὐτόν, οἶδεν ὅτι οὐ δικαίως ἔσται. τοῦ | |
δὲ μὴ δικαίως γινομένου παντὸς καταφρονεῖ. μάλιστα μὲν οὖν, ὡς εἴρηται, | 111 | |
112 | περὶ τιμάς ἐστιν ὁ μεγαλόψυχος, ἀξιῶν ἑαυτὸν τῶν μεγίστων. ἕπεται δὲ τούτῳ μήτε εὐτυχοῦντα περιχαρῆ αὐτὸν γίνεσθαι μήτε δυστυχοῦντα περίλυπον. ὁ γὰρ εἰθισμένος τῶν μεγίστων αὑτὸν ἀξιοῦν τῶν ἄλλων ἀγαθῶν καὶ κακῶν κρείττων ἐστίν, οἷον πλούτου πενίας δόξης ἀδοξίας, ἁπλῶς τῶν περὶ τὸ σῶμα | |
5 | καὶ ἐκτὸς ἀγαθῶν καὶ κακῶν· μέγιστα γὰρ ἀγαθὰ ἡγεῖται τὰ περὶ ψυχήν, ὧν ὑπαρχόντων αὐτῷ ὑπ’ οὐδενὸς αὐτῶν οὔτε ἐπαίρεται οὔτε καταπίπτει· οὐδὲ γὰρ πρὸς τὴν τιμὴν οὕτως ἔχει, ὥστε ἐξεπαίρεσθαι ὑπ’ αὐτῆς, ἀλλὰ τῆς μὲν παρὰ τῶν πολλῶν καὶ παντελῶς καταφρονεῖ, τὴν δὲ παρὰ τῶν σπουδαίων ἀποδέχεται μὲν εἰ γίνοιτο· γινομένης δέ, οὐ διὰ τοῦτο λανθάνει μὴ συμ‐ | |
10 | βαίνειν. Δοκεῖ δέ τισι τὰ εὐτυχήματα συμβάλλεσθαι πρὸς μεγαλοψυχίαν. μεγαλόψυχος μὲν γάρ ἐστιν ὁ ἀξιῶν ἑαυτὸν τῶν μεγίστων τιμῶν. οἱ δ’ εὐ‐ γενεῖς καὶ πλούσιοι ἢ δυνάσται ἄλλην εὐτυχίαν ἔχοντες ἀξιοῦσι τιμᾶσθαι καὶ τιμῶνται ὡς ἐν ὑπεροχῇ ἀγαθῶν ὄντες. οὐ μήν εἰσιν οὗτοι μεγαλόψυχοι | |
15 | οὔτε τῷ ἐφίεσθαι τιμῶν οὔτε τῷ τυγχάνειν. κατ’ ἀλήθειαν γὰρ μεγαλόψυχος γένοιτ’ ἂν ὁ ἀγαθός, ὁ δ’ αὐτὸς καὶ τιμητός. ἂν δ’ ἄμφω αὐτῷ ὑπάρχῃ ἀρετὴ καὶ τὰ ἐκτὸς εὐτυχήματα, ἴσως μᾶλλον δόξει τιμητὸς εἶναι τοῖς πολλοῖς, κατ’ ἀλήθειαν δὲ μᾶλλον αὐτός ἐστιν εἰ καὶ διὰ τὴν εὐτυχίαν ἀκωλύτως ἐνερ‐ γοίη κατὰ τὴν ἀρετὴν ἐν προηγουμένοις· ταῖς γὰρ καλαῖς ἐνεργείαις ἀκολου‐ | |
20 | θοῦσιν αἱ τιμαί. ἄνευ δὲ ἀρετῆς τὰ εὐτυχήματα ὡς ἐπίπαν ὑβριστὰς καὶ ὑπερόπτας ποιεῖ· μιμοῦνται γὰρ ὡς οἴονται τὸν μεγαλόψυχον ἐν οἷς δύνανται· δύνανται δὲ ἐν τῷ καταφρονεῖν τῶν πολλῶν, οὐκ ἐν τῷ κατ’ ἀρετὴν πράτ‐ τειν· καταφρονεῖ δὲ τῶν πολλῶν οὐχ ὥστε ὑβρίζειν ἀλλ’ ὥστε μὴ θαυμάζειν τὰς παρ’ αὐτῶν τιμάς. καὶ ὁ μὲν δικαίως αὐτῶν καταφρονεῖ· δοξάζει γὰρ | |
25 | ἀληθῶς ὅτι κρείττων ἐστὶ τῶν ἄλλων, οἱ δὲ ψευδῶς καὶ ὡς ἂν τύχῃ περί τε αὑτῶν καὶ περὶ τῶν ἄλλων δοξάζουσιν· ἐπειδὴ δὲ τὸ αὑτοῦ μέγεθος οὐκ ἀγνοεῖ ὁ μεγαλόψυχος καὶ τὰ ἄλλα ἐπίσταται τὰ ἀνθρώπινα οἷά ἐστι, εἰκότως οὐκ ἔστιν οὔτε πυκνοκίνδυνος οὔτε φιλοκίνδυνος ἑαυτόν τε οὐχ ἡγούμενος δεῖν ὡς ἔτυχε καὶ προίεσθαι καὶ οὐκ ἀξιῶν ὑπὲρ τῶν μηδενὸς ἀξίων κινδυνεύειν· ἐν | |
30 | οἷς δ’ ἂν κρίνῃ κινδυνευτὰ ἐνεῖναι, μεγαλοκίνδυνός ἐστιν. οὐδὲ γὰρ τὸ ζῆν μέγα ἡγεῖται ἀλλὰ προτιμᾷ αὐτοῦ τὸ καλῶς καὶ ὑπὲρ καλῶν ἔργων ἀποθα‐ | |
νεῖν. καὶ οἷος, φησίν, εὖ ποιεῖν, εὐεργετούμενος δ’ αἰσχύνεσθαι. | 112 | |
113 | τοῦτο δὲ αἰτιῶνταί τινες ὡς οὐκ εὖ λεγόμενον· τῷ γὰρ ἀγαθῷ οὐ μόνον τὸ εὖ ποιεῖν ἀλλὰ καὶ τὸ εὖ πάσχειν οἰκεῖον εἶναί φασιν, ἀληθῆ μὲν λέγοντες, οὐ μὴν καθορῶντες τὸ τοῦ μεγαλοψύχου μέγεθος. πολλὰ γὰρ δεῖ γίνεσθαι ἵνα ἀνάσχηται ἢ εἰς χρήματα ἢ εἰς δύναμιν ἢ εἴς τι τῶν τοιούτων εὐεργετού‐ | |
5 | μενος. τοῦτο οὖν ἐστιν, ὃ λέγει, ὅτι αἰσχύνοιτ’ ἂν ἢ χρήματα λαμβάνειν ἢ ἄλλην τινὰ τοιαύτην εὐεργεσίαν· τὸ γὰρ μέγεθος τῆς μεγαλοψυχίας ἐν ὑπεροχῇ, ὁ δ’ εὐεργετούμενος ἐν ὑπερεχομένου δοκεῖ χώρᾳ τετάχθαι· διὸ καὶ ἀντευερ‐ γετικὸν αὐτόν φησι πλειόνων εἶναι, ἵνα ὁ ὑπάρξας πάλιν προσοφείλῃ. Ὃ δ’ ἐπιφέρει καὶ λίαν τινὲς μέμφονται. φησὶ γὰρ ὧν μὲν ἂν εὖ ποι‐ | |
10 | ήσῃ ὁ μεγαλόψυχος μεμνῆσθαι αὐτόν, ὧν δ’ ἂν εὖ πάθῃ 〈μὴ〉 μνημονεύειν. δοκεῖ δὲ τοὐναντίον ἁρμόττειν τῷ ἀγαθῷ, τούτων μὲν μὴ πάνυ μεμνῆσθαι, ὧν δ’ ἂν εὖ πάθῃ· εὐχαρίστου γὰρ ἤθους. οὐ μὴν τοῦτο λέγει ὁ Ἀριστοτέλης, ὅτι [οὐκ] ἐπιλανθάνεται, ὧν ἂν εὖ πάθῃ. πάντων γὰρ ἥκιστα τοῦτο ποιήσει ὁ μεγαλόψυχος, ὃς καὶ πειρᾶται ὡς εἰπεῖν ἀντευεργέτης εἶναι πλειόνων, ἀλλ’ | |
15 | οὐκ ἔστιν ἐν λόγῳ μνημονευτικὸς οὐδὲ ἡδέως ἀεὶ μέμνηται πρὸς ἄλλους ὧν εὖ πέπονθεν, οὐδ’ ἂν ἄλλων ἡδέως κατακούσειε. μεγαλοψύχου δὲ καὶ τὸ μὴ ῥᾳδίως δεῖσθαί τινος μήτε ἵνα εἰς χρήματα ὠφεληθῇ μήτε εἰς ἄλλο τι, ἀλλὰ μόλις καὶ ὑπὸ μεγάλης ἀνάγκης, παρέχειν δὲ προθύμως τοῖς δεομένοις, ἂν μὴ μοχθηροὶ ὦσι· τὸ γὰρ ὑπηρετεῖν ἀντὶ τοῦ παρέχειν εἴρηκεν. ὅταν | |
20 | δὲ λέγῃ πρὸς τοὺς ἐν ἀξιώματι καὶ εὐτυχίαις δεῖν μέγαν εἶναι τὸν με‐ γαλόψυχον, οὐκ ἀξιοῖ ἐν βασιλευομένῃ ὄντα πόλει καὶ ἕνα ὄντα τῶν ὑπηκόων τὸν μεγαλόψυχον ἀντεξάγειν τῷ ἄρχοντι καὶ βασιλεύοντι· ἄφρονος γὰρ τὸ τοι‐ οῦτον· ἀλλὰ καὶ πρὸς τὰ ἴδια μὲν μὴ παντάπασιν εἶναι ἄσεμνον μηδ’ ἀγεννῆ, ἄλλως τε κἂν μὴ τύχῃ εἷς τῶν ἐν τῇ βασιλευομένῃ πόλει ὄντων ὁ μεγαλό‐ | |
25 | ψυχος. μάλιστα δὲ 〈πρὸς τοὺς διὰ〉 πλοῦτον ἢ δι’ ἄλλην δύναμιν ἐν ἀξιώματι ὄντας μέγας ἔσται, ἡγούμενος πολὺ μεῖζον ἔχειν αὐτῶν τὴν ἀρετήν· πρὸς δὲ τοὺς μέσους μέτριος, ἐπιεικὲς γὰρ ὥσπερ καὶ αὐτὸς λέγει· τὸ δὲ σεμ‐ νύνεσθαι πρὸς τοὺς ἐν ἀξιώματι οὐ τοῦτο λέγει· φορτικὸς γὰρ ἔσται λέγων σεμνὰ περὶ αὑτοῦ, ἀλλ’ ὅτι τῆς σεμνότητος οὐκ ἀφαιρήσει τῆς ἑαυτοῦ ἐντυγ‐ | |
30 | χάνων τοῖς ἐν μεγέθει καὶ εἰς τὰ ἔντιμα, φησί, μὴ ἰέναι, ἢ οὗ πρωτεύ‐ ουσιν ἄλλοι· [ἀλλὰ] φαντασίαν μὲν γὰρ ἔχουσιν ὡς μεγαλοψύχου τοῦ πάν‐ τως ἕν τι ποιουμένου, οἷον εἰ βούλοιτο καὶ ῥητόρων πρωτεύειν καὶ τῶν ἐν μουσικῇ εὐδοκίμων ἢ ἐν ἀγωνίᾳ τινί. οὐ μὴν ἀλλὰ ταῦτα μὲν μειρακιώδη | |
εἰσὶ καὶ ἐπιπολαίων ἀνδρῶν, ὁ δὲ μεγαλόψυχος ὁρῶν τινας πρωτεύοντας ἐν | 113 | |
114 | τούτοις οὐ φιλονικήσει οὐδ’ ἀμφισβητήσει πρὸς αὐτοὺς τῶν πρωτείων· ἐξαρκεῖ γὰρ αὐτῷ τὸ τῆς ἀρετῆς μέγεθος, ὃ καὶ ἀληθῶς ἐν τιμῇ ἐστιν. ὅταν δὲ λέγῃ ἀργὸν αὐτὸν εἶναι καὶ μελλητήν, τῷ τοῦ ἀργοῦ ὀνόματι κέχρηται ἀντὶ τοῦ μὴ εὐκίνητον αὐτὸν εἶναι πρὸς τὰς τυχούσας πράξεις, ἀλλ’ ἢ ὅπου τιμὴ | |
5 | μεγάλη ἢ ἔρως· ἐρωτικὸς γὰρ ὁ μεγαλόψυχος τῶν εὐφυῶν καὶ καλῶν ὡς ἀληθῶς· ἐφίεται δὲ καὶ τῶν τοιούτων ἔργων, οἷς μεγάλη τιμὴ ἐπακολουθεῖ παρὰ τῶν σπουδαίων, οὐχ οὕτως διὰ τὴν τιμὴν ὡς διὰ τὸ τῶν πράξεων καλόν. Ἀληθευτικὸν δὲ αὐτὸν εἶναι λέγει, ὅσα μὴ δι’ εἰρωνείαν. ἐκ δὲ τού‐ | |
10 | των φανερόν, ὅτι οὐχ ἅπασαν εἰρωνείαν φαῦλον ἡγεῖται ὁ Ἀριστοτέλης· οὐ γὰρ ἂν προσετίθει τῷ μεγαλοψύχῳ τὴν εἰρωνείαν, ἀγαθῷ ὄντι διαφερόντως. φεύ‐ γων δὲ τὸ ἐπαχθὲς οὐ πάντα ἐρεῖ τὰ προσόντα ἑαυτῷ πρὸς τοὺς πολλούς γε, ἐπεὶ πρός τε τοὺς σπουδαίους καὶ ὁμοίους αὐτῷ ἐρεῖ ἅτε φιλαληθεῖς ὄν‐ τας. τὸ δὲ πρὸς ἄλλους αὐτὸν μὴ δύνασθαι ζῆν ἀλλ’ ἢ πρὸς φίλους φα‐ | |
15 | νερόν, ὡς ἀληθές· οὐ γὰρ ἀναθήσει γε αὑτὸν τῇ ἄλλου προαιρέσει, οὐδὲ πρὸς τὰ ἄλλῳ δοκοῦντα ἁρμόσεται τὸν αὑτοῦ βίον, ἐὰν μὴ ἄρα φίλος ᾖ· φίλος δὲ τῷ ὄντι ὁ ἀγαθὸς τῷ ἀγαθῷ, ὥστε καὶ οὕτως πρὸς ἑαυτὸν τρόπον τινὰ βιώ‐ σεται. οὐκ ἔσται δὲ θαυμαστικός, ὥσπερ οἱ πολλοὶ θαυμαστικοί εἰσιν ἢ ἀναθημάτων μεγάλων ἢ σωμάτων † ἢ μίσθους ἢ μουσικῆς ἀγωνίας· οὐδὲν | |
20 | γὰρ μέγα φανείη ἂν τῷ τὴν ἀρετὴν ἔχοντι. οὐδ’ ἀνθρωπολόγος δέ ἐστιν· ἀνθρωπολόγος γὰρ ὁ περὶ ἀνθρώπων διεξιὼν ὥσπερ ἔνιοι τοὺς ἄλλων βίους διεξητάκασι, τί ἀγαθὸν τῷ δεῖνι ἢ τί κακόν ἐστι. τὸν δὲ μεγαλόψυχον καὶ ὡς ἀληθῶς φιλόσοφον λέληθε ταῦτα πολὺ μᾶλλον ὡς ὁ Πλάτων φησὶν ἐν τῷ Θεαιτήτῳ ἢ οἱ ἐν τῇ θαλάττῃ χόες. ἀλλ’ οὐδὲ περὶ αὑτοῦ λέγει. τίνες οὖν | |
25 | αἱ τοῦ μεγαλοψύχου ὁμιλίαι καὶ λόγοι, ἐπειδὴ ἀνθρώπων αὐτῷ λόγος οὐκ ἔστιν; ἢ οὐκ ἄν τις ἁμαρτάνοι εἰπὼν περὶ τούτου ὅτι τὸ μὲν ὅλον θεολόγος ἐστὶ καὶ περὶ τούτων καὶ πρὸς τοὺς πολλοὺς καὶ περὶ φύσεως ἐπιστημῶν; εἰ δ’ ἄρα καὶ περὶ ἀνθρωπίνων, περὶ ἄλλης τινὸς ἀρετῆς καὶ τῶν κατ’ αὐτὴν ἐνεργειῶν. οὐδὲ ἐπαινετικὸς δέ ἐστιν ὡς ἔτυχεν ἀλλ’ οὐδὲ κακολόγος | |
30 | ποτὲ οὐδὲ τῶν ἐχθρῶν, εἰ μὴ δι’ ὕβριν. τοῦτο δὲ οὐχ οὕτως δεῖ ἀκού‐ ειν ὡς ὅτι ἐξυβρίζων κακολογήσει τοὺς ἐχθρούς, ἀλλὰ τὸ ὅλον τοιοῦτός ἐστιν ὁ μεγαλόψυχος 〈οἷοσ〉 οὐδὲ περὶ τῶν ἐχθρῶν ἐρεῖ φαῦλα, εἰ μὴ πέρα τοῦ δέ‐ | |
οντος ἐξυβρίζοιεν. καὶ περὶ ἀναγκαίων ἢ μικρῶν ἥκιστα ὀλοφυρτικός. | 114 | |
115 | ἀναγκαῖα δέ ἐστι τὰ εἰς τὰς ἀναγκαίας χρείας τείνοντα. οὐκ ὀδυρεῖται δὴ τούτων στερούμενος, ἀλλ’ οἴσει μετρίως· ὅθεν οὐ δεήσεται ῥᾳδίως ὥστε τυγ‐ χάνειν αὐτῶν. τὸ γὰρ ὀλοφύρεσθαι περὶ τούτων ἢ δεῖσθαι ῥᾳδίως τοῦ σπου‐ δάζοντος περὶ αὐτὰ καὶ ἡγουμένου μέγα ἀγαθὸν εἶναι τὴν κτῆσιν αὐτῶν. ὁ | |
5 | δὲ περιποιήσεται μὲν ἑαυτῷ τὰ ἀναγκαῖα, ἀλλ’ οὐ μετὰ μεγάλης σπουδῆς, ἀλλ’ ἀποθανεῖν μᾶλλον αἱρήσεται ἢ αἰσχρῶς ἀπορεῖν αὐτῶν· ἄπορα μετρίως πολλὰ ἕξει καὶ ἄκαρπα τῶν κτημάτων δι’ ἐλευθεριότητα, οἷον εἰς περιπάτους τινὰς ἀνιεὶς ἄλση καὶ τεμένη θεῶν. αὐτάρκης γὰρ καὶ ὀλιγοδεής, ὅθεν οὐ δεῖ πολλαχόθεν αὐτῷ καρπῶν. λέγει δὲ καὶ τὴν κίνησιν τοῦ μεγαλοψύχου | |
10 | βραδεῖαν εἶναι καὶ οὐ σπευστικὴν καὶ φωνὴν βαρεῖαν. οὐ δήπου πάντως ἀξιοῖ βαρυφθόγγους εἶναι τοὺς μεγαλοψύχους, ἀλλ’ ἡσύχως φθεγγομένους καὶ μὴ μέγα βοῶντας, ἐπεὶ καὶ τὴν λέξιν στάσιμον αὐτῶν λέγει εἶναι, τουτέστιν οὐκ ἐσπευσμένως διαλέξονται· ταῦτα γὰρ πάντα οἰκεῖα τῷ μεγαλοψύχῳ καὶ εὐστα‐ θῶς τῷ μὴ σπευστικὸν εἶναι μήτε κινήσει μήτε φωνῇ μήτε λέξει, ἂν μήπου | |
15 | παρεπείγῃ. τοῦτο γὰρ δεῖ προσυπολαμβάνειν, ἐπεὶ σώσειν μέλλων φίλον ἢ πόλιν ἤ τινα ἄλλον, ὧν αὐτῷ διαφέρει, καὶ δραμεῖται καὶ μέγα βοήσει. χωρὶς δὲ τοιαύτης ἀνάγκης οὐ σπευστικὸς οὐδὲ σύντονος ὁ μηδὲν μέγα οἰόμε‐ νος πλὴν ὀλίγων· ταῦτα δέ ἐστιν ὅσα μέγεθος ἔχει τῶν πρακτῶν ἢ τῶν ἐν θεωρίᾳ καὶ γνώσει. | |
20 | Ὁ μὲν δὴ μεγαλόψυχος τοιοῦτος, ὁ δ’ ἐλλείπων μικρόψυχος, ἄξιος μὲν ὢν ἀγαθῶν, οὐκ ἀξιῶν δὲ ἑαυτόν. εἰρήκαμεν δὲ περὶ αὐτοῦ πῶς οἷόν τε ἔχειν οὕτως. ἔοικε δὲ μέγα κακὸν ἔχειν· οὐκ ἀξιῶν γὰρ ἑαυτὸν τῶν τι‐ μῶν οὐδὲ τῶν ἔργων ἐπιμελεῖται, ἐφ’ οἷς αἱ τιμαί· οὐ μόνον δὲ τῶν καλῶν ἐπιτηδευμάτων ἀφίσταται, ἀλλὰ καὶ τῶν ἐκτὸς ἀγαθῶν, ὥς φησιν. ἥκιστα | |
25 | γὰρ οἱ τοιοῦτοι ἢ ἰσχύος ἐπιμελοῦνται ἢ ἀγωνίας. ἀμελοῦσι δὲ οὐ μόνον τῆς παρὰ τοῖς σπουδαίοις δόξης, ἀλλὰ καὶ τῆς παρὰ τοῖς πολλοῖς, ὡς ἂν οὐδενὸς ἡγούμενοι ἑαυτοὺς μεγάλου ἀξίους, ὑπὸ δὲ ταπεινότητος οὐδὲ πλούτου ἑαυ‐ τοὺς ἀξιοῦσιν οὐδ’ ἔχουσι τὰ τῶν πλουσίων ποιεῖν ἀλλὰ μᾶλλον τὰ τῶν πενή‐ των. οἱ δὲ χαῦνοι ἀγνοοῦσι μὲν καὶ αὐτοὶ ἑαυτοὺς ὥσπερ καὶ οἱ μικρό‐ | |
30 | ψυχοι. ἀσχημονέστεροι δέ εἰσι τῶν μικροψύχων· οἱ μὲν γὰρ συγκρύπτουσιν αὑτῶν τὴν κακίαν· ἴδιον γὰρ τοῦτο τῆς μικροψυχίας τὸ βούλεσθαι λανθάνειν· οἱ δὲ χαῦνοι εἰς μέσον φέρουσιν αὑτῶν τὴν ἠλιθιότητα, ἐπιχειροῦντες τοῖς ἐν‐ τίμοις, ὧν οὐδὲν αὐτοῖς μέτεστι. καὶ γὰρ λέγειν βούλονται καὶ δυνατοὶ φαί‐ | |
νεσθαι καὶ πράττειν οὐδέτερα τούτων ὄντες. καὶ σεμνολογοῦσι περὶ αὑτῶν | 115 | |
116 | καὶ ἢ οὐ πλουτοῦντες σκήπτονται πλουτεῖν ἢ πλουτοῦντες φορτικῶς ἐπιδεί‐ κνυνται τὸν πλοῦτον. ἀντικεῖσθαι δέ φησι τῇ μεγαλοψυχίᾳ τὴν μικροψυχίαν μᾶλλον τῆς χαυνότητος. καὶ γὰρ πρότερον ἔλεγεν ἀντικεῖσθαι μᾶλλον τὰς κακίας αἷς μᾶλλον οἱ ἄνθρωποί εἰσιν ἁλώσιμοι· ἁλώσιμοι δὲ μᾶλλον τῇ μι‐ | |
5 | κροψυχίᾳ ἢ τῇ χαυνότητι καὶ χεῖρον δέ ἐστιν ἡ μικροψυχία τῆς χαυνότητος ἀεί. ἀφίστανται γὰρ τῶν καλῶν ἐπιτηδευμάτων οἱ μικρόψυχοι, οἱ δὲ χαῦνοι μιμοῦνται μὲν τοὺς μεγαλοψύχους, σφάλλονται δὲ, οὐκ ἀφυεῖς δέ εἰσι παντά‐ πασιν, ἀλλὰ γένοιντ’ ἂν παιδευθέντες μεγαλόψυχοι. p. 1125a34 Ἡ μὲν οὖν μεγαλοψυχία ἕως διὰ τὸ μὴ ὠνομάσθαι τὸν | |
10 | μέσον. Ἀνώνυμόν τινά φησιν ἀρετὴν περὶ τιμὴν οὖσαν καὶ αὐτὴν ἀνάλογον ἔχειν ὡς τὴν ἐλευθεριότητα πρὸς τὴν μεγαλοπρέπειαν. ὡς γὰρ ἡ ἐλευθεριό‐ της ἐστὶ καὶ περὶ τὰς μικρὰς δόσεις τοῦ καλοῦ θεωρητική, τῆς μεγαλοπρε‐ πείας περὶ τὰ μεγάλα μόνον οὔσης ἀναλώματα, οὕτω τῆς μεγαλοψυχίας οὔσης | |
15 | περὶ τὰς μεγάλας τιμὰς ἔστι τις ἀρετὴ περὶ τὰς μετρίας καὶ μικρὰς τιμὰς διατιθεῖσα ἡμᾶς ὡς δεῖ. ὅτι δέ ἐστιν ἡ τοιαύτη ἀρετὴ ἐκ τῆς κατὰ τὴν ὑπερβολὴν κακίας καὶ τῆς κατὰ τὴν ἔλλειψιν, οἴεται φανερὸν εἶναι· ἔστι γὰρ μᾶλλον ἢ δεῖ τιμῆς ὀρέγεσθαι καὶ ἐφ’ οἷς οὐ δεῖ καὶ ὅτε οὐ δεῖ καὶ κατὰ τοὺς ἄλλους πάντας διορισμούς· τὸν δὲ τοιοῦτον καλεῖν εἰώθαμεν φιλότιμον, | |
20 | καθ’ ὑπερβολὴν τῶν τιμῶν ὀρεγόμενον· ψέγομεν δὲ καὶ τὸν ἐλλείποντα· οὗτος δέ ἐστιν ὁ ἐπὶ μηδενὶ προαιρούμενος τιμᾶσθαι καὶ διὰ τοῦτο ἀπεχόμενος καὶ τῶν καλῶν πράξεων· ἐπειδὴ οὖν ἐστιν ἡ κατὰ τὴν ὑπερβολὴν κακία καὶ ἡ κατὰ τὴν ἔλλειψιν, εἴη ἄν τις καὶ μεσότης τοῦ ὅτε δεῖ καὶ ὡς δεῖ καὶ παρ’ ὧν δεῖ καὶ ἐφ’ οἷς δεῖ καὶ κατὰ τοὺς ἄλλους διορισμοὺς ὀρεγομένου τῆς τιμῆς· | |
25 | ἀνωνύμου δ’ οὔσης τῆς μεσότητος καὶ τοῦ μέσου τοῖς τῶν ἄκρων ὀνό‐ μασιν εἰώθαμεν ὀνομάζειν αὐτόν, ὁτὲ μὲν φιλότιμον ὀνομάζοντες, ὁτὲ δὲ ἀφι‐ λότιμον, ὅταν μὴ ὀρέγηται ὧν μὴ προσήκει τιμῶν. δῆλον δ’ ὅτι πολλα‐ χῶς τοῦ φιλοτοιούτου λεγομένου, οὐκ ἐπὶ τὸ αὐτὸ φέρομεν ἀεὶ τὸν φιλότιμον· εἰ γὰρ ὁ φιλοτοιοῦτος ἐνίοτε μὲν ἐν ἐπαίνῳ λέγεται, ἐνίοτε δὲ ἐν | |
30 | ψόγῳ, οἷον φίλιππος ὁ μέν τις λέγεται ὁ μέχρις οὗ δεῖ χαίρων ἱππικῇ καὶ τοῖς ἵπποις καὶ οὗτος ἤτοι ἐπαινετὸς ἢ ψεκτός· ὁ δὲ νενοσηκὼς καὶ πρὸς | |
τοῦτο τὸν βίον κατατρίβων ἐπίψογος· ὁμοίως καὶ ὁ φιλοκύων καὶ ὁ φιλοθεάμων | 116 | |
117 | ὁ μέχρι του χαίρων θεάμασι καὶ τισὶ καὶ ποτὲ ἴσως ἐπαινετός, ὁ δὲ πάντα καὶ ἀεὶ καὶ πρὸς τοῦτο τὸν βίον ἀναλίσκων τῷ πάντα θεάματα ζητεῖν καὶ μηδενὸς ἀπολείπεσθαι ψεκτός. τὰ δ’ αὐτὰ εἴποι ἄν τις καὶ ἐπὶ τοῦ φιλη‐ κόου· εἰσὶ γάρ τινες οἳ κατατρίβουσι τὸν αὑτῶν βίον ὥσπερ ὁ Πλάτων φησὶ | |
5 | περιιόντες πανταχοῦ καὶ ἀκούοντες κωμῳδῶν ἢ τραγῳδῶν καὶ πάντων τῶν ὁτιοῦν ἀδολεσχούντων ἢ λεγόντων· οὗτοι μὲν ἐπίψογοι. ἐπαινετοὶ δὲ οἱ ὡς δεῖ καὶ ὅτε δεῖ καὶ μέχρις ὅσου δεῖ ἀκούοντες ἀσμένως. ἔνιοι δὲ οὐδὲ πολ‐ λαχῶς λέγονται οὐδὲ δύο σημαίνουσι τό τε εὖ καὶ τὸ μὴ εὖ τῶν φιλοτοιού‐ των, ἀλλ’ οἱ μὲν τὸ εὖ μόνον, οἱ δὲ τὸ κακῶς. φιλόσοφοι μὲν γὰρ καὶ | |
10 | φιλόκαλοι πάντες εἰσὶν ἐπαινετοί, φίλοινοι δὲ καὶ φίλοψοι καὶ οἱ τοιοῦτοι πάντες εἰσὶν ἐπίψογοι. τὸ δὴ τοῦ φιλοτίμου ὄνομα ἔοικε τοῖς δύο σημαίνουσι τῷ τε εὖ καὶ τῷ μὴ εὖ, ὥσπερ ἐστὶ καὶ τὸ τοῦ φιληκόου καὶ τὸ τοῦ φιλο‐ θεάμονος. ἐπειδὴ οὖν πολλαχῶς λέγεται, φησίν, οὐκ ἐπὶ τὸ αὐτὸ ἀεὶ φέρομεν, ἀλλ’ ἐπαινοῦντες μὲν ἐπὶ τὸ μᾶλλον ἢ οἱ πολλοί. ἔστι | |
15 | γάρ τις ὅρος πρὸς τὸ καλὸν ἡ τῶν πολλῶν ἔννοια· πάντες γὰρ φύσει ἐφίεν‐ ται ὡς καλοῦ ὄντος τῆς τιμῆς, οὐ μὴν ἀκριβοῦσι· καὶ σχεδὸν οἱ πολλοὶ τι‐ μῆς ἐφίενται ἀλλ’ οὐ δύνανται ἀκριβοῦν. ὁ δὴ μᾶλλον ἢ οἱ πολλοὶ ἐφιέμενος καὶ ἀκριβῶν τὰ περὶ τὰς τιμὰς ἐπαινετός, ὁ δὲ μᾶλλον ἢ δεῖ ψεκτός. φαί‐ νεται δέ, φησίν, ἡ ἕξις αὕτη πρὸς μὲν τὴν φιλοτιμίαν ἀφιλοτιμία, | |
20 | πρὸς δὲ τὴν ἀφιλοτιμίαν φιλοτιμία, πρὸς ἀμφότερα δὲ ἀμφότερά πως, δηλονότι καθάπερ ἐπὶ τῶν ἄλλων ἀρετῶν ἡ μέση ἕξις πρὸς τὴν ἑτέραν ἑτέρα φαίνεται, οὕτως καὶ ἡ φιλοτιμία πρὸς μὲν τὴν φιλοτιμίαν ἀφιλοτιμία φαίνεται, πρὸς δὲ τὴν ἀφιλοτιμίαν φιλοτιμία, πρὸς ἀμφότερα δὲ ἀμφότερά πως. τοῦτο δὲ οὐδὲν διαφέρει τοῦ προειρημένου, ἀλλ’ οἱονεὶ ἐξήγησίς ἐστιν. | |
25 | οὐ γὰρ ἁπλῶς ἐστιν ἀμφότερα ἀλλὰ πώς, τουτέστι κατὰ τὴν φαντασίαν. ἔστι δὲ καὶ εἰπεῖν ἀμφότερα αὐτὴν φαίνεσθαι πρὸς ἀμφότερα ἅμα ἐξεταζομένην φιλοτιμίαν καὶ ἀφιλοτιμίαν. Τὰ μὲν οὖν εἰρημένα περὶ τῆς ἀνωνύμου ταύτης μεσότητος δῆλα καὶ περὶ τῶν παρακειμένων αὐτῇ κακιῶν. ἀπορήσειε δ’ ἄν τις περὶ αὐτῆς, εἰ | |
30 | ἔστιν ἀρετή. εἰ γὰρ πᾶσα ἀρετὴ σκοπὸν τίθεται τὸ καλόν, αὕτη δὲ τὴν τι‐ μήν, οὐκ ἔστιν ἐνάρετος. δόξει γὰρ διὰ μισθὸν ποιεῖν τὰ καλὰ ἀλλ’ οὐκ αὐτὰ αἱρούμενος δι’ αὐτά. κρείττων μὲν οὖν ἴσως ἐστὶ τοῦ δι’ ἀργύριον πράττον‐ τος ὁ διὰ τιμὴν ἐνεργῶν τὰ καλά, οὐ μὴν οὐδ’ οὗτος ἐνάρετος, εἰ μὴ τοῦ | |
καλοῦ ἕνεκα ποιεῖ. ῥητέον δὲ καὶ περὶ αὐτοῦ, ἅπερ καὶ περὶ τοῦ μεγαλο‐ | 117 | |
118 | ψύχου ἐλέγομεν, ὅτι σκοπὸς μὲν καὶ τούτῳ καὶ τέλος τὸ καλόν· παρασκευάζει δ’ αὑτὸν τοιοῦτον οἷον καὶ τῆς παρὰ τῶν πολλῶν τυγχάνειν τιμῆς· ὁ μὲν μεγαλόψυχος ᾗ μεγαλόψυχος μόνης ἐφίεται τῆς παρὰ τῶν σπουδαίων, ὁ δὲ φιλότιμος πράττει μὲν τὰ καλὰ δι’ αὐτά, βούλοιτο δ’ ἂν καὶ τοὺς πολλοὺς | |
5 | μὴ λανθάνειν καὶ οὐδὲν κωλύει ἀμφοτέρους τῷ αὐτῷ ὑπάρχειν, ἀλλὰ ᾗ μὲν ὡς πρὸς τοὺς σπουδαίους μόνον ἀποβλέπει, μεγαλόψυχος λέγεται, ᾗ δὲ πρὸς τοὺς πολλούς, φιλότιμος. βούλοιτο δ’ ἂν καὶ τὰς παρὰ τούτων τιμὰς ἐπὶ κα‐ λαῖς πράξεσιν αὐτῷ γίνεσθαι, καὶ δικαίως· αὗται δ’ εἰσὶν αἱ μικραὶ τιμαὶ αἱ παρὰ τῶν πολλῶν, μεγάλαι δὲ αἱ παρὰ τῶν σπουδαίων. φαίνονται δέ φησιν | |
10 | οἱ ἄκροι ἀντικεῖσθαι ἀλλήλοις διὰ τὸ μὴ ὠνομάσθαι τὸ μέσον· ἀντίκειν‐ ται μὲν γὰρ καὶ αἱ ἄλλαι κακίαι ἀλλήλαις καὶ τῷ μέσῳ καὶ φαίνονται ἀντι‐ κεῖσθαι· ἐνταῦθα δὲ ὁ κατὰ τὴν κακίαν φιλότιμος, ὁμοίως δὲ καὶ ἀφιλότιμος ἀντίκεινται μὲν καὶ ἀλλήλοις διὰ τὸ μὴ ὠνομάσθαι τὸ μέσον, ἐπεὶ δὲ οὐκ εἶπε ποτέρα τῶν κακιῶν ἀντίκειται τῇ μέσῃ ἕξει, ὑπομνηστέον ὅτι μᾶλλον ἡ | |
15 | ἀφιλοτιμία· καὶ γὰρ χείρων ἐστί· παρασκευάζει γὰρ μηδὲν τῶν δεόντων ποι‐ εῖν καὶ καταφέρονται πολλάκις καὶ πολλοὶ ἐπὶ ταύτην τὴν ἁμαρτίαν. p. 1125b26 Πραότης δέ ἐστι μὲν ἕως καὶ περὶ τὴν ὀργὴν ἕξεις εἰ‐ ρήσθωσαν. Αἱ ἠθικαὶ ἀρεταί, ὥσπερ καὶ ἐν τοῖς πρώτοις ἐλέχθη λόγοις, διὰ τὸ | |
20 | μέσαι εἶναι ὑπερβολῆς καὶ ἐλλείψεως, κακιῶν οὐσῶν, καὶ διὰ τὸ αἱρεῖσθαι τὸ ἐν τοῖς πάθεσι μέσον καὶ ἐν ταῖς ἕξεσιν. ἐννοητέον δέ, ὅτι οὐ περὶ δυοῖν παθῶν εἰσιν, εἰ μή τις τὰ ἀνωτάτω λάβοι πάθη, ἡδονὴν καὶ λύπην. πᾶσαι γὰρ αἱ ἠθικαὶ ἀρεταὶ τὸ μέσον αἱροῦνται τούτων· περὶ ἴδια δὲ πάθη αἱ μὲν περὶ δύο εἰσίν, αἱ δὲ περὶ ἕν, αἱ δὲ περὶ οὐδὲν πάθος, οἷον ἀνδρεία μὲν περὶ | |
25 | φόβους καὶ θάρρη παθητικοὺς παρασκευάζουσα μέσους, ἐν τούτοις καὶ κατὰ τὸν λόγον· ὁμοίως δὲ καὶ περὶ πράξεις· ἐλευθεριότης δὲ περὶ μὲν πράξεις, περὶ δὲ πάθη οὐκ ἔστιν ἢ μόνον περὶ τὰ κοινὰ ταῦτα, ἡδονὴν καὶ λύπην. χαίρει γὰρ ὡς δεῖ ἐπὶ ταῖς ἑαυτοῦ ἐνεργείαις ὁ ἐλευθέριος καὶ λυπεῖται, ἐὰν παρὰ τὸν λόγον βιασθῇ τι ποιεῖν. ἡ δὲ πραότης περὶ ἓν πάθος ἴδιόν ἐστι· | |
30 | περὶ γὰρ τὴν ὀργὴν τὸ μέσον αἱρουμένη καὶ παρασκευάζουσα τὸν ἔχοντα, ἐφ’ | |
οἷς μὲν δεῖ ὀργίζεσθαι καὶ ὅτε δεῖ καὶ ὡς δεῖ καὶ κατὰ τοὺς ἄλλους διορισμούς· | 118 | |
119 | ἐφ’ οἷς δὲ δεῖ μὴ ὀργίζεσθαι ἀόργητον. σχεδὸν δὲ καὶ τοὺς ἄκρους αὐτὸς ὀνομάζει τὸν μέσον πρᾷον καὶ τὴν μεσότητα πραότητα, δι’ ἣν καὶ πρότερον εἴπομεν αἰτίαν. ἦν μὲν γὰρ τὸ ὄνομα τῆς πραότητος καὶ τοῦ πρᾴου παρὰ τοῖς καὶ πρὸ αὐτοῦ φιλοσόφοις, ἀλλ’ ἐπὶ μὲν τὸν ἡσύχιον καὶ ἀόργητον παντά‐ | |
5 | πασιν ἔφερον τὸ ὄνομα, τὸν δὲ ὅτε μὲν δεῖ χρώμενον τῇ ὀργῇ ὅτε δὲ μὴ δεῖ μὴ χρώμενον οὐ πάνυ τι πρᾷον ὠνόμαζον, ἀλλ’ ὁ Πλάτων ἠξίου πρᾷον εἶναι καὶ μεγαλόθυμον, ὡς οὔτε τοῦ πρᾴου ἱκανῶς ἐναρέτου ὄντος οὔτε τοῦ μεγαλοθύμου· ὁ δ’ Ἀριστοτέλης τὸν μέσως ἔχοντα ἐν ταῖς ὀργαῖς πρᾷον ὀνο‐ μάζει, μᾶλλον δὲ ἀποκλίνειν τὴν πραότητά φησι πρὸς τὴν ἔλλειψιν. χρῆται | |
10 | μὲν γὰρ τῇ ὀργῇ ὁ πρᾷος, ἀλλ’ ἥκιστα καὶ ὀλιγάκις· ἀνώνυμα δὲ λέγει σχε‐ δὸν καὶ τὰ ἄκρα, διὰ τὸ μᾶλλον μὲν τὴν πραότητα τῆς ὀργιλότητος ὠνομά‐ σθαι κατὰ τῶν μὴ δεόντως χρωμένων τῇ ὀργῇ· οὐ μὴν ἀλλὰ τὴν φυσικὴν διάθεσιν μᾶλλον ἐμφαίνειν τὴν ἕξιν, ἥτις ἤδη κακία ἐστίν· ἡ δὲ ἔλλειψις καὶ παντελῶς ἀνώνυμος. ζητεῖ γοῦν καὶ αὐτὸς ἔτι πότερον ἀοργησίαν ἢ ἄλλο τι | |
15 | ὀνομαστέον. ὅτι δέ ἐστιν ἐπαινετὴ ἡ πραότης ὑπομιμνήσκει· τὸ μὲν γὰρ πά‐ θος, περὶ ὃ ἡ πραότης τυγχάνει οὖσα, ὀργή ἐστι, τὰ δ’ ἐμποιοῦντα τὴν ὀργὴν πολλά· ἐκ πολλῶν γὰρ οἱ ἄνθρωποι κινοῦνται πρὸς τοὺς θυμούς. Τὸ δὲ μὴ ἄγεσθαι ὑπὸ τοῦ πάθους τούτου μηδ’ εὐάλωτον εἶναι ἄλλως τῷ θυμῷ ἐπαινετόν. τοῦτο δέ ἐστιν ὃ λέγει, ὅτι χρὴ τὸ θυμοειδὲς | |
20 | μέρος τῆς ψυχῆς πεπαιδεῦσθαι ὡς μηδὲν παρὰ τὸν λόγον πράττειν ἀλλὰ συν‐ εξορμᾶν τῷ λόγῳ, σύμφωνον αὐτῷ ὄντα. ἀτάραχος δὴ ὢν ὁ πρᾷος μᾶλλον δοκεῖ ἁμαρτάνειν ἐπὶ τὴν ἔλλειψιν τοῖς μὴ ὀρθῶς σκοποῦσιν, οἷς ἁμαρτάνειν δοκεῖ· ἁμαρτάνει μὲν γὰρ οὐδαμῶς, συγγνωμονικὸς δ’ ὢν τὰ πολλὰ καὶ οὐ τιμωρητικός, ἂν μὴ ὁ λόγος ὑπαγορεύῃ, αἰτίαν ἔχει τῆς παρὰ καιρὸν ἀορ‐ | |
25 | γησίας. καὶ ὅτι μὲν ἀνδραποδῶδες ἡ ἔλλειψις, φανερὸν πεποίηκεν. ἡ δ’ ὑπερβολὴ οὐ μονοειδής· ἔστι μὲν γὰρ πᾶσα κακία πολυειδὴς καὶ τοῦ ἀπείρου, ὡς πρότερον ἔλεγεν· οὐδενὸς δ’ ἧττον ἡ κατὰ τὸν θυμὸν ὑπερβολή. οὕτως δ’ ἐστὶ χαλεπὰ τὰ εἴδη ὡς μὴ δύνασθαι τῷ αὐτῷ ὑπάρχειν πάντα. τὸ γὰρ κακόν, ὥς φησι, καὶ αὑτὸ ἀπόλλυσι διὰ τὸ ἔχειν ἐναντιότητα, κἂν ὁλό‐ | |
30 | κληρον ᾖ, καὶ ἀφόρητον γίνεται. δῆλον δ’ ἐστὶ καθ’ ἕκαστα σκοποῦσι τῶν κατὰ τὴν ὑπερβολὴν τῆς ὀργῆς εἰδῶν, ὅτι οὐδὲ δυνατὸν ἅμα πάντα τῷ αὐτῷ παρεῖναι κἂν καθ’ ὑπόθεσιν παρῇ, ἀφόρητος ἔσται ἡ κακία. καλεῖται μὲν οὖν ἡ κακία ὀργιλότης ἀπορίᾳ ἄλλου ὀνόματος. ἐξαιρέτως μὲν νομίζονται ὀργίλοι οἱ ταχέως μὲν ὀργιζόμενοι καὶ οἷς οὐ δεῖ καὶ ἐφ’ οἷς οὐ δεῖ | |
35 | καὶ μᾶλλον ἢ δεῖ, παυόμενοι δὲ ταχέως ἔχουσι τοῦτο τὸ μέτριον. συμ‐ | 119 |
120 | βαίνει δὲ τούτοις τοῦτο, ὅτι οὐ κρύπτουσι τὴν ὀργήν, ἀλλ’ ἀνταποδιδόασι ταχέως, τουτέστι τιμωροῦνται· οὐ γὰρ ἀναμένουσι πάντως μεγάλην τιμωρίαν, ἀλλ’ ἐξαρκεῖ αὐτοῖς καὶ πλῆξαι μόνον καὶ λοιδορήσασθαι μόνον· διὸ οὐδὲ λανθά‐ νουσιν ὀργιζόμενοι διὰ τὴν ὀξύτητα τοῦ θυμοῦ, ἀποπαύονται δ’ ὅμως τα‐ | |
5 | χέως. οἱ δ’ ἀκρόχολοι ἢ οἱ αὐτοί εἰσι τοῖς ὀργίλοις ἢ ἔτι μᾶλλον ἐπιτε‐ ταμένην ἔχουσι τὴν ὀργιλότητα. ἄλλο δ’ εἶδός ἐστι τὸ τῶν πικρῶν καλου‐ μένων· ἐπὶ πολὺ γὰρ ὀργίζονται καὶ οὐ ταχέως ἀποπαύονται καὶ κρύπτουσι τὴν ὀργήν, διὸ καὶ πικροὶ λέγονται· μόλις δὲ παύονται ὅταν διὰ πολλοῦ ἀντα‐ ποδῶσι· τότε δὲ ἡ τιμωρία παύει τὴν ὀργήν, ἡδονὴν παρέχουσα ἀντὶ τῆς | |
10 | πρόσθεν λύπης· εἰσὶ δὲ ἑαυτοῖς ὀχληρότατοι, ὥς φησι, καὶ τοῖς φίλοις· ἐπὶ πολὺ γὰρ ἔχουσι τὸ βάρος τὸ τοῦ θυμοῦ καὶ διὰ τὸ κρύπτειν οὔτε ὑπ’ ἄλλων συμπείθονται παῦλαν ἔχειν τῆς ὀργῆς οὔτε αὐτοὶ ἑαυτοὺς παραμυθοῦνται, ἀλλὰ δυσφοροῦσιν ἀεὶ ἠρέμως, μέχρις ἂν ἐπεξέλθωσιν αὐτούς. οὗτοι δ’ ὅτι ἐναντίοι τοῖς ἰδίως καλουμένοις ὀργίλοις καὶ ἀκροχόλοις, δῆλον, ὥστ’ οὐ ῥᾴδιον | |
15 | ἅμα ἄμφω ἐν τοῖς αὐτοῖς γίνεσθαι, ὅπερ εἶπεν. οἱ δὲ χαλεποὶ τὰ μὲν ἄλλα ἐοίκασι τοῖς πικροῖς· ἐπὶ πολὺ γὰρ καὶ αὐτοὶ φυλάττουσι τὴν ὀργὴν καὶ τι‐ μωροῦνται χαλεπῶς καὶ δυσδιάλλακτοί εἰσι, διαφέρουσι δ’ ὅτι φανερωτέραν ἔχουσι τὴν ὀργήν. Πραότητι δέ φησι μᾶλλον ἀντικεῖσθαι τὴν ὑπερβολήν· καὶ γὰρ μᾶλλον | |
20 | οἱ ἄνθρωποι ἐπὶ τὰς ὀργὰς καταφέρονται καὶ τοῦ τιμωρεῖσθαι τοὺς δοκοῦντας ἀδικεῖν ἐφίενται. ἔτι δὲ χεῖρόν ἐστι καὶ ἡ ὑπερβολὴ τῆς ἐλλείψεως· καὶ γὰρ κακοποιὸν ἡ ὀργιλότης μᾶλλον τῆς ἀοργησίας. καὶ πρὸς τὸ συμβιοῦν οἱ χαλεποὶ χείρους. χαλεποὺς δὲ ἢ κοινῶς ἅπαντας εἴρηκε τοὺς μὴ ὡς δεῖ χρωμένους τῇ ὀργῇ ἢ τοὺς ἰδίως καλουμένους χαλεπούς, οἷς τῷ ὄντι τὸ συμ‐ | |
25 | βιοῦν ἀηδέστατον. ἔλεγε δὲ καὶ ἐν τοῖς πρώτοις λόγοις, ὅτι περὶ τῶν πρα‐ κτῶν τύπῳ μὲν ἔστι λέγειν, καθόλου δὲ περὶ οὐδενὸς ἔστι διορίσαι οὕτως ὥσπερ ἐπὶ τῶν μαθηματικῶν. τοῦτο δὴ καὶ νῦν ὑπομιμνήσκει καί φησι καὶ ἐκ τῶν νῦν λεγομένων εἶναι φανερόν, ὅτι οὐ ῥᾴδιον διορίσαι τίσιν ὀργιστέον καὶ ἐπὶ τίσι καὶ ἐπὶ πόσον χρόνον καὶ τὰ ἄλλα οὕτως. διόπερ καὶ λανθά‐ | |
30 | νουσιν οἱ μικρόν τι παραβαίνοντες ἢ ἐπὶ τὴν ἔλλειψιν ἢ ἐπὶ τὴν ὑπερβολήν, πέρα δὲ τοῦ δέοντος τῇ ὀργῇ χρώμενοι ἢ τῇ ἀοργησίᾳ τότε ἐλέγχονται. ἐπεὶ οὖν αἱ ἐνέργειαι ἐν τοῖς καθ’ ἕκαστά εἰσι καὶ ἐν τοῖς αἰσθητοῖς, περὶ ὧν | |
καθόλου οὐκ ἔστιν εἰπεῖν, ἕξεως δέ ἐστι τῆς χρωμένης ἀεὶ τοῖς συμβαίνουσιν | 120 | |
121 | ὃν προσήκει τρόπον, καὶ διὰ τοῦτο ἡ πραότης ἐπαινεῖται χρωμένη τῇ ὀργῇ κατὰ τὸ προσῆκον. p. 1126b11 Ἐν δὲ ταῖς ὁμιλίαις ἕως ἀνώνυμον εἶναι τὸ μέσον. Ἐπειδὴ πολιτικὸς καὶ κοινωνικός ἐστιν ὁ ἄνθρωπος φύσει, ἀνάγκῃ καὶ | |
5 | λόγων καὶ πράξεων κοινωνεῖν ἀλλήλοις γίνεται τοὺς ἀνθρώπους. ἐν δὲ τῇ κοινωνίᾳ ταύτῃ καὶ τῇ πρὸς ἀνθρώπους ὁμιλίᾳ ἐστί τις ἀρετή, ἣν ἀνώνυμόν φησιν εἶναι· ἴσως δ’ ἂν κληθείη ὁμιλητικὴ ἢ τοιούτῳ ὀνόματί τινι, ἣν ὁ ἔχων ὁμιλήσει τοῖς ἐντυγχάνουσι καὶ κοινωνοῦσι τῶν λόγων, μάλιστα μὲν ἐστοχασμένως τοῦ ἡδὺς αὐτοῖς εἶναι προσομιλῶν, οὐ μὴν ἀλλ’ ἂν ἄσχημον | |
10 | ᾖ τὸ σὺν ἡδονῇ καὶ βλαβερὸν αὐτῷ ἢ τοῖς ἀκούουσι, πειράσεται λυπεῖν μᾶλ‐ λον. τοῦ γὰρ καλοῦ ἕνεκεν καὶ οὗτος πάντα ἐρεῖ, ὥστ’ ἂν καλὸν ᾖ τὸ λυ‐ πεῖν, λυπήσει καὶ μάλιστα ὅταν μέλλῃ πρὸς βραχὺ λυπήσας ἐπὶ πλεῖον αὐ‐ τοὺς ὠφελεῖν· εὐποιητικὸς γάρ ἐστι καὶ ὠφελητικὸς ἔτι τῶν ἐντυγχανόντων, ἐὰν μὲν δύνηται καὶ μετὰ τοῦ ἡδέος, εἰ δὲ μή, καὶ μετὰ τοῦ λυπηροῦ. ἔοικε | |
15 | δὲ ἡ τοιαύτη ἀρετὴ φιλίᾳ· πρότερον μὲν γὰρ ἐν τῇ διαγραφῇ κοινότερον αὐ‐ τὴν φιλίαν εἶπε, νῦν δὲ διαιρεῖ ὅτι φιλία μὲν οὐκ ἔστιν, ἔοικε δὲ φιλίᾳ. καὶ γὰρ ὁ φίλος πειρᾶται μὲν ἡδὺς εἶναι τῷ φίλῳ, ἂν μέντοι βλαβερὸν ᾖ ἢ ἄσχημον τὸ σὺν ἡδονῇ, τὸ δὲ λυπεῖν εὔσχημον καὶ ὠφέλιμον τῷ φίλῳ, τοῦτο πειρᾶται μᾶλλον. τοιαύτη δή τις καὶ ἀνώνυμος αὕτη ἡ ἕξις χωρὶς τοῦ στέρ‐ | |
20 | γειν· οὐ γὰρ πρὸς τοὺς φίλους γίνεται ἀλλὰ πρὸς πάντας τοὺς ἐντυγχάνοντας ἡ ἐνέργεια αὕτη, καὶ ἄνευ τοῦ κατὰ τὸ φιλεῖν ἢ μισεῖν πάθους. ὁμοίως γὰρ τῇ ἕξει χρῆται πρὸς ἀγνῶτας καὶ γνωρίμους καὶ συνήθεις καὶ ἀσυ‐ νήθεις, πλὴν τὸ ἁρμόττον νέμει ἑκάστοις. κοινὸν γὰρ τὸ ὡς δεῖ ὁμιλεῖν· καὶ τοῦ καλοῦ ἕνεκα πᾶσι τὸ ἁρμόττον ἴδιον πρὸς ἑκάστους· οὐ τὸν αὐτὸν | |
25 | γὰρ τρόπον συνήθεσι καὶ ἀσυνήθεσι ὁμιλήσει οὐδὲ ὁμοίως πρεσβυτέροις αὑ‐ τοῦ καὶ νεωτέροις οὐδ’ ἄρχουσι καὶ ἰδιώταις ἀλλὰ τὴν προσήκουσαν ὁμιλίαν ποιήσεται πρὸς ἑκάστους, τέλος μὲν ἔχων τὸ καλόν, δυοῖν δὲ ἐστοχασμένος ὡς προειρήκαμεν τοῦ τ’ εὐσχήμονος καὶ ὠφελίμου ἑαυτῷ τε καὶ τοῖς κοινω‐ νοῦσι τῆς ὁμιλίας. ὁ μὲν οὖν μέσος τοιοῦτος ὢν ἀνώνυμός ἐστιν, εἰ μή τις | |
30 | αὐτὸν ὁμιλητικὸν λέγει καὶ τὴν ἀρετὴν ὁμιλητικήν. ὁ δὲ κατὰ τὴν ὑπερ‐ βολήν ἐστιν ἅπαντας συνηδύνων καὶ πᾶσιν ἀρέσκειν βουλόμενος, ἐάν τε δι’ ὠφέλειαν, ὧν μέλλει αὐτοῖς περιποιήσειν ἡδονῶν καὶ εὐσχημόνων ἑαυτῷ | |
καὶ ἐκείνοις, ἐάν τε διὰ τῶν ἐναντίων· οὗτος δ’ ἂν μηδενὸς ἕνεκα τοῦτο | 121 | |
122 | ποιῇ, ἀλλ’ αὐτῷ τούτῳ χαίρων τῷ ἀρέσκειν ἄρεσκος καλεῖται, ἐὰν δ’ ἵνα κερδαίνῃ, κόλαξ. ὁ δὲ κατὰ τὴν ἔλλειψίν ἐστιν ὁ πᾶσιν ἀντιτείνων καὶ μηδενὶ πρὸς ἡδονὴν βουλόμενος διαλέγεσθαι, οἵους καὶ οἱ κωμῳδοποιοὶ μιμοῦνται δυσκό‐ λους ὀνομάζοντες· καὶ ἐνταῦθα δὲ διὰ τὸ ἀνώνυμον εἶναι τὸν μέσον μόνον | |
5 | ἀλλήλοις δοκεῖ ἀντικεῖσθαι τὰ ἄκρα· ἀντίκειται δὲ καὶ ἀλλήλοις καὶ τῷ μέ‐ σῳ. ὁρίσαιτο δ’ ἄν τις τὴν εἰρημένην ἀρετὴν μεσότητα περὶ ἡδονὰς καὶ λύ‐ πας καὶ πράξεις εἶναι· πράξεις γάρ τινες καὶ λόγοι. ἔστι δέ τι τοιοῦτον εἶδος ἡδονῆς καὶ λύπης τὸ περὶ τὰς ὁμιλίας. τὸ δὲ χαίρειν αὐτὸν ἐνεργοῦντα κατὰ τὴν ἀρετὴν καὶ ἄχθεσθαι κωλυόμενον κοινὸν πασῶν τῶν ἀρετῶν. ἀντικεῖσθαι | |
10 | δὲ μᾶλλον φαίνεται τῇ μέσῃ ἕξει ἡ δυσκολία διὰ τὸ ἀγριωτέρα εἶναι καὶ θηριωδεστέρα. p. 1127a13 Περὶ ταῦτα δὲ σχεδόν ἐστι καὶ ἡ τῆς ἀλαζονείας ἕως ἐν ταῖς κατὰ τὸν ἄλλον βίον ὁμιλίαις. Οὐ μόνην τὴν προκειμένην φησὶν ἀρετὴν καὶ τὰς παρακειμένας αὐτῇ | |
15 | κακίας ἀλλὰ καὶ ἑτέραν τινὰ μέσην ἕξιν καὶ δύο κακίας· ἀνώνυμον δὲ καὶ ταύτην εἶναι τὴν ἕξιν. καλοῖτο δ’ ἂν ἀληθευτική, ἢ ὡς αὐτὸς ὀνομάζει αὐ‐ τὴν ἀλήθειαν, ἣν ὁ ἔχων περὶ πλείστου ποιεῖται τὸ ἀληθές, τὸ δὲ ψεῦδος παντὶ τρόπῳ μισεῖ. αὐθέκαστον δὲ αὐτὸν λέγει, διότι κατὰ τὸ ὄνομα αὐτὰ ἕκαστα ὁποῖά ποτέ ἐστι τὰ ὑπάρχοντα αὐτῷ καὶ λέγει καὶ ἐνδείκνυται κατὰ | |
20 | τὸν βίον καὶ οὔτε μείζω οὔτε ἐλάττω προσποιούμενος εἶναι τῶν ὑπαρχόντων. λέγεται δὲ ἀλήθεια κυριώτατα μὲν ἡ ἐν λόγοις, οὐ μὴν ἀλλὰ καὶ ἐν ταῖς πράξεσιν. ἀληθευτικὸς γὰρ δοκεῖ 〈ὁ〉 μὴ προσποιούμενος τὰ μὴ ὑπάρχοντα αὐτῷ ἐν ταῖς πράξεσιν, οἷον εἰ μή τις πλούσιος προσποιοῖτο μὴ ὤν, μήτε ἰσχυρὸς μὴ ὤν, ἀλλ’ ὡς φανερὸν αὑτοῦ προτιθείη καὶ τὸν βίον, ὁποῖός τίς | |
25 | ἐστι καὶ [ὁ] τὸν λόγον. ὁ δ’ ἐπὶ πλέον προσποιούμενος καὶ τῷ βίῳ καὶ τῷ λόγῳ ἀλαζών, ὁ δ’ ἐπὶ τὸ ἔλαττον καὶ καθαιρῶν τὰ ὑπάρχοντα αὐτῷ εἴρων, ὁ δὲ μέσος αὐθέκαστός τις, ἀληθευτικὸς ὤν. διὰ τοῦτο δὲ μετατεθείκαμεν τὴν λέξιν, ἵνα καὶ ὡς γέγραπται ἀναγινώσκοντες μετὰ τὸ αὐθέκαστός τις οὕτως ἐπιφέρω‐ μεν 〈ὢν〉 ἀληθευτικός. ἔστι δὲ τούτων, φησίν, ἕκαστα καὶ ἕνεκά τινος | |
30 | ποιεῖν καὶ μηδενός. ὃ δὲ λέγει τοιοῦτόν ἐστι· τὸ ἀληθεύειν ἐν τῷ λόγῳ | 122 |
123 | καὶ ταῖς κατὰ τὸν βίον πράξεσιν, ὁμοίως δὲ καὶ τὸ ψεύδεσθαι ἔστιν ἀπὸ ἕξεως ἁπλῶς ποιεῖν, ἔστι δὲ καὶ ἕνεκά τινος, οἷον ὁ μὲν ἀληθευτικὸς ἕξιν ἔχει καθ’ ἣν ἀληθεύει ἅπαντα καὶ οὐδὲν ψεύδεται, ἔστι δ’ ὅτε καὶ ἕνεκέν τινος ἀναγ‐ καίου βιασάμενος τὴν ἐν αὐτῷ ἕξιν χρῆται τῷ ψεύδει, ἐν φαρμάκου μοίρᾳ | |
5 | ὑπὲρ μεγάλων καὶ συμφερόντων αὐτῷ ἢ φίλοις ἢ πατρίδι· ὁμοίως δὲ καὶ οἱ τὰς ἐναντίας ἕξεις ἔχοντες τὸ μὲν ὅλον ψεῦσταί εἰσιν, οἱ μὲν ἐπὶ τὸ μεῖζον, οἱ δ’ ἐπὶ τὸ ἔλαττον. κέρδους δ’ ἕνεκεν ἢ δόξης ἢ ἄλλης τινὸς αἰτίας ἔστιν ὅτε χρήσαιντ’ ἂν τῷ ἀληθεῖ· κρίνονται δὲ ἕκαστοι ὁποῖοί εἰσιν ἀπὸ τῶν ἕξεων ἀλλ’ οὐκ ἀφ’ ὧν ποτε καὶ ἕνεκά τινος ποιοῦσι. ταῦτα δὲ ὁ Ἀριστο‐ | |
10 | τέλης οὕτως ἡρμήνευκεν· ἕκαστος δὲ οἷός ἐστι τοιαῦτα λέγει καὶ πράτ‐ τει καὶ οὕτως ζῇ· ἔστι δ’ ἕκαστος ὁποία ἡ ἕξις ἡ ἐν ἑκάστῳ καὶ κατὰ ταύτην ζῇ, ἂν μή τινος ἕνεκα παρεκβαίνῃ τὴν ἕξιν. ἔστι γὰρ τὸ μὲν καθ’ αὑτὸ ψευδὲς ψεκτόν, τὸ δ’ ἀληθὲς καθ’ αὑτὸ ἐπαινετόν· διόπερ ὁ μὲν ἀλη‐ θευτικὸς ὢν τοῦ καθ’ αὑτὸ ἐπαινετοῦ ἐπαινετός ἐστι καὶ αὐτός· οἱ δὲ προ‐ | |
15 | αιρετικοὶ τοῦ καθ’ αὑτὸ ψεκτοῦ, λέγω δὲ τοῦ ψεύδους, ψεκτοί· ψεκτοὶ δὲ οὗτοι ἀμφότεροι μέν, μᾶλλον δὲ ὁ ἀλαζών. Εἶτα ἐπαναλαβὼν περὶ ἑκάστου λέγει, ἀρξάμενος ἀπὸ τοῦ ἀληθευτικοῦ. ἔστι γάρ τις ἄλλος ἀληθευτικὸς ἐν ταῖς ὁμιλίαις καὶ συνθήκαις οὐδὲν παρα‐ βαίνων· καὶ οὗτος μὲν οὖν κατὰ δικαιοσύνην ἐνεργεῖ, καὶ 〈ἃ〉 μόριά ἐστι τῆς | |
20 | δικαιοσύνης, ὁ δὲ κατὰ τὴν εἰρημένην ἕξιν, ὁ ἐν τῷ συζῆν ἀληθευτικὸς καὶ λόγῳ καὶ βίῳ· ἀληθεύοι δ’ ἂν καὶ οὗτος ἐν ταῖς ὁμολογίαις· ὁ γὰρ ἐν οἷς μηδὲν διαφέρει ἀληθεύων, δῆλον ὅτι ἐν οἷς διαφέρει μᾶλλον χρήσεται τῇ ἀλη‐ θείᾳ. μᾶλλον δέ φησιν ἀποκλίνειν αὐτὸν ἐπὶ τὸ ἔλαττον· οὐ γὰρ πάνυ ὀγ‐ κώδη περὶ αὑτοῦ ἐρεῖ, κἂν ἀληθῆ ᾖ, διὰ τὸ ἐπαχθές. | |
25 | Ὁ δὲ ἄλλα καὶ μείζω προσποιούμενος τῶν ὑπαρχόντων δύο εἴδη περι‐ έχει. ὁ μὲν γὰρ προσποιεῖται ἐπὶ τὸ μεῖζον οὐδενὸς ἕνεκα καὶ ἔστι μὲν φαῦ‐ λος διὰ τὸ χαίρειν τῷ ψεύδει, μάταιος δὲ καὶ ἀνόητος μᾶλλον ἢ κακός· ὁ δὲ ἕνεκά τινος χρώμενος τῇ ἀλαζονείᾳ ἤδη μοχθηρότερος· τούτου δ’ αὐτοῦ πάλιν δύο εἴδη· ὁ μὲν γὰρ δόξης καὶ τιμῆς ἕνεκα ἀλαζονεύεται, ὁ δὲ ἀργυ‐ | |
30 | ρίου καὶ ἔστι χείρων οὗτος τοῦ διὰ τιμὴν ἀλαζονευομένου· ἧττον γὰρ ψεκτὸς | |
ὁ ἀλαζὼν ὁ διὰ τιμὴν ἀλαζονευόμενος τοῦ δι’ ἀργύριον. ὁ μὲν γὰρ δόξης | 123 | |
124 | ἕνεκα ἀλαζονευόμενος τὰ τοιαῦτα προσποιεῖται, ἐφ’ οἷς εὐδαιμονίζονται οἱ ἄν‐ θρωποι ἢ ἐπαινοῦνται. εὐδαιμονίζονται μὲν οὖν ἐπὶ πλούτῳ ἐπὶ ἰσχύι ἤ τινι τῶν τοιούτων, ἐπαινοῦνται δὲ ἐπὶ σοφίᾳ ἢ λόγων δυνάμει ἤ τινι τῶν ἐφ’ ἑαυτοῖς. πάντων δὴ τούτων προσποιητικοί εἰσιν οἱ διὰ δόξαν ἀλαζονευόμενοι· | |
5 | οἱ δὲ διὰ κέρδος ἀλαζονευόμενοι τὰ τοιαῦτα προσποιοῦνται, ὧν ἀπολαύειν ἔστι τοῖς πέλας καὶ διὰ τοῦτο ἕτοιμοί εἰσι προέσθαι ἀργύριον τοῖς δυναμένοις αὐτὸ παρέχειν. ῥᾴδιον δὲ καὶ διαλανθάνειν μὴ ὄντα διὰ τὸ τοὺς πολλοὺς ἀνεπι‐ στήμονας εἶναι περὶ αὐτά· τοιοῦτον δὲ μαντικὴ ἰατρικὴ σοφία· ἕλκουσι γὰρ τὴν σοφίαν ἐπ’ ἄμφω καὶ οἱ δόξης ἐρῶντες καὶ οἱ χρημάτων καὶ οἱ ἀμφο‐ | |
10 | τέρων, καθάπερ οἱ σοφισταί. οὐκ ἐν τῇ δυνάμει δέ φησιν εἶναι τὸν ἀλαζόνα ἀλλὰ ἐν τῇ προαιρέσει· δύναμιν γὰρ ἔχει καὶ ὁ ἀγαθὸς καὶ ὁ σοφὸς τοῦ ἀλαζονεύεσθαι, οὐ προαιρεῖται δέ· ὁ δὲ δυνάμενος ἅμα καὶ προαιρούμενος ἀλαζών. ἔλεγε δὲ καὶ ἐν τοῖς Τοπικοῖς καὶ ἐν ἄλλοις λόγοις ὅτι οὔκ εἰσιν οἱ δυνάμεις ψεκταὶ ἀλλ’ αἱ προαιρέσεις. | |
15 | Οἱ δ’ εἴρωνες ἐπὶ τὸ ἔλαττον ἄγοντες τὰ αὑτῶν χαριέστεροι φαίνον‐ ται· οὔτε γὰρ κέρδους οὔτε δόξης χάριν ψεύδονται ἀλλὰ φεύγοντες τὸ ὀγ‐ κηρόν. διὸ καὶ τὰ σφόδρα ἔνδοξα ἀπαρνοῦνται· καὶ ἴσως οἱ διὰ τοῦτο καὶ τοιοῦτον τὸν τρόπον εἰρωνευόμενοι οὔκ εἰσιν ἐπίψογοι, ὥσπερ ὁ Σωκράτης· οἱ δὲ καὶ τὰ σμικρὰ καὶ τὰ λίαν φανερὰ ἀπαρνούμενοι καὶ προσποιού‐ | |
20 | μενοι μὴ ἔχειν ἐπίψογοι καὶ ὥς φησι βαυκοπανοῦργοι καλοῦνται· πανουργία γὰρ μᾶλλον τὸ τοιοῦτον ἢ χαριεντισμός, οἷον εἴ τις πλούσιος ὢν λέγοι μὴ ἔχειν μηδὲ εἰς τὰ ἀναγκαῖα ἢ εἴ τις σφόδρα ἰσχυρὸς ὢν φαίη πάντων εἶναι ἀσθενέστατος. ἀλαζονεία γάρ, ὥς φησιν, ἐνίοτε καὶ τὸ τοιοῦτόν ἐστιν· ἀρνεῖ‐ ται γὰρ τὰ φανερά, σχεδὸν ἐνδεικνύμενος, ὅτι ὑπάρχει αὐτῷ. φησὶ δὲ καὶ | |
25 | τοὺς Λακεδαιμονίους τῇ σφόδρα εὐτελείᾳ τῆς ἐσθῆτος ἀλαζονεύεσθαι. καὶ γὰρ τὸ εἰς τὸ πέρα τοῦ δεόντος εὐτέλειαν ἄγειν ἀλαζονικόν· οἱ δὲ περὶ τὰ μὴ λίαν φανερὰ εἰρωνευόμενοι, ἵνα φύγωσι τὸ ἐπαχθές, χαρίεντες φαί‐ νονται. ἀντίκειται δὲ μᾶλλον ὁ ἀλαζὼν τῷ ἀληθευτικῷ ἢ ὁ εἴρων διὰ τὸ χείρων εἶναι καὶ ἐπαχθέστερος. οὐδ’ αὐτή ἐστιν ἡ μεσότης περὶ ἴδιά τινα | |
30 | πάθη ἀλλὰ περὶ ἡδονὴν καὶ λύπην, τὰς κοινὰς ταῖς ἀρεταῖς. ὁ γὰρ ἔχων τὴν ἕξιν χαίρει, κωλυόμενος δὲ δυσχεραίνει. Οὔσης δὲ καὶ ἀναπαύσεως ἐν ταῖς ὁμιλίαις αἱ μὲν προειρημέναι | |
ἀρεταὶ δύο, ἥ τε ὁμοία τῇ φιλίᾳ, ἣν ὁμιλητικὴν ὠνομάσαμεν, καὶ ἡ ἀληθευ‐ | 124 | |
125 | τικὴ περὶ πάντα ὁμιλία ἔν τε βίῳ καὶ λόγῳ· ἡ δὲ μέλλουσα ῥηθήσεσθαι περὶ τί μέρος ἐστὶ τοῦ βίου; ἐπειδὴ γὰρ δεῖται ὁ ἄνθρωπος ἀναπαύσεως καὶ ἀν‐ έσεώς τινος, ἔστι καὶ ἐνταῦθα ὁμιλία καὶ παιδιά τις ἐμμελής. καλεῖ‐ ται δὲ εὐτραπελία καὶ ὁ ἔχων αὐτὴν εὐτράπελος, οἷον εὔτροπός τις ὤν, φησίν. | |
5 | εὔτροπον δὲ λέγει διὰ τὸ εὐρύθμους τοῦ ἤθους αὐτοῦ τὰς κινήσεις εἶναι καὶ τὰς τροπάς· ὥσπερ γὰρ τὰ σώματα ἐκ τῶν κινήσεων κρίνεται, οὕ‐ τως καὶ τὰ ἤθη. ὅτι δὲ κρίνεται τὰ σώματα ἐκ τῶν κινήσεων δῆλον. μέχρι μὲν γάρ τις ἠρεμεῖ, οὐ δῆλον, εἴ τι πεπήρωται τῶν τοῦ σώματος εἴτε ἄρρυθμόν ἐστι, κινουμένου δὲ μάλιστα ἐλέγχεται τὸ σῶμα· οὕτως καὶ κατὰ | |
10 | τὴν παιδιὰν τοῦ ἤθους οἱ μὲν εὔρυθμοί εἰσι καὶ ἐμμελεῖς· καλοῦνται δὲ οἱ εὔρυθμοι εὐτράπελοι παίζοντες ἐστοχασμένως τοῦ μὴ λυπεῖν μήτε ἄλλον μηδένα μήτε ἐκεῖνον, πρὸς ὃν χρῶνται τῇ παιδιᾷ, ἀλλὰ τοὐναντίον καὶ εἰς ἡδονὴν ἄγειν. ὁ δ’ αὐτὸς καὶ οἷα δεῖ καὶ ἐρεῖ καὶ ἀκούσεται οἷα δεῖ καὶ παρακούσεται ἑκὼν εἶναι τῶν ἀπαιδεύτως χρωμένων τῷ γελοίῳ καὶ | |
15 | αἰσχρῶς· οὐδ’ ἐν πᾶσι δ’ ἐρεῖ ἀλλ’ ἐν οἷς προσήκει. ἔχει δὲ καὶ τοὺς ἄλλους διορισμοὺς τῶν ἀρετῶν· καὶ γὰρ ὅτε δεῖ καὶ ἐφ’ οἷς δεῖ καὶ ὡς δεῖ χρῆται τῇ παιδιᾷ. Ὁ δὲ ὑπερβάλλων βωμολόχος καλεῖται, ἐπιπόλαιός τις ὢν καὶ πάντως τοῦ γελοίου στοχαζόμενος ἤπερ τοῦ λέγειν εὐσχήμονα καὶ μὴ λυπεῖν τὸν | |
20 | σκωπτόμενον· ἕνεκεν δὲ τοῦ γέλωτα κινεῖν οὐδενὸς φείδεται, οὔτε φίλου οὔτε ἐχθροῦ· ἐνίοτε δὲ οὐδὲ τῶν θεῶν, καθάπερ οἱ τὰς παλαιὰς κωμῳδίας ποιή‐ σαντες· ὑπὸ γὰρ βωμολοχίας οὐδὲ τῶν θεῶν ἀπείχοντο. ἔστι δὲ καὶ ἐνταῦθα ἔλλειψις· εἰσὶ γάρ τινες οἳ τὸ παράπαν οὐκ ἀξιοῦσι χρῆσθαι τῇ παιδιᾷ καὶ οὔτ’ αὐτοὶ ἂν εἴποιεν πλέον τι, οὔτ’ ἄλλων ἀκούσαιεν ἂν ἡδέως· καλοῖτο | |
25 | δ’ ἂν ἡ τοιαύτη κακία ἴσως ἀγριότης καὶ σκληρότης. οὗτοι μὲν οὖν οὐδέ‐ ποτε δοκοῦσιν εἶναι εὐτράπελοι ἀλλ’ ἐναντίοι τοῖς εὐτραπέλοις· οἱ δὲ βωμο‐ λόχοι δοκοῦσιν εἶναι ἐνίοτε εὐτράπελοι διὰ τὸ χαίρειν τοὺς πολλοὺς τῷ γε‐ λοίῳ. ἡ δὲ μέση ἕξις καλεῖται μὲν εὐτραπελία, ὀνομάζοιτο δ’ ἂν ἴσως καὶ ἐπιδεξιότης· τοῦ γὰρ ἐπιδεξίου τοιαῦτα καὶ λέγειν καὶ ἀκούειν, ὁποῖα καὶ | |
30 | πρέπει τῷ ἐλευθερίῳ. διαφέρει γὰρ ἡ τοῦ ἐλευθερίου παιδιὰ τῆς τοῦ ἀν‐ δραποδώδους καὶ ἡ τοῦ πεπαιδευμένου τῆς τοῦ ἀπαιδεύτου. παράδειγμα δ’ ἑκατέρας τίθεται τάς τε παλαιὰς κωμῳδίας καὶ τὰς νέας· τοῖς μὲν γὰρ τὰς παλαιὰς γράφουσι γελοῖον ἐδόκει τὸ αἰσχρολογεῖν, τοῖς δὲ τὰς νέας τὸ μεθ’ ὑπονοίας σκώπτειν, τουτέστιν μετὰ τοῦ αἰνίττεσθαι. διαφέρει δ’ οὐδὲν πρὸς | |
35 | εὐσχημοσύνην ἢ φανερῶς αἰσχρολογεῖν ἢ μόνον ἐμφαίνειν. | 125 |
126 | Μετὰ ταῦτα ζητεῖ πότερον δεῖ τὸν εὖ σκώπτοντα ὁρίζεσθαι τῷ λέγειν πρέποντα ἐλευθερίῳ καὶ πεπαιδευμένῳ ἢ τῷ μὴ λυπεῖν τὸν ἀκούοντα ἢ καὶ τοὐναντίον τέρπειν. δεῖ μὲν γὰρ ἴσως ἀμφοτέρων ἐστοχάσθαι τὸν εὖ σκώπτοντα, ἀλλ’ ὅμως καθ’ ὁπότερον αὐτῶν ὁριστέον μᾶλλον· καί φησιν | |
5 | ἀόριστον εἶναι τὸ πρὸς τοὺς σκωπτομένους λαμβάνειν τὸ ἄκρον· ἄλλο γὰρ ἄλλῳ που ἡδύ τε καὶ μισητόν, καὶ οὐδὲν κωλύει αὐτὸν μὲν εὖ σκώπτειν, ὑπὸ δὲ ἀγροικίας ἀηδῆ εἶναι τῷ ἀκούοντι· μᾶλλον οὖν ὁ ὅρος τοῦ σκώπτοντος ἐν τῷ ὡς δεῖ σκώπτειν καὶ πρὸς οὓς τῷ ἐλευθερίῳ. ἐν μὲν οὖν τούτῳ φαίνεται τὸ σκῶμμα μέσον τι. *********** | |
10 | **************** | 126 |
127(1t) | ΑΣΠΑΣΙΟΥ ΕΙΣ ΤΟ Η ΤΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΗΘΙΚΩΝ | |
2 | *************** *** καὶ τὴν τῶν ἐπιθυμιῶν· καὶ δείκνυσιν ὅτι αἰσχίων 〈ἡ〉 τῶν ἐπιθυ‐ μιῶν ἀκρασία· διὸ καὶ εὐλόγως δόξειεν ἂν αὕτη ἁπλῶς ἀκρασία λέγεσθαι· ἡ | |
5 | δὲ τοῦ θυμοῦ μετὰ προσθέσεως. τὸν μὲν γὰρ θυμόν φησιν ἀκούειν πως τοῦ λόγου, παρακούειν δέ, ὡς τοὺς ταχεῖς τῶν διακόνων, οἳ διὰ τὸ τάχος παρακούουσι τῶν δεσποτῶν, καὶ τοὺς κύνας, οἳ ὑλακτοῦσιν, ἐπειδάν τις ψοφήσῃ. οὕτως γὰρ καὶ ὁ θυμός, ταχὺς ὢν φύσει καὶ θερμότατος ὡς εἰπεῖν διὰ τὸ θερμότατον εἶναι μέρος τοῦ σώματος, τῷ παρακοῦσαι τοῦ λόγου ἄλλο τι λέγοντος | |
10 | ὥσπερ προστάγματος [ὃ] ἀκούσας ὁρμᾷ. ὁ μὲν γὰρ λόγος ἢ ἡ φαντασία γίνε‐ ται, ὅτι ὕβρις ἐστίν, ἢ ὀλιγωρία γέγονεν ἐκ τοῦ δεῖνος· οὐδαμοῦ δὲ εἰπόντος τοῦ λόγου οὐδὲ τῆς φαντασίας γενομένης, ὅτι δεῖ τιμωρήσασθαι αὐτόν, ὁ θυμὸς ὥσπερ προσταχθεὶς τιμωρήσασθαι, ᾄττει ἐπὶ τοῦτο. συλλογίζεται μὲν οὐδέν (λογικῶν γὰρ τὸ συλλογίζεσθαι), ὅμοιον δέ τι πάσχει τῷ συλλογισαμένῳ, | |
15 | ὅτι δεῖ τούτῳ πολεμεῖν. ὁ μὲν γὰρ λόγος, ὡς εἴρηται, μόνον φησίν, ὁ δεῖνα ὕβρισεν· ὁ δὲ θυμός, ὥσπερ καὶ τῆς καθόλου προτάσεως κειμένης, ὅτι δεῖ πολεμεῖν τοῖς ὑβρίσασι, καὶ τοῦ συμπεράσματος ‘τούτῳ ἄρα πολεμητέον‘, χαλε‐ παίνει εὐθέως καὶ ὁρμᾷ. ὁ μὲν οὖν θυμὸς τοιοῦτος· ἡ δὲ ἐπιθυμία, ἐὰν μόνον εἴπῃ ὁ λόγος, ὅτι ἡδύ, ἢ ἡ αἴσθησις, ὁρμᾷ πρὸς τὴν ἀπόλαυσιν. | |
20 | ταῦτα δὲ λέγων δόξει μηδὲν χείρονα ποιεῖν τὴν ἐπιθυμίαν τοῦ θυμοῦ· καὶ γὰρ αὕτη δόξει τῷ λόγῳ ποτὲ ἀκολουθεῖν παρακούουσα. ὁ μὲν γὰρ λόγος λέγει ὅτι ἡδύ, ἡ δὲ ὡς προστάττοντος ἀκολουθεῖν ἕπεται. ἢ οὐχ οὕτως | |
ἔχει; ἀλλ’ ὁ μὲν θυμὸς τῷ ὄντι κινεῖται ὑπὸ τοῦ λόγου κελευόμενος, ἡ δὲ | 127 | |
128 | ἐπιθυμία τὰ πολλὰ ἁμαρτάνει, φανεροῦ ὄντος ὅτι κωλύει ὁ λόγος. διό φησι τὸν μὲν θυμὸν ἀκολουθεῖν πως τῷ λόγῳ, τὴν δὲ ἐπιθυμίαν οὔ. αἰσχίων οὖν ἡ δι’ ἐπιθυμίαν ἀκρασία τῆς διὰ θυμόν· ὁ μὲν γὰρ τοῦ θυμοῦ ἀκρα‐ τὴς τοῦ λόγου πως ἡττᾶται, ὁ δὲ τῆς ἐπιθυμίας οὐ τοῦ λόγου ἡττᾶται | |
5 | ἀλλὰ τῆς ἐπιθυμίας. Ἄπορον δέ, πῶς ἀκρατὴς ἔσται θυμοῦ, εἰ τῷ λόγῳ πως ἀκολουθεῖ. δεῖ γὰρ τὸν ὁπωσοῦν ἀκρατῆ τῷ λόγῳ ἀπειθοῦντα τῷ πάθει ἐνδιδόναι. ἢ ἔνεστί τις λόγος ἐν τῷ ἀκρατεῖ τοῦ θυμοῦ, ὅτι οὐ χρὴ ἐπὶ πᾶσι θυμοῦσθαι οὐδὲ ἐφ’ οἷς μὴ δεῖ; οὗτος δὲ ὁ λόγος ἔνεστι μὲν ἐν αὐτῷ, οὐκ ἐνεργεῖ δὲ τότε | |
10 | διὰ τὸ πάθος. μανίᾳ γάρ τι ὅμοιον ἐμποιεῖ ὁ θυμὸς μάλιστα, ἐπειδὴ καὶ ἄλλους λόγους ἀκούων παρακούει τοῦ λέγοντος, ὕβρισεν ὁ δεῖνα, ὃς οὐκ ἔστι μὲν ἐναντίος τῷ ἑτέρῳ λόγῳ· οὐ γὰρ κελεύει τιμωρεῖσθαι· ὁ δὲ θυμὸς ὡς τοῦτο κελεύσαντος ὁρμᾷ. Ἔτι δὲ εἰς ταὐτὸν ἐπιχειρῶν συγγνώμην φησὶν μᾶλλον ταῖς φυσικαῖς | |
15 | ὀρέξεσιν ἀκολουθεῖν ἢ ταῖς μὴ φυσικαῖς, καὶ ἐπὶ τοσοῦτον, ἐφ’ ὅσον φυσικαὶ καὶ κοιναί. ὁ δὲ θυμὸς καὶ ἡ χαλεπότης φυσικώτερον τῶν ὑπερβαλλουσῶν ἐπιθυμιῶν καὶ τῶν μὴ ἀναγκαίων· οὐκ ἀλόγως δὲ παρέλαβε τὴν χαλεπότητα, ὑπερβολήν τινα οὖσαν θυμοῦ, ἀλλ’ ἵνα δείξῃ ταύτην φυσικωτέραν τῆς ὑπερ‐ βολῆς τῶν μὴ ἀναγκαίων ἐπιθυμιῶν. ὅτι δὲ φυσικώτερον καὶ ὁ τοιοῦτος | |
20 | θυμὸς τῆς τοιαύτης ἐπιθυμίας, προβιβάζει ἐκ τοῦ συγκαταβάλλεσθαι τοῖς σπέρ‐ μασι τὰς τῶν θυμῶν ὁμοιότητας· ὡς ἐπὶ τὸ πολὺ γὰρ ἐκ θυμικῶν θυμικοί, ἐκ δ’ ἐπιθυμητικῶν οὐ πάντως ἐπιθυμητικοί. καὶ ὅμοιοι γίνονταί τινες ὥσπερ τὰ εἴδη οὕτως καὶ τοὺς θυμούς. παράδειγμα δὲ φέρει τὸν κρινόμενον ὑπὸ τοῦ πατρὸς ἐπὶ τῷ πλῆξαι αὐτόν· ‘καὶ οὗτοσ‘, ἔφη, ‘ὁ νῦν ἐμοῦ κατηγορῶν‘, δείξας | |
25 | τὸν πατέρα, ‘ἔπληξε τὸν ἑαυτοῦ πατέρα‘, καὶ πάλιν δείξας τὸν υἱόν ‘καὶ οὗτοσ‘ ἔφη, ‘ἐμὲ πλήξει, ὅταν ἀνὴρ γένηται‘. μέμνηται δέ, ὅτι καὶ ἑλκόμενός τις ὑπὸ τοῦ υἱοῦ, ἐπειδὴ πρὸς ταῖς θύραις ἐγένετο, παύεσθαι τὸν υἱὸν ἔλεγε· ‘καὶ γὰρ ἐγώ‘, ἔφη, ‘μέχρις ἐνταῦθα εἵλκυσα τὸν πατέρα‘. Ἔτι ἀδικώτεροι, φησίν, οἱ ἐπιβουλότεροι· ὁ μὲν οὖν διὰ θυμὸν | |
30 | ποιῶν οὐκ ἐπίβουλος (ἁπλοῦν γὰρ ὁ θυμός), ἡ δὲ ἐπιθυμία ἐπίβουλος. χρῆται δὲ ἐνδόξοις πίστεσι, παρατιθεὶς τὰ ὑπὸ τῶν ποιητῶν περὶ ἐπιθυμίας λεχθέντα. εἰ οὖν ἀδικωτέρα ἡ περὶ ἐπιθυμίαν ἀκρασία τῆς περὶ τὸν θυμόν, καὶ αἰσχίων ἂν εἴη, καὶ διὰ τοῦτο καὶ ἁπλῶς ἀκρασία καὶ κακία πως. οὐκ εἶπε δὲ αὐτὴν ἁπλῶς ἀλλὰ πὼς κακίαν διὰ τὸ μὴ ὅλης εἶναι τῆς ψυχῆς, ἀλλὰ μέρους | |
35 | τινός, ὡς εἴρηται πολλάκις. ἔτι οὐδεὶς λυπούμενος ὑβρίζει, ὁ δὲ ὀργῇ ποιῶν. | |
ὁ δὲ ὑβρίζων πᾶς μεθ’ ἡδονῆς. τοῦτο δὲ προσέθηκεν ἐπιρρωνὺς τὴν πρώ‐ | 128 | |
129 | την πρότασιν. πᾶς γὰρ ὁ ὑβρίζων μεθ’ ἡδονῆς ποιεῖ, μετὰ λύπης δὲ οὐδέ‐ ποτε· ἅμα δὲ καὶ εἰς τὸ εἶναι χείρω τὴν 〈δι’〉 ἐπιθυμίαν 〈τῆς διὰ θυμὸν〉 ἀκρασίας φέρει. εἰ γὰρ ὁ μὲν διὰ θυμὸν ἀκρατευόμενος λυπούμενος ἀκρα‐ τεύεται, καὶ διὰ τοῦτο οὐχ ὑβρίζει, ὁ δὲ δι’ ἐπιθυμίαν ἀκρατευόμενος δι’ ἐπι‐ | |
5 | θυμίαν ἡδόμενος τοῦτο ποιεῖ καὶ διὰ τοῦτο ὑβρίζειν δοκεῖ, χείρων ἂν εἴη καὶ πλείονος ὀργῆς ἄξιος· εἰ οὖν οἷς ὀργίζεσθαι μάλιστα δίκαιον ταῦτα ἀδικώτερα, ἀδικωτέρα ἂν εἴη ἡ δι’ ἐπιθυμίαν ἀκρασία τῆς διὰ θυμόν. p. 1149b23 Ὡς μὲν τοίνυν αἰσχίων ἕως παιδιώδης ἐστίν. Ὅτι μὲν αἰσχίων ἡ περὶ ἐπιθυμίαν ἀκρασία τῆς περὶ θυμόν, | |
10 | εἴρηται καὶ ὅτι ἐστὶν ἡ ἐγκράτεια καὶ ἀκρασία περὶ ἐπιθυμίας καὶ ἡδονὰς σωματικάς. αὐτῶν δὲ τούτων τῶν σωματικῶν ἐπιθυμιῶν καὶ ἡδονῶν τὰς διαφορὰς ληπτέον. ὥσπερ γὰρ εἴρηται αἱ μέν εἰσιν ἀν‐ θρώπιναι ἐπιθυμίαι καὶ ἡδοναὶ καὶ φυσικαὶ τῷ γένει· αὗται δέ εἰσιν αἱ ἀναγκαῖαι καὶ τῶν ἀναγκαίων εἰς τὸ ζῆν γενόμεναι. φησὶ δὲ αὐτὰς φυσικάς, | |
15 | κἂν τῷ μεγέθει ὦσι φυσικαί· αἱ γὰρ ὑπερβάλλουσαι τὸ δέον ὑπερβάλλουσι καὶ τοὺς τῆς φύσεως ὅρους· ἔνιαι δέ εἰσι τῶν ἐπιθυμιῶν καὶ ἡδονῶν θηριώ‐ δεις διαθέσεις ἔχουσαι, αἱ δὲ διὰ πηρώσεις καὶ νοσήματα, αἷς χαίρουσιν οἱ πεπηρωμένοι, ὡς ἐλέγετο ἔμπροσθεν, κατὰ τὴν ψυχὴν ἢ κατὰ τὸ σῶμα καὶ οἱ νοσηματωδῶς διακείμενοι. τούτων δὲ περὶ μόνον τὰς πρώτας τῶν | |
20 | εἰρημένων σωφροσύνη καὶ ἀκολασία ἐστίν· περὶ γὰρ τὰς ἀνθρωπίνας, μετὰ προαιρέσεως δὲ ἑκατέρα. διόπερ τὰ θηρία οὔτε σώφρονα οὔτε ἀκό‐ λαστα λέγομεν, διὰ τὸ μὴ ἔχειν αὐτὰ προαίρεσιν μηδὲ λογισμόν· κατὰ μεταφορὰν δὲ ἐνίοτε σώφρονα λέγομεν ὅλα τινὰ γένη ζῴων καὶ ἀκόλαστα, τὴν διαφορὰν ὁρῶντες, ἣν ἔχει πρὸς ἄλληλα γένη, οἷον ἔνια μὲν ἀκόλαστα | |
25 | λέγομεν διὰ τὸ ὀχευτικὰ εἶναι, ἔνια δὲ διὰ σιναμωρίαν καὶ τὸ παμφάγα εἶναι. κυρίως δὲ οὐδὲν τῶν θηρίων ἀκόλαστον (οὐ γὰρ ἔχει λογισμόν), ἀλλ’ ἐξέ‐ στηκε, φησί, τῆς φύσεως, τουτέστιν ἔοικε τοῖς ἐξεστηκόσι τῆς φύσεως καὶ μαινομένοις τῶν ἀνθρώπων. ἔλαττον δὲ θηριότης κακίας τῷ ψεκτὴ εἶναι. ἡ μὲν γὰρ θηριότης μανίᾳ τινὶ ἔοικε, διὸ οὐ ψέγεται ὡς οὐκ οὖσα ἑκούσιος, | |
30 | ἡ δὲ κακία ὡς ἑκούσιος ψέγεται, ἐπεὶ ἔλαττόν ἐστι κακὸν ἡ θηριότης τῆς | |
κακίας τῷ ἧττον εἶναι κακοῦργος. ὥσπερ γὰρ τὸ θηρίον οὐκ ἔστι κακοῦργον | 129 | |
130 | ὡς κακὸς ἄνθρωπος, οὕτως καὶ ἡ θηριότης οὐκ ἔστι κακοῦργον, καθάπερ ἡ κακία. φοβερώτερον δέ· καὶ τὸ θηρίον φοβερώτερον κακοῦ ἀνθρώπου, ἧττον δὲ κακοῦργον. διότι φησὶν οὐ διέφθαρται τὸ βέλτιστον ὥσπερ ἐν τῷ ἀνθρώπῳ, ἀλλ’ ἔφθαρται καὶ οὐκ ἔχει. ἐν μὲν γὰρ τῷ κακῷ ἀν‐ | |
5 | θρώπῳ διέφθαρται ὁ λογισμὸς ὁ ἐνὼν αὐτῷ, ἐν δὲ τῷ θηρίῳ ἢ τῇ θηριωδείᾳ οὐκ ἔνεστι. πανουργεῖν δὲ καὶ κακουργεῖν ὁ μὲν ἔχων τὸν λογισμὸν δύναται, ὁ δὲ μὴ ἔχων ἀδυνατεῖ. ὅμοιον οὖν τὸ συμβάλλειν θηρίον ἢ θηριωδείαν πρὸς ἄνθρωπον κακίαν ἔχοντα ὥσπερ τὸ συμβάλλειν ἄψυχον πρὸς ἔμψυχον πότερον κάκιον καὶ κακουργότερον. ἀβλαβεστέρα γὰρ ἂν εἴη ἡ φαυλότης | |
10 | τοῦ μὴ ἔχοντος τὴν ψυχικὴν ἀρχήν. ὡς δὲ ἔχει τὸ ἔμψυχον πρὸς τὰ ἄψυχα, οὕτως τὸ λογικὸν πρὸς τὸ ἄλογον ζῷον. ἔνεστι γὰρ ἡ ἀρχὴ ἰσχυρὰ ἐν τῷ λόγῳ ὁ νοῦς. ὅταν οὖν διεφθαρμένη ᾖ ἡ τοιαύτη ἀρχή, μεγάλων κακῶν αἰτία γίνεται. ἔτι φησὶν παραπλήσιον εἶναι τὸ συμβάλλειν ταῦτα, ὥσπερ εἴ τις συμβάλλοι ἀδικίαν καὶ ἄδικον ἄνθρωπον. παραβέβληκε δὲ καθ’ ὅσον οὐ | |
15 | συγκριτὰ συγκρίνει ὁ συμβάλλων ἀδικίαν καὶ ἄδικον ἄνθρωπον· δεῖ γὰρ τὰς μὲν ἕξεις πρὸς ἀλλήλας συγκρίνειν, οἷον ἀδικίαν πρὸς ἀκολασίαν, τοὺς δὲ ποιοὺς 〈πρὸς ποιοὺσ〉 οἷον ἄδικον πρὸς ἀκόλαστον. οὕτω δὴ καὶ ὁ συγκρίνων θηρίον καὶ θηριώδη τρόπον ἔχοντα τὴν κακίαν οὐ συγκριτὰ συγκρίνει· ὁ μὲν γὰρ αὐτῶν ἔχει κακίαν, ὁ δὲ οὐκέτι ἔχει. ἔστι δὲ ὥσπερ *** κακουργότερον, | |
20 | κάκιον ὄντα μοχθηρὸν ἄνθρωπον, μυριοπλάσια γὰρ ἂν κακὰ ποιήσειεν ἄνθρωπος κακὸς θηρίου. Ἐν δὲ τοῖς ἑξῆς βούλεται μὲν διορίσαι, ᾧ διαφέρει ὁ μὲν ἐγκρατὴς τοῦ καρτερικοῦ, ὁ δὲ ἀκρατὴς τοῦ μαλακοῦ· ἐν δὲ τούτῳ φανερὸν ποιεῖ καὶ τίνα διαφορὰν ἔχει ἡ τῶν πολλῶν ἕξις πρὸς τὴν τῶν ἐγκρατῶν καὶ ἀκρατῶν. περὶ | |
25 | γὰρ τὰς δι’ ἁφῆς καὶ γεύσεως ἡδονὰς καὶ λύπας καὶ ἐπιθυμίας καὶ φυγάς φησιν, ἔστι μὲν οὖν οὕτως ἔχειν ὥστε ἡττᾶσθαι καὶ ὧν οἱ πολλοὶ 〈κρείττους, ἔστι δὲ κρατεῖν καὶ ὧν οἱ πολλοὶ〉 ἥττους. ὁ μὲν οὖν τῶν ἡδονῶν ἐπὶ πλέον κρατῶν ἢ οἱ πολλοὶ ἐγκρατής, ὁ δὲ ἡττώμενος καὶ ὧν οἱ πολλοὶ κρατοῦσιν ἀκρατής, ὥστ’ ἐν μεθορίῳ πως τοὺς πολλοὺς περὶ τὰς | |
30 | ἡδονὰς τῶν τε ἀκρατῶν καὶ τῶν ἐγκρατῶν 〈εἶναι, τῶν μὲν ἐγκρατῶν〉 ἡττωμένους, τῶν δ’ ἀκρατῶν ἀμείνους ὄντας. ὁμοίως δὲ περὶ τὰς λύπας· ὁ μὲν γὰρ καρτε‐ ρικὸς ὑπομένει πόνους καὶ ἀλγηδόνας, ἃς οἱ πολλοὶ οὐχ ὑπομένουσιν, ὁ δὲ ἀκρα‐ | |
τὴς οὐδὲ ἃς οἱ πολλοὶ λύπας ὑπομένουσιν, ἀνέχεται, ὥστε πάλιν περὶ πόνους ἐν | 130 | |
131 | μεθορίῳ εἰσὶν αἱ τῶν πολλῶν ἕξεις τῆς τε τῶν καρτερικῶν καὶ τῆς τῶν μα‐ λακῶν. ἅμα δὲ δήλη καὶ ἡ διαφορὰ τοῦ ἐγκρατοῦς πρὸς τὸν καρτερικὸν καὶ τοῦ ἀκρατοῦς πρὸς τὸν μαλακόν. ὁ μὲν γὰρ ἐγκρατὴς καὶ ἀκρατὴς περὶ τὰς ἡδονάς εἰσι τὰς σωματικάς, ὁ δὲ καρτερικὸς καὶ μαλακὸς περὶ τοὺς πόνους | |
5 | καὶ τὰς λύπας τὰς σωματικάς. τοιοῦτος γὰρ ὁ μαλακός, οἷος μηδὲ τὴν τυχοῦ‐ σαν ἐνεγκεῖν δίψαν ἢ μηδὲ πεῖναν μηδὲ ἄλλην ἀλγηδόνα μηδεμίαν, τοῦ λόγου κελεύοντος ὑπομένειν· ἴσως μὲν *** τὰς ἡδονάς. καὶ ὁ μαλακὸς κατὰ συμβεβηκὸς ἐπὶ τὰς ἡδονὰς ἔρχεται φεύγων τοὺς πόνους. ἀλλὰ τό γε εἶναι ἑκατέρῳ αὐτῶν ἐστιν, τῷ μὲν γὰρ ἀκρατεῖ ἡ τῶν ἡδονῶν δίωξις, τῷ δὲ μα‐ | |
10 | λακῷ ἡ τῶν λυπῶν φυγή. ὁμοίως δὲ καὶ τὸ κρατεῖν τῶν ἡδονῶν τοῦ ἐγκρα‐ τοῦς, τοῦ δὲ καρτερικοῦ τὸ μὴ ἡττᾶσθαι τῶν πόνων. Ἐν μὲν οὖν τοῖς εἰρημένοις τὸν ἐγκρατῆ καὶ ἀκρατῆ τοῦ καρτερικοῦ ἐχώρισε καὶ τοῦ μαλακοῦ· μετὰ δὲ ταῦτα βούλεται πάντας ἀλλήλων διαστῆναι, σώφρονα καὶ ἀκόλαστον καὶ ἐγκρατῆ καὶ ἀκρατῆ, ἔτι δὲ καρτερικὸν καὶ μα‐ | |
15 | λακόν. δεδήλωνται μὲν οὖν καὶ διὰ τῶν ἔμπροσθεν αἱ διαφοραὶ αὐτῶν αἱ πρὸς ἀλλήλους. ὅμως δὲ πειρᾶται ἔτι σαφέστερον καὶ γνωριμώτερον διελεῖν περὶ αὐτῶν. ἐπεὶ γὰρ ἔνιαι, φησί, τῶν ἡδονῶν ἀναγκαῖαί εἰσιν, αἳ δ’ οὔ, ἀναγκαῖαι μὲν αἱ φυσικαὶ 〈καὶ〉 ἐκ τῶν εἰς τὸ ζῆν ἡμῖν ἀναγκαίων προσγινόμεναι, οὐκ ἀναγκαῖαι δὲ αἱ μὴ τοιαῦται, ὧν αἱ μὲν ἀπὸ τῶν δι’ αὑτὰ | |
20 | αἱρετῶν, οἷον τιμῆς νίκης, αἱ δὲ ἀπὸ τῶν παρὰ φύσιν καὶ αἰσχρῶν. εἰσὶ δὲ καὶ 〈αἱ〉 ἀναγκαῖαι μέχρι τινὸς ἀναγκαῖαι. † ὡς δὲ καὶ αἱ ἐλλείψεις. τὸν αὐτὸν δὲ τρόπον ἔχει καὶ περὶ ἐπιθυμίας καὶ λύπας· καὶ γὰρ τούτων αἱ μὲν ἀναγκαῖαι αἱ δ’ οὔ. ἀκόλαστος μὲν οὖν ἐστιν ὁ τὰς ὑπερβολὰς τῶν ἡδονῶν διώκων ἢ καθ’ ὑπερβολήν· κἂν γὰρ μὴ ὑπερβάλλουσαν ἡδονὴν διώκῃ, σφο‐ | |
25 | δρῶς δὲ καὶ καθ’ ὑπερβολήν, ἀκόλαστός ἐστι· τοῦ γὰρ σώφρονος τὸ μηδὲν ἄγαν διώκειν μηδὲ σφοδρῶς τῶν ἡδέων. ἔστι δὲ τοῦ ἀκολάστου καὶ διὰ προαίρεσιν τοῦτο ποιεῖν παρὰ τὴν *** ἡδονὰς διώκειν αὐτόν *** τὰς ἀκολάστους. ἔτι οὐκ ἀπόχρη διὰ προαίρεσιν διώκειν ἃς οὐ προσήκει τῶν ἡδονῶν, ἀλλὰ καὶ δι’ αὑτὰς αἱρεῖσθαι. ἂν γὰρ προαιρούμενος μὲν διώκῃ, | |
30 | οἷον μοιχεύῃ, [καὶ] μὴ μέντοι διὰ τὴν τῶν ἀφροδισίων ἀπόλαυσιν, ἀλλ’ ἵνα ἀρ‐ γύριον λαμβάνῃ, οὐκ ἀκόλαστός ἐστιν ἀλλὰ μᾶλλον ἀνελεύθερος. ἀκόλαστος οὖν ὁ πάντα ἔχων τὰ εἰρημένα. ἀνάγκη δὲ τὸν τοιοῦτον μὴ εἶναι μετα‐ μελητικὸν διὰ τὸ κατὰ προαίρεσιν ποιεῖν, ὥστε ἀνίατος· ὁ γὰρ ἀμετα‐ | |
μέλητος ἀνίατος· καὶ ταύτῃ χείρων τοῦ ἀκρατοῦς. μεταμελητικὸς γὰρ ὁ | 131 | |
132 | ἀκρατὴς καὶ διὰ τοῦτο ἰάσιμος. ὁ δὲ ἐλλείπων περὶ τὰς ἡδονὰς καὶ μὴ ταῖς ἀναγκαίαις χρώμενος ὁ ἀντικείμενος τῷ ἀκολάστῳ, ὃν ἐν τοῖς κατ’ ἀρχὰς λόγοις ἀναίσθητον ἔλεγε· μέσος δὲ αὐτῶν ὁ σώφρων. Ταῦτα δὲ εἰπὼν ἐπάνεισι πάλιν ἐπὶ τὸν ἀκόλαστον. ὁμοίως γάρ, φησί, | |
5 | καὶ ὁ φεύγων τὰς σωματικὰς λύπας μὴ δι’ ἧτταν ἀλλὰ διὰ προαί‐ ρεσιν. καὶ γὰρ τοῦ ἀκολάστου φεύγειν τὰς σωματικὰς λύπας, οἷον τὰς ἀπὸ πείνης ἢ δίψης ἢ ἄλλου τινὸς τοιούτου, μὴ δι’ ἧτταν λυπῶν, τὰ ἐναντία κε‐ λεύοντος τοῦ λόγου, ἀλλὰ διὰ προαίρεσιν. ὁ μὲν γὰρ ἡττώμενος τῶν λυπῶν τῶν σωματικῶν, ὑπομένειν κελεύοντος τοῦ λόγου μαλακός, ὁ δὲ ἅμα μὲν ἡτ‐ | |
10 | τώμενος τῶν λυπῶν ἅμα δὲ καὶ τὸν λόγον ἔχων διεφθαρμένον καὶ κελεύοντα μηδ’ ὅλως λυπηρῶν ἀνέχεσθαι σωματικῶν ἀκόλαστος. καὶ διὰ τοῦτο λέγε‐ ται ὁ ἀκόλαστος περὶ ἡδονὰς καὶ λύπας *** ὅτι ἡδονὰς αἰσχρὰς αἱρεῖται καὶ λύπας οὐ μόνον 〈τὰσ〉 κατ’ ἐπιθυμίαν καὶ πόνους καλοὺς φεύγει καὶ ἀλγη‐ δόνας προαιρέσει καὶ ἔοικε κατὰ μὲν τὸ διώκειν τὰς αἰσχρὰς ἡδονὰς προαι‐ | |
15 | ρούμενος χωρίζεσθαι τοῦ ἀκρατοῦς, κατὰ δὲ τὸ φεύγειν τὰς καλὰς λύπας προ‐ αιρέσει χωρίζεσθαι τοῦ μαλακοῦ· καὶ γὰρ ἐκεῖνος φεύγει τὰς τοιαύτας λύπας, ἀλλ’ οὐ προαιρέσει. ὁ μὲν οὖν ἀκόλαστος κατὰ προαίρεσιν, ὡς εἴρηται, πάντα ποιεῖ· τῶν δὲ παρὰ τὴν προαίρεσιν ποιούντων ὁ μὲν ἀκρατὴς ἄγεται διὰ τὴν ἡδονήν, ὁ δὲ μαλακὸς διὰ τὸ φεύγειν τὴν λύπην τὴν ἀπὸ τῆς | |
20 | ἐπιθυμίας, ὥστε, φησίν, διαφέρουσιν ἀλλήλων. τοῦτο δὲ ἤτοι περὶ τοῦ ἀκρατοῦς καὶ τοῦ μαλακοῦ εἴρηκεν ἢ μᾶλλον περὶ τοῦ ἀκρατοῦς καὶ τοῦ ἀκο‐ λάστου. καὶ γὰρ ἑξῆς περὶ τούτου λέγει· φησὶ γάρ· παντὶ χείρων ἂν δόξειεν εἶναι, εἴ τις μὴ ἐπιθυμῶν ἢ ἠρέμα πράττει τι αἰσχρὸν ἢ εἰ σφόδρα ἐπιθυμῶν, ὡς δὴ τοῦ μὲν ἀκολάστου ἐνίοτε καὶ χωρὶς ἐπιθυμίας ἁμαρτά‐ | |
25 | νοντος ἢ καὶ μετὰ ὀλίγης ἐπιθυμίας, τοῦ δὲ ἀκρατοῦς ἡττωμένου ὑπὸ μεγάλου πάθους. Ἀντικεῖσθαι δὲ λέγει τὸν ἐγκρατῆ τῷ ἀκρατεῖ, τῷ δὲ καρτερικῷ τὸν μα‐ λακόν. μετὰ ταῦτα τὴν διαφορὰν ἔτι γνωριμωτέραν ποιῶν τῆς ἐγκρατείας καὶ τῆς καρτερίας τὸ μὲν καρτερεῖν εἶναί φησιν ἐν τῷ ἀντέχειν πρὸς τὰς ἀλγη‐ | |
30 | δόνας, τὸ δ’ ἐγκρατεύεσθαι ἐν τῷ κρατεῖν τῶν ἡδονῶν. ἕτερον δὲ τὸ ἀν‐ τέχειν καὶ τὸ κρατεῖν· τὸ μὲν γὰρ ἔοικε τῷ μὴ ἡττᾶσθαι, τὸ δὲ κρατεῖν τῷ νικᾶν· διὸ καὶ αἱρετώτερον ἐγκράτεια καρτερίας, ὅσον τὸ νικᾶν τοῦ μὴ ἡττᾶσθαι. πάλιν δὲ τὸν μαλακὸν ἐνδιδόναι λέγει καὶ πρὸς ἃ οἱ | |
πολλοὶ ἀντιτείνουσιν, μαλακὸν αὐτὸν καὶ τρυφητὴν ὄντα. ἡ γὰρ τρυφὴ μα‐ | 132 | |
133 | λακία τίς ἐστιν, οἷον εἴ τις ἕλκει τὸ ἱμάτιον, ὑπὲρ τοῦ μὴ πονεῖν κατὰ τὸ ἐπαίρειν καὶ οὐκ οἴεται ἄθλιος εἶναι μιμούμενος τοὺς ἀθλίως ὑπὸ νόσου δια‐ κειμένους. ὁμοίως δὲ ἔχειν φησὶν καὶ περὶ ἐγκράτειαν καὶ ἀκρασίαν ὡς ἔχει καὶ περὶ καρτερίαν καὶ μαλακίαν· πῶς δὲ ὁμοίως ἔχει, αὐτὸς δηλοῖ ἐπὶ τῆς ἀκρα‐ | |
5 | σίας μάλιστα καὶ τῆς μαλακίας· οὐ γὰρ εἴ τις ὑπερβαλλουσῶν ἀλγηδόνων ἡττᾶται ἢ λυπῶν θαυμάσιον ἀλλὰ συγγνώμης ἄξιον, οἷον εἴ τις ὥσπερ ὁ παρὰ τῷ Θεοδέκτῃ Φιλοκτήτης ὑπὸ τῆς ἔχεως πεπαρμένος κρύπτειν βουλόμενος τοὺς περὶ τὸν Νεοπτόλεμον μέχρι μέν τινος ἀντέχει, ὕστερον δὲ οὐχ ὑπομένων τὸ μέγεθος τῶν ἀλγηδόνων φανερὸς γίνεται. τὸν αὐτὸν δὲ τρόπον εἰσήγαγεν | |
10 | αὐτὸν καὶ Σοφοκλῆς καὶ Αἰσχύλος. ἔοικε δὲ καὶ ὁ Καρκῖνος εἰσάγειν τὸν Κερ‐ κύονα ἡττώμενον ὑπὸ μεγάλων ἀλγηδόνων. οὗτοι μὲν οὖν οὐκ εἰσὶ μαλακοί, ἀλλ’ εἴ τις πρὸς ἃς οἱ πολλοὶ [οὐ] δύνανται λύπας, 〈μὴ δύναται〉 ἀντέχειν ἀλλ’ ἡττᾶται. ὁμοίως δὲ ἔχει καὶ ἐπὶ ἡδονῆς· οὐ γὰρ εἴ τις ὡς Θεόφρα‐ στος λέγει γευσάμενος τῆς ἀμβροσίας ἐπιθυμεῖ αὐτῆς μέμφεσθαι ἄξιος, ἀλλ’ | |
15 | εἴ τις σφοδρῶς ἡττᾶται τῶν ἡδονῶν ὡς οἱ πολλοί· ἔοικε δὲ ὁ Ἀριστοτέλης τὸ Ξενοφάντῳ συμβὰν παράδειγμα τίθεσθαι τῶν ὑπὸ ἡδονῆς σφοδρῶς ἡττη‐ θέντων καὶ συγγνώμης ἀξίων· μέχρι γὰρ πολλοῦ κατασχὼν τὸν γέλωτα τε‐ λευτῶν ἐξεκάγχασεν, ὅπερ καὶ ἄλλοις συμβαίνει· καθόλου δη *** οἱ πολλοὶ δύνανται ὑπομένειν *** ἡδονῶν ἡττᾶται ὧν κρείττους οἱ πολλοί, ἁμαρ‐ | |
20 | τάνει, ἂν μὴ διὰ φύσιν τοῦ γένους ᾖ ἢ διὰ 〈τὴν〉 τοῦ τόπου, ὡς ἐν τοῖς Σκυθῶν βασιλεῦσιν ἡ μαλακία ἐστὶ διὰ τὸ πᾶν τὸ γένος οὕτω τρέφεσθαι καὶ δοκεῖ βασιλικὸν εἶναι τὸ τρυφᾶν καὶ μηδεμίαν ἀνέχεσθαι λύπην σωματικήν. οὐδεὶς ἂν οὖν εἴποι διὰ μαλακίαν τοῦτ’ αὐτοὺς ποιεῖν, ἀλλὰ διὰ τὸ ὡς οἰ‐ κεῖον τοῦτο τοῖς βασιλεῦσιν νενεμῆσθαι. τῆς δὲ ἰδίας φύσεως λαμβάνει παρά‐ | |
25 | δειγμα, ὡς ἔχει τὸ θῆλυ πρὸς τὸ ἄρρεν· κοινὸν μὲν γὰρ ἀμφοτέροις ἐστὶν τὸ ἀνθρώποις εἶναι ἀλλ’ ἴδιόν πως τοῦ θήλεος μὴ πάντας πόνους ὑπομένειν ὅσους τὸ ἄρρεν, καὶ οὐκ ἄν τις τοῦτο εἴποι μαλακίαν ἀλλ’ ἴδιον καὶ συγγενὲς τῷ θήλει. Ὁ δὲ παιδιώδης ἐστὶν ὁ πάντα παίζων· δοκεῖ δέ τισιν ἀκόλαστος εἶναι. | |
30 | οὔ φησιν ὁ Ἀριστοτέλης ἀλλὰ μᾶλλον μαλακός· διὰ γὰρ τὸ μὴ ἀνέχεσθαι | 133 |
134 | τὴν σπουδὴν ὡς ἐπίπονον οὖσαν ἀεὶ παίζει καὶ ἔστιν ἄνεσις ἡ παιδιά. εἰδέναι δὲ δεῖ ὅτι τῶν πρὸς ταύτην ὑπερβαλλόντων ὁ παιδιώδης ἐστίν· εἰ δὲ ὑπερβάλλει ἐν τῇ ἀνέσει, μαλακὸς ἂν μᾶλλον λέγοιτο ἢ [ὁ] ἀκόλαστος, εἰ γὰρ ἐπὶ πλεῖον ἄνεσις μαλακία. | |
5 | p. 1150b19 Ἀκρασίας δὲ τὸ μὲν προπέτεια ἕως πρὸς ἀλλήλας εἴ‐ ρηται. Ἀκρασίας δὲ δύο εἴδη λέγει, τὸ μὲν προπέτειαν τὸ δὲ ἀσθένειαν. ὅσοι μὲν γὰρ βουλευσάμενοι οὐκ ἐμμένουσιν οἷς ἐβουλεύσαντο διὰ τὸ πάθος τὴν ἀσθενῆ ἀκρασίαν εἰσὶν ἀκρατεῖς. ὡς γὰρ τὰ ἀσθενῆ σώματα | |
10 | ῥᾳδίως ἁλίσκεται ὑπὸ τῶν παθῶν καὶ ἡττᾶται, οὕτω καὶ αἱ ἀσθενεῖς ψυχαὶ ῥᾳδίως ἐνδιδόασιν τοῖς πάθεσιν. ἔτι ὅσοι φύσει ὄντες ἰσχυροὶ ὑπὸ τῶν ἡτ‐ τόνων ἡττῶνται διὰ τὴν ἀσθένειαν. δοκοῦσιν *** ἐπειδὴ ὁ λογισμὸς φύσει *** ὑπὸ τῆς ἐπιθυμίας ἡττᾶται αὐτῆς ἀσθενὴς φαίνεται. ὅσοι δὲ ἄγονται ὑπὸ τοῦ πάθους διὰ τὸ μὴ ὅλως βουλεύσασθαι τὴν προπετῆ ἔχουσιν ἀκρασίαν. | |
15 | ἔνιοι μὲν γὰρ ὥσπερ οἱ προγαργαλισθέντες ὕστερον οὐ γαργαλίζονται, οὕτως προβουλευσάμενοι καὶ διεγείραντες τὸν λογισμὸν οὐχ ἡττῶνται τοῦ πά‐ θους. οἱ δὲ προπετεῖς κατὰ τὴν ἀκρασίαν διὰ τὸ μὴ ὅλως προβουλεύσασθαι ἄγονται ὑπὸ τοῦ πάθους. ὡς ἐπὶ τὸ πολὺ δὲ οἱ ὀξεῖς καὶ μελαγχολικοὶ τὴν προπετῆ ἀκρασίαν ἀκρατεῖς εἰσιν· ἀκολουθοῦσι γὰρ τῇ τοῦ ἡδέος | |
20 | φαντασίᾳ οὐκ ἀναμένοντες τὸν λόγον· ἅμα γὰρ ἐφαντάσθησαν ὅτι ἡδὺ καὶ διώ‐ κουσι. ἀκολουθοῦσι δὲ τῇ φαντασίᾳ τοῦ ἡδέος εὐθέως οἱ μὲν ὀξεῖς διὰ τὴν ὀξύτητα τῆς φύσεως, οἱ δὲ μελαγχολικοὶ διὰ τὴν σφοδρότητα. πῶς οὖν οἱ προπετεῖς ἔχουσιν ἐναντίον τὸν λόγον τῇ ἐπιθυμίᾳ, εἴ γε μὴ προβουλεύονται; εἰ ἔνεστιν καὶ ἐν τοῖς τοιούτοις λόγος ἀπαγορεύων ταῖς αἰσχραῖς ἐπιθυμίαις | |
25 | ἐνδιδόναι διὰ δὲ τὴν σφοδρότητα ἢ ταχυτῆτα, ὅταν προσπέσῃ τὸ πάθος, οἷον ὑπὸ ἀχλύος τινὸς ἐπισκοτηθέντες τότε οὐχ ὁρῶσι τὸν ἐν αὑτοῖς λόγον οὐδ’ [ἂν] ἀναμένουσι βουλὴν ἢ σκέψιν. Πάλιν δὲ συγκρίνων τὸν ἀκρατῆ καὶ ἀκόλαστον, τὸν μὲν ἀκόλαστον οὔ φησιν εἶναι μεταμελητικόν (καὶ γὰρ προελόμενος ποιεῖ καὶ διὰ τοῦτο πράξας | |
30 | ἐμμένει τῇ προαιρέσει), ὁ δὲ ἀκρατὴς πᾶς μεταμελητικός, ἐάν τε τὴν προπετῆ | 134 |
135 | ἐάν τε τὴν ἀσθενῆ ἔχῃ ἀκρασίαν. ἡ μεταμέλεια δὲ διὰ τὸ παρὰ προαίρεσιν πράττειν· διό φησιν ὅτι 〈οὐχ〉 ὥσπερ ἠπορήκαμεν οὕτως καὶ ἔχει. ἐν μὲν γὰρ τῷ ἀπορεῖν ἐπιχειρῶν ἔλεγε χείρω τὸν ἀκρατῆ τοῦ ἀκολάστου, εἴ γε ὁ μὲν τοῦ λόγου ἐναντιουμένου ὅμως ἀπειθεῖ αὐτῷ, ὁ δὲ ἀκόλαστος οὐ κω‐ | |
5 | λύοντος τοῦ λόγου. νῦν δὲ δείκνυσι πολλῷ χείρω τὸν ἀκόλαστον τῷ τὸν μὲν ἀκρατῆ καὶ ἰάσιμον εἶναι, τὸν δὲ ἀκόλαστον ἀνίατον. ἔοικε γὰρ ἡ μὲν μοχ‐ θηρία τῶν νοσημάτων τοῖς συνεχέσι ὑδέρῳ καὶ φθίσει καὶ πυρετῷ συνεχεῖ. ὁμολογοῦσι δὲ καὶ περὶ τὰ σώματα οἱ ἰατροί, χαλεπώτερα καὶ δυσίατα εἶναι τὰ συνεχῆ διὰ τὸ μὴ ἐνδιδόναι μηδὲ παρέχειν καιρὸν βοηθείας· τοιοῦτον δ’ | |
10 | ἡ μοχθηρία, εἰ γὰρ ἔνεστιν ἡ φαύλη προαίρεσις ὥσπερ νόσος τις οὖσα δυσία‐ τος ἢ ἀνίατος· ἡ δὲ ἀκρασία τοῖς διαλείπουσι νοσήμασιν ὁμοία ἐστίν, οἷον ἐπιληψίᾳ ἢ εἴ τι ἄλλο καιρὸν παρέχει βοηθείας· καὶ γὰρ πρὸ τῆς ἐπιθυμίας εὖ ἔχει, ὥστε οὐκ ἀδύνατον ἀεὶ ἐγκελευομένου τοῦ λόγου καὶ εἰς μετάνοιαν ἄγοντος ἐπὶ τοῖς ἁμαρτήμασι μεταβάλλειν τὸν ἀκρατῆ. καὶ ὅλως δὲ ἄλλο τὸ | |
15 | γένος ἀκολασίας καὶ ἀκρασίας· ἡ μὲν γὰρ κακία λανθάνει, ἡ δὲ ἀκρασία οὐ λανθάνει· ἡ δὲ κακία τὸ μοχθηρόν, οὐχ ὅτι γε ἀδικεῖ, εἶπε (τοῦτο γὰρ 〈οὐκ〉 οἶδε πολλάκις), ἀλλ’ ὅτι βλαβερὰ ἑαυτῷ πράττει ἃ οἴεται ὠφέλιμα εἶναι· εἰ δὲ ἀκρασία, κατὰ τοῦτο οὐ λανθάνει, ἀλλ’ οἶδεν ὅτι βλαβερὰ ποιεῖ ἑαυτῷ, ἡττᾶται δὲ ὑπὸ τῆς ἐπιθυμίας. | |
20 | Αὐτῶν δὲ τῶν ἀκρατῶν βελτίους οἱ ἐκστατικοί. οὗτοι δέ εἰσιν οὓς πρόσθεν ἔλεγε προπετεῖς ἢ οἱ τὸν λόγον μὲν ἔχοντες, μὴ ἐμμένοντες δέ. τού‐ τους δὲ λέγει προβεβουλευμένους μὲν καὶ προεσκεμμένους, μὴ ἐμμένοντας δὲ τοῖς δόξασι. χείρους δὲ αὐτοὺς λέγει, ἐπειδὴ ὑπὸ ἐλάττονος πάθους ἡττῶν‐ ται· τεκμήριον δὲ τοῦ μεῖζον εἶναι τὸ πάθος τῶν τὴν προπετῆ ἀκρασίαν | |
25 | ἀκρατευομένων τὸ μηδὲ τοῦ βουλεύσασθαι αὐτοὺς † ἀκρασίαν παρέχειν. ἅμα δὲ καὶ διὰ τὸ ὀξεῖς οἱ μελαγχολικοὶ εἶναι σφοδρότερα ἔχουσι τὰ πάθη· τὸ δὲ ὑπὸ μείζονος ἡττηθῆναι συγγνώμης δοκεῖ μᾶλλον ἄξιον. ἔτι οὐκ ἀπρο‐ βούλευτοι ἔρχονται ἐπὶ τὰ ἁμαρτήματα οἱ τὴν ἀσθενῆ ἔχοντες ἀκρασίαν. διὰ τοῦτο οὖν χείρους τῶν ἑτέρων· συγγνώμης γὰρ ἄξιοι μᾶλλον οἱ μὴ προ‐ | |
30 | ϊδόντες μήτε τὸ βλαβερὸν μήτε τὸ αἰσχρὸν τοῦ πρακτοῦ πράγματος καὶ διὰ τοῦτο ἁμαρτάνοντες· οἱ προϊδόντες μὲν καὶ βουλευσάμενοι οὐδὲν ἧττον ἁμαρ‐ τάνουσιν. ὅμοιος γάρ, φησίν, ὁ ἀκρατὴς τοῖς μεθυσκομένοις καὶ ὑπὸ ὀλίγου | |
οἴνου καὶ ἐλάττονος ἢ οἱ πολλοί. τοῦτο δὲ πρότερον λέγεται περὶ τῶν τὴν | 135 | |
136 | προπετῆ ἀκρασίαν ἐχόντων, διότι ταχέως μεθυσκόμενοι ὑπὸ ὀλίγου οἴνου ἤπερ τῶν προβεβουλευμένων καὶ διότι ὑπὸ ὀλίγου πάθους ἁλίσκονται καὶ ἐλάττονος ἢ οἱ ἐξεταστικοί· ἢ καθόλου περὶ πάντων εἴρηται τῶν ἀκρατῶν· πάντες γὰρ ἐοίκασι τοῖς ταχὺ μεθυσκομένοις καὶ ὑπὸ ἐλάττονος οἴνου ἢ οἱ πολλοί. ὑπὸ | |
5 | γὰρ τῶν ἡδέων ἡττῶνται, ὑφ’ ὧν οἱ πολλοὶ μὴ ἁλίσκονται. κακία μὲν οὖν ἁπλῶς οὐκ ἔστιν ἡ ἀκρασία, ἀλλά πῃ ἴσως, διὰ τὸ μὴ ὅλην ἐφθάρθαι τὴν τοῦ ἀκρατοῦς ψυχήν, ἀλλά πῃ τὸν λόγον ἔχειν. διόπερ φησὶν Ἀριστοτέλης τὴν μὲν κακίαν κατὰ προαίρεσιν πάντα ποιεῖν, τὴν δὲ ἀκρασίαν παρὰ τὴν προ‐ αίρεσιν. οὐ μὴν ἀλλὰ καὶ κατὰ τὰς πράξεις ὅμοιόν ἐστιν. ταὐτὰ γὰρ ποιεῖ | |
10 | τῷ ἀκολάστῳ ὁ ἀκρατής. ἐπεὶ οὖν ὁ μὲν ἀκρατὴς τοιοῦτος, οἷος διώκειν τὰς καθ’ ὑπερβολὴν καὶ ἡμαρτημένας παρὰ τὸν λόγον σωματικὰς ἡδο‐ νὰς οὐ πεπεισμένος, ὁ δὲ ἀκόλαστος πέπεισται διωκτέον εἶναι αὐτάς, δῆλον ὡς ὁ μὲν ἀκρατὴς εὐμετάπειστος, οὐχ οὕτως δὲ ὥστε μεταβάλλειν τὸν αὑτοῦ λόγον (φαῦλος γὰρ ἂν λέγοιτο, εἰ μηδὲ ὁ λόγος ὀρθὸς ἦν), ἀλλ’ ὥστε πει‐ | |
15 | σθῆναι μηκέτι συνακολουθεῖν τῇ ἐπιθυμίᾳ· ὁ δὲ ἀκόλαστος ἀμετάπειστος. ἡ μὲν γὰρ ἀρετὴ τὴν ἀρχὴν σώζει, ἡ δὲ μοχθηρία φθείρει τὴν ἀρχήν. ἀρχὴ δὲ ἐν τοῖς πρακτοῖς τὸ οὗ ἕνεκα καὶ τέλος, καθ’ ὃ τὰς ἐνεργείας πειρώμεθα τὰς εἰς αὐτὸ φερούσας ἐνεργεῖν. ἂν μὲν οὖν χρηστὸν ὑποθώμεθα τὸ τέλος, ἀνάγκη καὶ τὰς ἐνεργείας εἶναι χρηστάς, ἂν δὲ φαῦλον, φαύλας. ἡ μὲν οὖν | |
20 | ἠθικὴ ἀρετὴ τὸ τέλος ὑποτίθεται [καὶ] τὴν εὐδαιμονίαν τὴν τῶν ἐνεργούντων τὰς καλὰς ἐνεργείας κατ’ ἀρετήν, ἡ δὲ κακία διαφθείρει τὴν ἀρχὴν ταύτην καὶ οὐκ ἐᾷ νομίζειν εὐδαιμονίαν τὴν τῶν καλῶν ἐνέργειαν· διό φησιν αὐτὴν φθαρτικὴν εἶναι τῆς ἀρχῆς. ὥσπερ δὲ ἐν τοῖς μαθηματικοῖς εἰσιν ἀρχαί τινες, οἷον ἐν γεωμετρίᾳ καὶ ἀριθμητικῇ ἃς ὁ μὴ παραδεξάμενος οὐκέτι πρό‐ | |
25 | εισιν ἐν τοῖς μαθήμασιν, οὕτως ἐν τοῖς πρακτικοῖς ὁ μὴ παραδεξάμενος τὸ τέλος ἀλλὰ διαφθείρας τὴν τῶν πρακτῶν ἀρχὴν οὐδὲ τὰ λοιπὰ συγχωρήσει. ταύτῃ οὖν ἀμετάπειστον εἴποις ἂν πρὸς τὸ παραδέξασθαι τὰ μαθήματα τὸν διεφθαρκότα τὰς μαθηματικὰς ἀρχάς. οὔτε δὴ ἐν τοῖς μαθηματικοῖς λόγοις διδάσκει τὰς ἀρχάς, τουτέστιν ἀποδείκνυσιν, ἀλλ’ ἀναποδείκτοις αὐταῖς πιστεύ‐ | |
30 | ουσιν οἱ μαθηματικοί, οὔτε ἐν τοῖς πρακτικοῖς τὴν ἀρχὴν ἀποδεικνύομεν, ἀλλ’ ὥσπερ καὶ πρότερον ἔλεγεν, ἠθικὴ ἀρετὴ τίθεται ἐνίοτε μὲν ἡ φυσική, ἔστι | |
δὲ ὅτε ἡ ἐκ τοῦ ἔθους· αὗται γὰρ αἰτίαι τοῦ ὀρθοδοξεῖν περὶ τῆς ἀρχῆς τῆς | 136 | |
137 | οὗ ἕνεκεν. ἢ γὰρ ἐκ φύσεως ἀγαθὴ ἢ ἐξ ἐθῶν καλῶν ἐγγίνεται τοῦτο τὸ ὄνομα τῆς ψυχῆς ὥστε κατιδεῖν τὸ τέλος καὶ ὧδε σπεύδειν τὸν μέλλοντα εὐ‐ δαιμόνως βιώσεσθαι. Εἶτα ἐπαναλαβὼν πάλιν τί λέγει; σώφρων μὲν οὖν ὁ τοιοῦτος· δῆλον | |
5 | ὁ καὶ τὸν λόγον ὀρθὸν καὶ τὸ πάθος ἔχων περὶ τὰς σωματικὰς ἡδονάς· ἀκό‐ λαστος δὲ ὁ ἐναντίος. ὁ δὲ ἐκστατικὸς παρὰ τὸν ὀρθὸν λόγον ἀκρατής· εἰ γὰρ καὶ ὅτι μάλιστα ἰδίως λέγονται ἐκστατικοὶ οἱ τὴν προπετῆ ἀκρασίαν ἀκρατεῖς, ὅμως ἔστιν ὡς πάντες ἐκστατικοὶ λέγοιντο ἂν οἱ ἀκρατεῖς τῷ ὑπὸ τοῦ πάθους ἐξίστασθαι καὶ διὰ τοῦτο μὴ καθορᾶν τρόπον τινὰ τὸν ἐν αὐτοῖς | |
10 | λόγον. τοῦ δ’ ἀκρατοῦς τοσοῦτον κρατεῖ τὸ πάθος ὅσον μὴ πράττειν κατὰ τὸν ὀρθὸν λόγον, οὐ μὴν ὥστε πεπεῖσθαι διώκειν τὰς μὴ καλὰς ἡδονάς. οὐ γὰρ διαφθείρεται αὐτῷ ὁ λόγος ὑπὸ τῆς ἐπιθυμίας, ἀλλὰ μόνον κατισχύεται· βελτίων δ’ ἐστὶν τοῦ ἀκολάστου· σώζεται γὰρ τὸ βέλτιστον ἐν αὐτῷ, ἡ ἀρχή· λέγει δὲ ἀρχὴν τὸν λογισμόν. ἄλλως δ’ ἐστὶν ἐναντίος τῷ ἀκρατεῖ | |
15 | ὁ ἐγκρατής, ὃν λέγει ἐμμενετικὸν εἶναι τῷ λόγῳ διὰ τὸ πάθος, ἐπειδὴ προ‐ ελθὼν λέγει τὸν ἰσχυρογνώμονα ἐμμενετικὸν εἶναι τῇ αὑτοῦ δόξῃ οὐ διὰ πά‐ θος ἀλλὰ λόγον. ὡς εἰπεῖν δὲ σαφέστερον, ὁ μὲν ἐγκρατὴς ἐμμενετικὸς εἶναι λέγεται τῇ αὑτοῦ δόξῃ διὰ τὸ μὴ κρατεῖν αὐτοῦ τὸ πάθος, ὁ δὲ ἰσχυρο‐ γνώμων καὶ αὐτὸς ἐμμενετικὸς εἶναι λέγεται τῇ αὑτοῦ δόξῃ διὰ τὸ μὴ ἡττᾶ‐ | |
20 | σθαι τοῦ ἐναντιουμένου αὐτῷ λόγου. καὶ φανερὸν ὅτι ἡ μὲν ἀκρασία φαύλη ἕξις, ἡ δ’ ἐγκράτεια σπουδαία. Ζητεῖ δὲ ἑξῆς, πότερον ἐγκρατής ἐστιν ὁ ὁποιῳοῦν λόγῳ ἐμμένων ἢ ὁ τῷ ἀληθεῖ καὶ ὁ προαιρέσει ὁποιᾳοῦν ἐμμένων ἢ ὁ τῇ ὀρθῇ προαιρέσει. προαίρεσιν δὲ ἤτοι ταὐτὸν νῦν τῷ λόγῳ εἴληφεν ἐκ παραλλήλου ἢ τὴν βού‐ | |
25 | λησιν ὀνομάζει προαίρεσιν ἢ νὴ Δία προαίρεσιν ὅλως λέγει τὸ ἐκ τοῦ λόγου καὶ τῆς βουλήσεως, ἐπειδὴ ἡ προαίρεσις ἐξ ὀρέξεώς ἐστι καὶ λόγου. ἔστι δὲ ἡ βούλησις ὄρεξις, ἐμμένει δὲ ὁ ἐγκρατὴς καὶ τῷ λόγῳ καὶ τῇ βουλήσει καταγωνιζόμενος ἑτέραν τινὰ ὄρεξιν τὴν ἐπιθυμητικήν. καὶ περὶ τοῦ ἀκρα‐ τοῦς δὲ ἡ αὐτὴ ἀπορία, εἰ ἀκρατής ἐστιν ὁ ὁποιᾳοῦν προαιρέσει καὶ ὁ ὁποιῳ‐ | |
30 | οῦν λόγῳ μὴ ἐμμένων ἢ ὁ τῷ ψευδεῖ λόγῳ καὶ τῇ προαιρέσει τῇ μὴ ὀρθῇ. | |
φησὶ δὲ κατὰ συμβεβηκὸς μὲν εἶναι ἐγκρατῆ τὸν ὁποιῳοῦν λόγῳ ἐμμένοντα | 137 | |
138 | καὶ ὁποιᾳοῦν προαιρέσει, καθ’ αὑτὸ δὲ τὸν τῷ ἀληθεῖ λόγῳ. τὰ δὲ αὐτὰ καὶ περὶ τοῦ ἀκρατοῦς· κατὰ συμβεβηκὸς μὲν γὰρ ἀκρατὴς καὶ ὁ μὴ ἐμμέ‐ νων τῷ ψευδεῖ λόγῳ καὶ τῇ μοχθηρᾷ προαιρέσει, οἰόμενος ἀληθῆ εἶναι τὸν λόγον καὶ χρηστὴν τὴν προαίρεσιν διώκων δὲ παρὰ τὸν ἐν αὑτῷ λόγον τὰς | |
5 | ἐπιθυμίας † εἰ ὄντα ἔτυχε καλά· καθ’ αὑτὸ δὲ ὁ τὸν μὲν ἀληθῆ λόγον παρα‐ βαίνων, διώκων δὲ μοχθηρὰν ἐπιθυμίαν. ὅτι δὲ κατὰ συμβεβηκὸς ὀρθῶς λέγονται καὶ ἐγκρατεῖς καὶ ἀκρατεῖς οἱ λεχθέντες προβιβάζει λέγων· εἰ γάρ τις τοδὶ διὰ τοδὶ αἱρεῖται· κατὰ συμβεβηκὸς δὲ τὸ πρότερον, ὃ λέγει, οὕ‐ τως ἂν γένοιτο γνώριμον. εἴ τις αἱρεῖται οἶνον καὶ ποιεῖται περὶ πολλοῦ, τουτ‐ | |
10 | έστιν περὶ πολλοῦ ποιεῖται ὃ καθ’ αὑτὸ αἱρεῖται, οὕτως οὖν ἔοικε καὶ ὁ τῷ ψευδεῖ λόγῳ ἐμμένων καὶ τῇ φαύλῃ προαιρέσει οἰόμενος ἀληθῆ εἶναι τὸν λόγον καὶ χρηστὴν τὴν προαίρεσιν καὶ καθ’ αὑτὸ μὲν τιμᾶν τὸ ἀληθὲς καὶ τὸ καλόν, κατὰ συμβεβηκὸς δὲ ἐμμενετικός ἐστιν. εἴη ἂν καὶ κατὰ συμβε‐ βηκὸς [ὁ] ἀκρατὴς ὁ μὴ ἐμμένων ψευδεῖ λόγῳ, οἰόμενος δ’ αὐτὸν ἀληθῆ εἶναι | |
15 | καὶ διώκων χρηστὴν ἐπιθυμίαν ὡς φαύλην· ἁπλῶς δὲ καὶ καθ’ αὑτὸ ἐγκρα‐ τὴς μὲν ὁ τῷ ἀληθεῖ λόγῳ ἐμμένων καὶ νικῶν τὴν ἐπιθυμίαν, ἀκρατὴς δὲ ὁ ἐναντίος. Τοὺς δ’ ἰσχυρογνώμονας ἔνιοι μὲν διὰ τὸ ἐμμενετικοὺς εἶναι τῇ αὑ‐ τῶν δόξῃ καὶ δυσπείστους ἐγκρατεῖς νομίζουσιν· ὁ δὲ Ἀριστοτέλης ὅμοιον | |
20 | μέν τι φησὶν αὐτὸν ἔχειν κατὰ τὴν φαντασίαν τῷ ἐγκρατεῖ, καθάπερ καὶ τὸν θρασὺν τῷ ἀνδρείῳ καὶ τὸν χαῦνον τῷ ἐλευθερίῳ· διαφέρει δὲ κατὰ πολλά. ἰδίως δὲ νῦν τὸν χαῦνον εἶπεν ἐοικέναι τῷ ἐλευθερίῳ, ἐν ἄλλοις εἰ‐ πὼν τὸν ἄσωτον αὐτῷ ὅμοιον εἶναι κατὰ τὴν φαντασίαν. πλὴν πῶς διαφέ‐ ρουσιν ὁ ἐγκρατὴς καὶ ὁ ἰσχυρογνώμων δείκνυσιν· ὁ μὲν γὰρ ἐγκρατὴς διὰ | |
25 | πάθος καὶ ἐπιθυμίαν οὐ μεταβάλλει, τουτέστιν οὐ μεταβάλλει τὸν λόγον ἡττώμενος ὑπὸ τῆς ἐπιθυμίας, ἐπεὶ εὔπειστός ἐστιν, ἂν τύχῃ λόγος τις ὀρθός, ἐξιὼν μεταθέσθαι ἧς πρότερον ἔσχε δόξης περὶ ὁτουοῦν· καθόλου γὰρ τὸν ἀληθῆ λόγον περὶ πλείστου ποιεῖται καὶ οὐ πάντως προθέμενος μὴ χρή‐ σασθαι ἡδονῇ ἐμμένει, ἀλλ’ ἂν καιρὸς ᾖ καὶ λόγος αἱρῇ χρήσασθαι, προσή‐ | |
30 | σεται τὴν ἡδονήν· ὁ δὲ ἰσχυρογνώμων ἐμμενετικός ἐστιν τῇ αὑτοῦ δόξῃ οὐχ ὑπὸ λόγου φησί, τουτέστιν οὐχ ἡττώμενος ὑφ’ ἑτέρου λόγου ἀμείνονος, εἰ οὕτως ἔτυχεν, ἐπεὶ ἐνίοτε οἱ ἰσχυρογνώμονες ἄγονται ὑπὸ τῶν ἐπιθυμιῶν καὶ ἡδονῶν ἐν οὐδενὶ ποιησάμενοι τὸν λόγον. ὡς ἐπίπαν δὲ ἰσχυρογνώμονές εἰσι καὶ ἰδιογνώμονες δι’ ἡδονὴν καὶ λύπην· χαίρουσι γὰρ φυλάττοντες τὴν αὑτῶν | |
35 | δόξαν καὶ ὡς εἰπεῖν νικῶντες τοὺς ἐναντίους λόγους τῷ μὴ μεταπείθεσθαι καὶ | 138 |
139 | λυποῦνται, ἂν μεταπείθωνται, ὥστε 〈τῷ〉 ἀκρατεῖ δι’ ἡδονὴν μᾶλλον ἐοίκασιν ἢ τῷ ἐγκρατεῖ. δι’ ἡδονὴν γὰρ ἁμαρτάνουσιν ἐνίοτε καὶ οὐ μεταπείθονται πρὸς τὸ βέλτιον. ἑπόμενον δ’ ἦν λέγειν ‘οἱ δὲ ἄγροικοι καὶ ἀμαθεῖς διὰ ἀπαιδευσίαν καὶ σκληρότητα ἤθους οὐ μεταπείθονται‘, ἀλλὰ παραιτεῖται τοῦτο | |
5 | ἐν τῷ λόγῳ. Ἑξῆς δ’ ἐπισημειοῦται ὅτι εἰσί τινες φαντασίας ἀκρατεῖς ἔχοντες, οὐκ ὄντες δὲ ἀκρατεῖς οὐδὲ ψεκτοὶ ἀλλὰ τοὐναντίον καὶ ἐπαινετοί, οἷον οἱ τοῖς δόξασιν αὐτοῖς οὐκ ἐμμένοντες δι’ ἡδονὴν ἀλλὰ καλὴν καὶ ἐπαινετήν, οἷον ὡς ἐν τῷ Φιλοκτήτῃ τῷ Σοφοκλέους ὁ Νεοπτόλεμος· ἀνεπείσθη μὲν γὰρ ὑπὸ | |
10 | τοῦ Ὀδυσσέως τὰ ψευδῆ λέγειν πρὸς τὸν Φιλοκτήτην, οὐκ ἐμμένει δὲ χαίρων καὶ ἡδόμενος τῷ μὴ ψεύδεσθαι. ὥστε οὐ πᾶς ὁ δι’ ἡδονὴν μὴ ἐμμένων τοῖς δόξασιν ἀκρατής, ἀλλ’ ὁ δι’ αἰσχράν. βούλεται δὲ ὁ Ἀριστοτέλης καὶ τὴν ἐγκράτειαν μεσότητα εἶναι καθάπερ καὶ τὰς ἀρετάς. εἰ γὰρ μή ἐστιν ἀρετὴ ἀλλ’ ἐπαινετή γε ἕξις, καὶ αἱ παρακείμεναι αὐτῇ καθ’ ὑπερβολὴν καὶ ἔνδειαν | |
15 | διαθέσεις, εἰ καὶ μὴ παντελῶς κακαί, ψεκταί εἰσιν. καθάπερ οὖν τῇ σωφρο‐ σύνῃ μεσότητι οὔσῃ περὶ τὰς σωματικὰς ἡδονὰς καὶ τοῦ λόγου ὀρθοῦ ὄντος τοῦ ἐν τῷ σώφρονι καὶ τῆς ὀρέξεως παρέκειντο ὁ μὲν ἀκόλαστος ὑπερβάλλων ἐν ταῖς ἡδοναῖς, ὥστε καὶ τὸν λόγον ἐν αὐτῷ διεφθάρθαι καὶ τὴν ὄρεξιν, ὁ δὲ ἀναίσθητος ἐλλείπων καὶ μηδὲ ταῖς φυσικαῖς χρώμενος (φαῦλος δὲ καὶ | |
20 | ἐν αὐτῷ ὅ τε λόγος καὶ ἡ ὄρεξις), οὕτως τῷ ἐγκρατεῖ μὴ ἡττωμένῳ τῶν παρὰ τὸν λόγον ἐπιθυμιῶν διὰ τὸ ἐμμένειν τῷ λόγῳ παράκεινται ὁ μὲν ἀκρατής, ἡττώμενος μὲν ὑπὸ τῶν ἐπιθυμιῶν καὶ τῶν αἰσχρῶν ἡδονῶν, παραβαίνων δὲ τὸν ἀπαγορεύοντα λόγον αὐταῖς χρῆσθαι. καὶ οὗτος μὲν τέτακται κατὰ τὴν ὑπερβολήν· ἄλλος δέ τις ἂν εἴη οἷος ἧττον ἢ δεῖ χαίρειν τοῖς σωματικοῖς | |
25 | καὶ οὐκ ἐμμένων τῷ λόγῳ κελεύοντι χρῆσθαι ταῖς ἡδοναῖς. πότερον δὲ ἐπιθυμῶν ὅμως οὐκ ἐνδίδωσι ταῖς ἐπιθυμίαις ἢ οὐδὲ ἐπιθυμεῖ; ὁ μὲν γὰρ Ἀρι‐ στοτέλης ἐμφαίνει μὴ ἐπιθυμεῖν αὐτόν, λέγων ἧττον ἢ δεῖ χαίρειν αὐτὸν ταῖς σωματικαῖς ἡδοναῖς. ἆρα δὲ ἐγχωρεῖ καὶ τὸν ἐπιθυμοῦντα καὶ τοῦ λόγου κε‐ λεύοντος νῦν χρῆσθαι ταῖς ἡδοναῖς ταῖσδε ὅμως λόγον τινὰ ἔχειν ἐναντιού‐ | |
30 | μενον καθόλου, ὅτι οὐ δεῖ χρῆσθαι ἡδοναῖς ἢ εἰ μὴ λόγον, ἵνα μὴ ἅμα ἐναν‐ | |
τίοι ὦσιν ἐν αὐτῷ λόγοι ἀλλὰ βούλησιν ἢ ἄλογόν τινα ὁρμὴν ὑπὸ ἀγριότητος | 139 | |
140 | ἤθους, ἐπιστήσειεν ἄν τις. οὗτος δ’ οὖν ἔοικε κατὰ τὴν ἔλλειψιν τετάχθαι, ἔστι δὲ ἀνώνυμος διὰ τὸ μὴ γίνεσθαι ῥᾳδίως· ἀγαπητὸν γὰρ εὑρεῖν τινας το‐ σαύταις χρωμένους ἡδοναῖς, ὅσαις προστάσσει ὁ λόγος ἢ μηδὲ τοῦ λόγου ἐν‐ διδόντος ὅμως φεύγοντας τὴν ἡδονήν· διὰ δὲ τὸ μὴ γίνεσθαι τοιούτους δοκεῖ | |
5 | ἡ ἐγκράτεια μόνη ἀντικεῖσθαι τῇ ἀκρασίᾳ, καθάπερ καὶ ἡ σωφροσύνη μόνη δοκεῖ ἀντικεῖσθαι τῇ ἀκολασίᾳ διὰ τὸ τὴν καλουμένην ἀναισθησίαν σπανίως ἢ ἐν μηδενὶ εὑρίσκεσθαι. Ὅταν δὲ λέγῃ τὸν μὲν ἀκρατῆ μὴ ἐμμένειν τῷ λόγῳ διὰ τὸ μᾶλλον, τὸν δὲ διὰ τὸ ἧττον, τοῦτο δηλοῖ, ὅτι ὁ μὲν ἀκρατὴς οὐκ ἐμμένει διὰ τὸ | |
10 | μᾶλλον ἢ δεῖ εἴκειν ταῖς ἡδοναῖς, ὁ δὲ διὰ τὸ ἧττον ἢ δεῖ· τοῦτο δέ ἐστι διὰ τὸ μὴ δέχεσθαι μηδὲ ἃς δεῖ ἡδονάς. διὰ τί δὲ λέγομεν πολλάκις τὸν σώφρονα ἐγκρατῆ καὶ τὸν ἀκόλαστον ἀκρατῆ, διδάσκει· πολλὰ γάρ, φησί, καθ’ ὁμοιότητα λέγεται· ὅμοιος δὲ δοκεῖ ὁ ἐγκρατὴς τῷ σώφρονι (ἑκάτερος γὰρ αὐτῶν οἷος μηδὲν παρὰ τὸν λόγον διὰ τὰς σωματικὰς ἡδονὰς ποιεῖν), | |
15 | πλὴν διαφέρουσιν, ὡς πολλάκις εἴρηται, τῷ τὸν μὲν σώφρονα μὴ ἔχειν φαύλας ἡδονάς, τὸν δὲ ἐγκρατῆ ἔχειν· καὶ ὁ μὲν σώφρων οἷος μήτε ἥδεσθαι μήτε χαίρειν ἄλλαις ἢ αἷς ὁ λόγος κελεύει ἡδοναῖς, ὁ δ’ ἐγκρατὴς τῷ μὲν νοσεῖν αὐτῷ τὸ ἐπιθυμητικὸν οἷος ἥδεσθαι ταῖς φαύλαις ἡδοναῖς, οὐ μέντοι ἄγεται ὑπ’ αὐτῶν, νικῶντος τοῦ ἐν αὐτῷ λόγου. δῆλον δὲ καὶ ὅτι ὁ ἀκόλαστος | |
20 | ἀκρατὴς καθ’ ὁμοιότητα λέγεται· ἀμφότεροι γὰρ τὰς σωματικὰς ἡδονὰς διώ‐ κουσι, διαφέρει δὲ ὅτι ὁ μὲν ἀκόλαστος καὶ πέπεισται διωκτέον αὐτὰς εἶναι, ὁ δὲ οὐ πέπεισται· λέγει δὲ ὅτι οὐχ οἷόντε ἅμα φρόνιμον εἶναι καὶ ἀκρατῆ. δέδεικται γὰρ ἐν τοῖς ἔμπροσθεν λόγοις ὁ τῷ ὄντι φρόνιμος ὅτι σπουδαῖος τὸ ἦθος καὶ πάσας ἔχων τὰς ἠθικὰς ἀρετάς, ὥστε καὶ τὴν σωφροσύνην· ἀδύ‐ | |
25 | νατον δὲ τὸν αὐτὸν σώφρονα καὶ ἀκρατῆ εἶναι· ἔτι φρόνιμον κυρίως καὶ κατ’ ἀλήθειαν οὐ τὸν εἰδότα μόνον τὰ δίκαια, ἀλλὰ καὶ τὸν πρακτικὸν ὧν δεῖ, καθάπερ δίκαιον οὐ τὸν εἰδότα μόνον. ὁ δ’ ἀκρατὴς οὐ πρακτικὸς τῶν δι‐ καίων, ὥστε οὐ φρόνιμος. τὸν δὲ δεινὸν ἐνδέχεται ἀκρατῆ εἶναι· διὸ καὶ δοκεῖ φρόνιμος ἀκρατὴς εἶναι. τὸν γὰρ δεινὸν ἔνιοι φρόνιμον ὑπολαμβάνουσιν, | |
30 | ἔχουσι γάρ τινα ὁμοιότητα κατὰ τὸν λόγον· ἀμφότεροι γὰρ συνορατικοὶ τῶν εἰς τὸ προτεθὲν τέλος φερόντων· ἣν δὲ ἔχουσι διαφορὰν πρότερον εἴρηκεν· ἔτι δὲ οὐχ ὡς ὁ εἰδὼς τὰ πρακτὰ θεωρήματα παραβήσεται καὶ ἀκρατεύσεται, | |
ἀλλὰ πάσχων παραπλήσιόν τι πάθος τῷ οἰνωμένῳ· ἐξίσταται γάρ πως καὶ | 140 | |
141 | σκοτοδινιᾷ ὑπὸ τοῦ πάθους ὁ ἀκρατής, μὴ ἀκριβῶς καθορῶν τὸν ἐν αὑτῷ λόγον καὶ ἑκὼν μὲν ποιεῖ ὁ ἀκρατὴς τρόπον τινὰ εἰδὼς ὅτι οὐ πρακτέον ποιεῖ· ἔχει γὰρ τὸν λόγον τὸν ἀπαγορεύοντα, ταραττόμενον δὲ ὑπὸ τοῦ πά‐ θους. οὐκ ἔστι δὲ πονηρὸς παντελῶς ἀλλ’ ἡμιμόχθηρος· κακὸς μὲν γὰρ παν‐ | |
5 | τελῶς, ᾧ ὅλη διέφθαρται ἡ ψυχή· καὶ τὸ ἄλογον φαῦλόν ἐστιν· τοῦ δὲ ἀκρα‐ τοῦς ἡ προαίρεσις ἐπιεικής· προαίρεσιν δὲ πάλιν ἢ τὸν λόγον εἴρηκεν ἢ σὺν αὐτῷ καὶ τὴν βούλευσιν. οὔ φησι δὲ τὸν ἀκρατῆ ἄδικον εἶναι διὰ τὸ μὴ εἶναι ἐπίβουλον· ὁ μὲν γὰρ ἐπίβουλος, βουλευσάμενος δηλονότι κακά, ἐν‐ εδρεύει καὶ κακουργεῖ· τῶν δὲ ἀκρατῶν ὁ μὲν βουλευόμενος καὶ μὴ ἐμμένων | |
10 | 〈***〉 χρῆσθαι βούλεται, ὥστε οὐδέτερος ἐπίβουλος. Δῆλα δὲ ἃ καὶ μετὰ ταῦτα προσέθηκεν, ὅτι ἡ ἀκρασία καὶ ἡ ἐγκράτεια περὶ ὑπερβολήν ἐστι τῆς τῶν πολλῶν ἕξεως· ὁ μὲν γὰρ ἐγκρατὴς ὑπερβάλλει αὐτοὺς ἐν τῷ ἐμμένειν μᾶλλον τῷ λόγῳ καὶ μὴ χρῆσθαι αἷς ἐκεῖνοι χρῶνται ἡδοναῖς, ὁ δὲ ἀκρατὴς ὑπερβάλλει τῷ χείρων αὐτῶν εἶναι καὶ μηδὲ ὧν ἀπέ‐ | |
15 | χονται, δυνατὸς εἶναι τούτων ἀφίστασθαι καὶ ταῦτα κελεύοντος τοῦ ἐν αὐτῷ λόγου. εὐιατοτέραν δὲ λέγει τὴν τῶν μελαγχολικῶν καὶ ὅλως τὴν προπετε‐ στέραν λεγομένην ἀκρασίαν τῆς τῶν βουλευομένων μέν, μὴ ἐμμενόντων δέ (δῆλον γὰρ ὡς ἂν ἐθισθῶσι βουλεύεσθαι οἱ προπετεῖς, ταχὺ μεταβάλλονται)· ἔτι τοὺς δι’ ἔθους ἀκρατεῖς εὐιατοτέρους τῶν διὰ φύσεως· δυσμετακίνητον | |
20 | γὰρ ἡ φύσις· καὶ τὸ ἔθος γὰρ διὰ τοῦτο δυσμετάθετον, ὅτι φύσει τι ὅμοιον ποιεῖ. Περὶ δὲ ἡδονῆς καὶ λύπης οἰκείαν φησὶν εἶναι τὴν θεωρίαν τῷ πο‐ λιτικῷ φιλοσόφῳ. ἔστι γὰρ τοῦ τέλους ἀρχιτέκτων. διὰ τί δὲ λέγει αὐ‐ τὸν ἀρχιτέκτονα τοῦ τέλους; ἢ ὅτι πᾶς λέγεται ἀρχιτέκτων ἐκείνου, οὗ ὑφη‐ | |
25 | γητής ἐστι τῆς κατασκευῆς; ὁ δὲ πολιτικὸς ὑφηγεῖται, ὅπως ἂν γένοιτο εὐ‐ δαιμονία. ἔτι φρόνησις ἀρχιτεκτονικὴ λέγεται, διότι τὸν λόγον παρέχει ταῖς ἠθικαῖς ἀρεταῖς. ἔστι δὲ ἡ πολιτικὴ φρόνησις περὶ πόλιν καὶ πόλεως εὐδαι‐ μονίαν. εἰκότως οὖν καὶ αὐτὴ ἀρχιτεκτονικὴ λέγεται τοῦ τέλους καὶ ὁ ἔχων αὐτὴν ὁ πολιτικός. ἐπεὶ οὖν πρὸς τὸ τέλος βλέποντες τὸ μὲν ἀγαθὸν ἁπλῶς | |
30 | λέγομεν τὸ δὲ κακόν, ἀγαθὸν μὲν τὸ φέρον εἰς τὸ τέλος καὶ τὴν εὐδαιμονίαν, | 141 |
142 | κακὸν δὲ τὸ ἐμποδιστικὸν ταύτης, δῆλον ὡς τοῦ ἀρχιτεκτονοῦντος τέλος καὶ ἡ περὶ ἡδονῆς ἢ λύπης θεωρία, εἴτε φέρει εἰς τὴν εὐδαιμονίαν εἴτε ἔμπαλιν ἐμποδίζει. ἔτι δέ, ἐπεί ἐστιν ἡ ἠθικὴ ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας, ὡς δέ‐ δεικται, ἡ δὲ πολιτικὴ περὶ ἐπιμέλειαν τῆς ἠθικῆς ἀρετῆς ἐστιν, ἀναγκαῖον | |
5 | τῷ πολιτικῷ ἐπισκοπεῖν περὶ αὐτῶν. ἔτι τὴν εὐδαιμονίαν οἱ πλεῖστοι μεθ’ ἡδονῆς εἶναί φασι καὶ τὸν εὐδαίμονα μακάριον ὠνομάσθαι, οἷον ὡς ἂν εἴποις μάλα χαίροντα. καὶ διὰ τοῦτο οὖν οἰκεία τῷ πολιτικῷ ἡ περὶ ἡδο‐ νῆς καὶ λύπης θεωρία. ἐνίοις μὲν οὖν δοκεῖ μηδεμία ἡδονὴ εἶναι ἀγαθόν, ἧς δόξης φασὶ καὶ Ἀντισθένη γεγονέναι· λέγουσι γοῦν τὴν ἡδονὴν μήτε καθ’ | |
10 | αὑτὸ μήτε κατὰ συμβεβηκὸς εἶναι ἀγαθόν. ἔστι γὰρ τῶν ἀγαθῶν τὰ μὲν καθ’ αὐτά, οἷον αἱ ἀρεταὶ καὶ αἱ κατ’ αὐτὰς ἐνέργειαι, τὰ δὲ κατὰ συμβε‐ βηκός, οἷον ἰατρεῖαι τομαὶ καύσεις καὶ οἱ πόνοι· οὐδὲν γὰρ τούτων αἱρούμεθα δι’ αὑτό, ἀλλὰ δι’ ἕτερον καὶ κατὰ συμβεβηκός· τὴν δὲ ἡδονὴν οὐδετέρως εἶναι ἀγαθὸν οὔτε ὡς καθ’ αὑτὸ οὔτε ὡς κατὰ συμβεβηκός. οὐ γὰρ εἶναι | |
15 | ταὐτὸν ἀγαθὸν καὶ τὴν ἡδονήν· οὕτως μὲν οὖν ἐχούσης τῆς γραφῆς, ῥᾳδία ἡ ἐξήγησις· οὐ γάρ φασιν οὔτε καθ’ αὑτὸ οὔτε κατὰ συμβεβηκὸς ἀγα‐ θὸν εἶναι τὴν ἡδονήν, ἐπεὶ μὴ ἔστι † τινὶ ταὐτὸν τινὶ ἀγαθῷ. ἐὰν δὲ ᾖ σὺν τῷ ἄρθρῳ γεγραμμένον, οὐ γὰρ εἶναι ταὐτὸν τῷ ἀγαθῷ καὶ τὴν ἡδο‐ νήν, ἀλόγως φανεῖται τοῦτ’ ἐπενηνέχθαι· εἴτε γὰρ τὸ ἀγαθὸν ὡς γένος λαμ‐ | |
20 | βάνεται τῶν ἀγαθῶν, εἴτε ὡς εὐδαιμονία πῶς τοῦτο ἐνδείκνυται, ὅτι οὔτε τῶν καθ’ αὑτό τι ἀγαθῶν ἐστιν ἡ ἡδονὴ οὔτε τῶν κατὰ συμβεβηκός; ὥσπερ γὰρ αἰτίαν ταῦτα ἐπιφέρει, οὐκ ἔστι δὲ αἰτία τοῦ μὴ εἶναι ἀγαθὸν τὴν ἡδονὴν τῷ μήτε γένη εἶναι τῶν ἀγαθῶν μήτε ταὐτὸν τῇ εὐδαιμονίᾳ. καὶ γὰρ ἄλλα ἀγαθὰ μέν ἐστιν, οὐ ταὐτὰ δὲ τῷ κοινῷ ἀγαθῷ ἢ τῇ εὐδαιμονίᾳ. ἀλλὰ μή‐ | |
25 | ποτε ἐπειδὴ ὁμωνύμως ἐδόκει λέγεσθαι τὸ ἀγαθόν, δοκεῖ λέγειν ὅτι οὐδενὶ τῶν δηλουμένων ὑπὸ τοῦ ἀγαθοῦ ταὐτόν ἐστιν. ἢ οὕτως εἴρηκεν, ἐπειδὴ προελθὼν μέλλει δείξειν τὴν ἡδονὴν μὴ οὖσαν ἀγαθὸν ἐκ τοῦ μὴ εἶναι τῇ εὐδαιμονίᾳ ταὐτὸν τῷ γένει· δῆλος δὲ ἔσται ὁ λόγος οὗτος ὀλίγον ὕστερον. ἀλλ’ οὖν τοῖς μὲν δοκεῖ μηδεμία ἡδονὴ εἶναι ἀγαθόν, τοῖς δὲ μία μὲν ἀγαθή, | |
30 | αἱ δὲ πολλαὶ φαῦλαι, τοῖς δὲ εἰ καὶ πᾶσαι ἀγαθὸν ὅμως μὴ εἶναι τὴν ἡδονὴν τὸ ἄριστον, τουτέστιν μὴ εἶναι εὐδαιμονίαν, οἷς ἐναντιοῦνται οἱ λέγοντες τὴν εὐδαιμονίαν ἡδονὴν εἶναι. ὅλως μὲν οὖν οὐκ ἀγαθόν, τοῦτό ἐστι καθόλου μὲν οὖν οὐδεμία ἡδονὴ ἀγαθόν, ὅτι πᾶσα ἡδονὴ γένεσις εἰς φύσιν αἰ‐ σθητή· γένεσις μὲν οὖν εἰς φύσιν λέγεται, διότι ἀναπλήρωσίς τις δοκεῖ τῆς | |
35 | ἐνδείας εἶναι καὶ ἄγειν εἰς τὸ ἀγαθὸν κατὰ φύσιν. ἡ μὲν γὰρ πεῖνα ἔνδεια | 142 |
143 | τῆς φυσικῆς καταστάσεως, ἡ δὲ ἐν τῷ ἐσθίειν ἡδονὴ ἀναπλήρωσις τῆς ἐν‐ δείας καὶ ἀγωγὴ εἰς τὸ κατὰ φύσιν, ἡ δὲ ἐν τῷ πίνειν ἡδονὴ ἀναπλήρωσις καὶ γένεσις ἄγουσα εἰς τὸ κατὰ φύσιν. διὰ μὲν ταῦτα γένεσις εἰς φύσιν· αἰ‐ σθητὴ δὲ ὅτι εἰσὶ καὶ ἄλλαι γενέσεις ἐν ἡμῖν, οἷον αἱ αἱματώσεις καὶ ἀνα‐ | |
5 | δόσεις τῆς τροφῆς, αἳ οὐκ εἰσὶν ἡδοναὶ διὰ τὸ λεληθέναι· ἀλλ’ ἐὰν ἡ γένεσις καὶ ἀναπλήρωσις αἰσθητὴ ᾖ, τότε γίνεται ἡδονή· ὁ δὴ λόγος τοιοῦτος· οὐδε‐ μία γένεσις συγγενὴς τῷ τέλει· ἡ δὲ ἡδονὴ γένεσις· οὐκ ἄρα ἐστὶν ὁμογενὴς τῷ τέλει· τὸ δὲ τέλος καὶ ἡ εὐδαιμονία ἀγαθόν· οὐκ ἄρα ἀγαθὸν ἡ ἡδονή, εἴ γε μή ἐστιν ὑπὸ τὸ αὐτὸ γένος. διὰ τοῦτον μὲν τὸν λόγον ἔφαμεν ἐγ‐ | |
10 | χωρεῖν γεγράφθαι μετὰ τοῦ ἄρθρου τὸ ἀγαθόν. ὅτι δὲ οὐδεμία γένεσις ὁμο‐ γενὴς τῷ τέλει, ἐκ τῆς ἐπαγωγῆς πειρῶνται δεικνύναι. ἡ μὲν γὰρ οἰκοδόμησις γένεσις, ἡ δὲ οἰκία τέλος καὶ οὐκ εἰσὶν ὁμογενεῖς· ἡ μὲν γὰρ οἰκία οὐσία, ἡ δὲ οἰκοδόμησις καὶ τοῦ ποιεῖν καὶ τοῦ πρός τι· ἔτι ἡ ναυπήγησις γένεσις, ἡ δὲ ναῦς τέλος, καὶ οὐχ ὁμογενεῖς, καὶ ἐπὶ πολλῶν ἄν τις οὕτως λάβοι. ἔτι δὲ | |
15 | ψευδὴς οὗτος ὁ λόγος (καὶ γὰρ τὸ ἀγαθὸν γένος λαμβάνει οὐκ ὂν ἀλλὰ κατη‐ γορούμενον ὁμωνύμως), καὶ τὸ μηδεμίαν γένεσιν ὁμογενῆ εἶναι τῷ τέλει ψεῦ‐ δος· ἵνα γάρ τις δῷ γένος τὸ ἀγαθόν, ἡ ἀρετὴ καὶ ἑκάστη τῶν κατ’ ἀρετὴν ἐνεργειῶν ποιήσεις οὖσαι τοῦ τέλους, ταῦτα γένεσις ἂν λέγοιτο· ἀλλ’ ἔστιν αὐτῶν ἑκάστη ἀγαθόν· λεχθήσεται δὲ καὶ ὑπ’ αὐτοῦ πρὸς τὸν λόγον. ἔτι | |
20 | πρὸς τὸ μὴ εἶναι ἀγαθὸν τὴν ἡδονὴν ἐπιφέρουσι τὸ τόν τε σώφρονα φεύ‐ γειν τὰς ἡδονὰς καὶ τὸν φρόνιμον τὸ ἄλυπον διώκειν ἀλλὰ μὴ τὴν ἡδονήν. εὐσταθὴς γάρ ἐστι καὶ ἐν καταστήματι ὁ φρόνιμος, ἡ δὲ ἡδονὴ ταραχῶδες. διὸ τὴν ἀλυπίαν, εὐστάθειάν τινα οὖσαν, διώκει, οὐ τὴν ἡδονήν. ἔτι τὸ τοῦ ἀγαθοῦ ἐμποδιστικὸν οὐκ ἀγαθόν, τοιοῦτον δὲ ἡ ἡδονή· οὐκ ἄρα ἀγαθόν. | |
25 | ὅτι δὲ ἐμποδιστικὸν ἡ ἡδονὴ τοῦ φρονεῖν δῆλον νομίζουσιν· οὐδεὶς γὰρ ἂν οὔτε βουλεύσαιτο οὔτε εὕροι τι περὶ ἡδονὰς ὢν καὶ ἡδόμενος. μηνύει δὲ καὶ ὅσῳ ἄν τις ἐν μείζοσι μᾶλλον ἡδοναῖς ᾖ, μὴ δύνασθαι νοεῖν αὐτόν· ἐν γοῦν τῇ τῶν ἀφροδισίων ἡδονῇ ὄντα τι νοεῖν ἢ σκοπεῖν οὐ ῥᾴδιον. ἔτι παν‐ τὸς ἀγαθοῦ ἐστι τέχνη, ἡδονῆς δὲ οὐκ ἔστι τέχνη· οὐκ ἄρα ἀγαθόν. ἔτι | |
30 | ὅσα διώκεται ὑπὸ τῶν ἀφρονεστάτων, οὐκ ἀγαθά· αἱ ἡδοναὶ δὲ ὑπὸ τῶν παίδων καὶ θηρίων· οὐκ ἄρα ἀγαθά. διὰ μὲν οὖν τούτων πειρῶνται δεικνύειν ὅτι οὐδεμία ἡδονὴ ἀγαθόν. οἱ δὲ λέγοντες μὴ πάσας εἶναι σπουδαίας τὰς | |
ἡδονάς, δεικνύουσιν ἐκ τοῦ πολλὰς αἰσχρὰς εἶναι, οἷον τὰς τῶν ἀκολάστων | 143 | |
144 | καὶ τῶν κιναίδων, καὶ ἐκ τοῦ πολλὰς βλαβεράς. διὰ γὰρ τὰς ὑπερβολὰς αὐ‐ τῶν καὶ τὰ σώματα νοσοῦσι καὶ εἰς οὐσίας βλάπτονται καὶ τὸ μέγιστον εἰς τὴν ψυχήν. οὐδενὸς γὰρ ἐπιμελούμενοι τῶν καλῶν διὰ τὴν περὶ τὰς ἡδονὰς σπουδὴν ἀφρονέστατοι καὶ ἀνοητότατοι διατελοῦσιν. ὅτι δὲ οὐκ ἄριστον, ὅτι | |
5 | οὐδὲ τέλος ἡ ἡδονή, πάλιν ἐκ τοῦ τέλους δείκνυσιν. οὐδὲν γὰρ τέλος ἐν γενέσει ἀλλὰ μετὰ τὴν γένεσιν. Μετὰ ταῦτα ἐνίσταται πρὸς τοὺς εἰρημένους λόγους. ὅτι γὰρ οὐ συμ‐ βαίνει ἐπὶ τοῖς ῥηθεῖσι μὴ εἶναι ἀγαθὸν τὴν ἡδονὴν μηδὲ τὸ ἄριστον ἐκ τῶνδε δῆλον· τὸ γὰρ ἀγαθὸν διττῶς λέγεται· τὸ μὲν ἁπλῶς, τὸ δὲ τινί. ἁπλῶς | |
10 | μὲν γὰρ ἀγαθὸν τὸ πᾶσιν ἀγαθόν, οἷον αἱ ἀρεταὶ καὶ αἱ κατ’ αὐτὰς ἐνέρ‐ γειαι, τινὶ δὲ τομαὶ καύσεις. ταῦτα γὰρ ἁπλῶς μὲν οὐκ ἀγαθά, τινὶ δέ, τῷ δεομένῳ ἰατρείας. λέγοιτο δ’ ἄν πως καὶ νόσος, καίπερ ἁπλῶς οὖσα κακόν, τινὶ ἀγαθόν, οἷον τῷ μοχθηρῷ· τούτῳ γὰρ λυσιτελεῖν καὶ νοσεῖν καὶ πένε‐ σθαι· ἧττον γὰρ δυνήσεται κακουργεῖν. ἐπεὶ οὖν τὸ ἀγαθὸν διχῶς, καὶ αἱ | |
15 | φύσεις καὶ αἱ ἕξεις ἀκολουθήσουσιν, ὥστε εἶναι τὰς μὲν ἁπλῶς ἀγαθάς, τὰς δὲ τινί. αἱ γὰρ φυσικαὶ διαθέσεις καὶ ἕξεις αἱ μὲν ἁπλῶς ἀγαθαί, οἷον αἱ ἀρεταί, αἱ δὲ τισίν, οἷον αἱ φυσικαὶ καταστάσεις καὶ σωματικαὶ ἕξεις ὑγίεια εὐεξία εὐαισθησία. τινὶ γὰρ ταῦτα ἀγαθά, τῷ σπουδαίῳ, καὶ διὰ τοῦτο λέγε‐ ται καὶ ἁπλῶς ἀγαθά· καὶ ἡ νοσώδης ἕξις τινὶ ἀγαθόν, λέγω δὲ τῷ μοχ‐ | |
20 | θηρῷ. τῷ δὲ τὰς ἕξεις τὰς μὲν εἶναι ἁπλῶς ἀγαθόν, τὰς δὲ τινί, ἀκολουθεῖν καὶ τὰς κινήσεις καὶ τὰς γενέσεις τὰς ἐπ’ αὐτῶν γενομένας τὰς μὲν ἁπλῶς ἀγαθὰς εἶναι, τὰς δὲ τινί· καὶ αἱ δοκοῦσαι ἁπλῶς φαῦλαι τινὶ οὐκ ἔσονται φαῦλαι, ἀλλ’ αἱρεταὶ τῷδε, οἷον αἱ νοσεραὶ κινήσεις, ἁπλῶς οὖσαι φαῦλαι, τῷ ἀνιάτως ἔχοντι διὰ μοχθηρίαν ἀεὶ λυσιτελοῦσιν· ἰατρεῖαι γὰρ αὐτοῦ γί‐ | |
25 | νονται ταῖς κατὰ τὴν μοχθηρίαν ἐνεργείαις· αἱ δὲ οὐδὲ αἱρεταὶ τῷδε, ἀλλὰ ποτέ, οἷον τῷ νοσοῦντι τομαὶ καὶ ἰατρεῖαι τότε ὅτε νοσεῖ· ἁπλῶς δὲ οὐκ εἰσὶν αἱρεταί· αἱ δὲ ἀεὶ, αἱ δὲ οὔ· οὕτως οὐδὲ ἡδοναί εἰσι, φησί, ἀλλὰ φαίνονται, οἷον ὅσαι μετὰ λύπης, ὥσπερ αἱ τῶν καμνόντων. αἱ γὰρ ἀληθεῖς ἡδοναὶ τοῖς κατὰ φύσιν διακειμένοις· εἰ δ’ αἱ τῶν νο‐ | |
30 | σούντων ἡδοναὶ παρὰ φύσιν, πολλῷ μᾶλλον αἱ τῶν ἀκολάστων· μᾶλλον γὰρ παρὰ φύσιν οὗτοι διάκεινται. ταῦτα δὲ λέγεται πρὸς τοὺς φάσκοντας μὴ εἶναι ἀγαθὸν τὴν ἡδονήν, ἐπειδὴ ἡ γένεσίς ἐστι κίνησις. αἱ μὲν γὰρ τῶν ἀγαθῶν ἕξεων κινήσεις καὶ γενέσεις ἀγαθαί, αἱ δὲ τῶν φαύλων φαῦ‐ λαι, ὥστε εἰ καί τις δῴη κίνησιν ἢ γένεσιν εἶναι τὴν ἡδονήν, οὐ πᾶσα | |
35 | φαύλη ἀλλ’ ἡ ἀπὸ 〈τῆς φαύλησ〉 ἕξεως γινομένη φαύλη, ἡ δ’ ἀπὸ τῆς | |
ἐπιεικοῦς ἐπιεικής. | 144 | |
145 | Μετὰ ταῦτα δείκνυσιν οὔτε γένεσιν οὖσαν τὴν ἡδονὴν οὔτε κίνησιν. ἐπεὶ δὲ τοῦ ἀγαθοῦ τὸ μὲν ἐνέργεια τὸ δὲ ἕξις, ὡς ἕξις μὲν ἀγαθὸν ἀρετή, ὡς ἐνέργεια δὲ ἡ κατ’ ἀρετὴν ἐνέργεια, καὶ αἴσθησις μὲν ἀγαθὸν ὡς ἕξις (λέγω δὲ αἴσθησιν τὴν δύναμιν, ἡ δὲ κατ’ ἐνέργειαν αἴσθησις ἀγαθὸν ὡς ἐνέρ‐ | |
5 | γεια), ἡ ἡδονὴ ἀγαθόν ἐστιν οὐχ ὡς ἕξις ἀλλ’ ὡς ἐνέργεια τῆς φύσεως. κατὰ συμβεβηκὸς δὲ αἱ ἀναπληρώσεις καὶ ἀποκαταστάσεις, αἵ εἰσιν εἰς τὴν φύσιν ἡδεῖαι. προηγουμένως μὲν γὰρ ἡδόμεθα διὰ τὸ ἐνεργεῖν τὴν φύσιν τρεφομένων ἡμῶν· λέγω δὲ φύσιν τὴν ψυχήν. ἐνεργεῖ γὰρ τότε ἡ θρεπτική, καὶ διὰ τοῦτο ἡδόμεθα. συμβαίνει δὲ τὸ τηνικαῦτα καὶ ἀναπλήρωσιν γενέ‐ | |
10 | σθαι. ἔστι δὲ ἡ ἡδονὴ ἐνέργεια τῆς ὑπολοίπου ἐν ἡμῖν φύσεως καὶ ἕξεως. κἂν γὰρ ἐνδεεῖς ὦμεν κατὰ τὸ σῶμα τήν γε φύσιν ὑπολελειμμένην καὶ δυνα‐ μένην ἐν αὐτῇ ἐνεργεῖν ἔχομεν αὐτὴν συμπαρόντων αὐτῇ τῶν σιτίων καὶ τῶν ποτῶν † ἐνεργεῖν. καὶ ἡ μὲν ἡδονὴ κατ’ ἐνέργειαν, κατὰ συμβεβηκὸς δέ, ὥς φησιν, ἀναπλήρωσις γίνεται τοῦ ἐνδέοντος ἐν τῷ σώματι. τεκμήριον δὲ | |
15 | μέγιστον τοῦ μὴ εἶναι γένεσιν τὴν ἡδονήν, ὃ λέγει· πολλαὶ γὰρ ἡδοναὶ ἄνευ λύ‐ πης καὶ ἐπιθυμίας, οὐδεμιᾶς ἐνούσης ἐνδείας, οἷον αἱ θεωρητικαί, καὶ αὗται μὲν αὐτῆς τῆς ψυχῆς καθ’ αὑτὴν ἐνεργούσης, ἔνιαι δὲ καὶ διὰ τοῦ σώματος, οἷον αἱ δι’ ὁράσεως καὶ ὀσφρήσεως καὶ ἀκοῆς, ὧν οὐδεμία γίνεται προλυπη‐ θεῖσιν. ἔδει δέ [γε], εἴ γε ἀναπλήρωσις ἡδονὴ καὶ γένεσις ἡδονὴ καὶ γένεσις | |
20 | εἰς τὸ κατὰ φύσιν, πάσας εἶναι τὰς ἡδονὰς ἀναπληρώσεις. νῦν δὲ φαίνεται ἡ μὲν κατὰ θεωρίαν ἡδονὴ τῆς θεωρητικῆς ψυχῆς ἐνέργεια οὖσα, ἡ δὲ κατὰ τὸ ὁρᾶν ἢ ὀσφραίνεσθαι τῆς αἰσθητικῆς· εὔλογον δὲ καὶ τὴν ἐν τῷ τρέφε‐ σθαι καὶ ἀναπληροῦσθαι τὸ σῶμα γινομένην ἡδονὴν ἐνέργειαν λέγειν τῆς θρεπ‐ τικῆς φύσεως [τὴν ἡδονὴν], διότι ἀχώριστός ἐστι τῆς ἐνεργείας, ἐπεὶ καὶ ἡ | |
25 | ἐνέργεια [τῇ] τῆς ἀρετῆς ἡδονή [γάρ] ἐστιν ἀχώριστος. λεχθήσεται δὲ περὶ τούτου ἐν τῷ ἑξῆς σαφέστερον. ἔτι δὲ σημεῖον δεῖ φέρειν τοῦ ἐνέργειαν εἶναι τῆς φύσεως τὴν ἡδονὴν τὸ μὴ τῷ αὐτῷ ἡδεῖ χαίρειν ἀναπληρουμένης τε τῆς φύσεως καὶ καθεστηκυίας. λέγει δὲ νῦν ἀναπλήρωσιν τῆς φύ‐ σεως οὐχ ἁπλῶς τὴν διὰ τῆς τροφῆς γενομένην ἀλλὰ τὴν τοῖς κάμνουσιν, | |
30 | ἥτις ἀναπλήρωσις ὡς ἀληθῶς βούλεται εἶναι φύσεως διὰ τὸ παντάπασιν ἐξε‐ στάναι τῆς φυσικῆς διαθέσεως· καθεστηκυῖαν δέ φησι τὴν τῶν ὑγιαινόντων ὀνομάζειν. οἱ μὲν οὖν κάμνοντες οὐ χαίρουσι τοῖς ἁπλῶς ἡδέσιν· ἁπλῶς δέ ἐστιν ἡδέα τὰ τοῖς κατὰ φύσιν διακειμένοις ἡδέα, ὡς καὶ λευκὰ τὰ τοῖς κατὰ φύσιν διακειμένοις τὴν ὄψιν φαίνεται λευκά. οἱ μὲν οὖν κάμνοντες πικροῖς καὶ | |
35 | ὀξέσι χαίρουσιν, ὧν οὐδὲν φύσει ἡδὺ οὐδὲ ἁπλῶς, οἱ δὲ ὑγιαίνοντες καὶ ἐν | 145 |
146 | καταστάσει τῆς φύσεως ἥδονται τοῖς ἁπλῶς ἡδέσι. τίνος οὖν τοῦτο σημεῖον ἢ τοῦ ἐνέργειαν εἶναι φύσεως τὴν ἡδονήν; ὅσῳ γὰρ ἂν πλεῖον ἢ μᾶλλον κατὰ φύσιν ἔχωμεν καὶ ἀκωλύτως ἡ φύσις ἐνεργῇ, τοῖς ἀληθῶς ἡδέσιν ἀσμενίζομεν· ἐπειδὰν δὲ παρὰ φύσιν ἔχωμεν καὶ πολλῆς ἀναπληρώσεως δεώμεθα καὶ φαύ‐ | |
5 | λως καὶ ἐμποδιζομένως τι ἐνεργῇ ἡ φύσις, οὐ χαίρομεν τοῖς ἁπλῶς ἡδέσιν, ὥστε οὔτε ἡδοναὶ ἁπλῶς οὔτε κυρίως αἱ ἀπ’ αὐτῶν. ὡς γὰρ τὰ ἡδέα ἔχει πρὸς ἄλληλα, οὕτω καὶ αἱ ἀπ’ αὐτῶν ἡδοναί. τὰ δὲ τῶν καμνόντων ἡδέα, ὥσπερ καὶ † πρὸς τάττω, ὅτι ἡδέα καὶ κατὰ φύσιν ἡδέα ἐναντία ἔχει, ὥστε καὶ αἱ ἡδοναὶ ἐναντίαι ἂν εἶεν τῶν καμνόντων ταῖς τῶν ὑγιαινόντων, καὶ διὰ | |
10 | τοῦτο οὐδὲ ἡδοναί, ἀλλὰ φαινόμεναι τοῖς παρὰ φύσιν ἔχουσιν, καθάπερ τὰ ἡδέα. p. 1153a7 Ἔτι οὐκ ἀνάγκη ἕως ἐπεὶ εἰσὶν ἡδοναὶ καὶ σώφρονος. Οἱ λέγοντες μὴ εἶναι τέλος τὴν ἡδονὴν μηδὲ ταὐτὸν τῇ εὐδαιμονίᾳ μάλιστα χρῶνται τῷ γένεσιν αὐτὴν εἶναι, πρὸς οὓς ἀποτεινόμενός φησιν | |
15 | εἶναι μὴ ἀναγκαῖον ἕτερόν τι τῆς ἡδονῆς τίθεσθαι βέλτιον. ὁμολογουμένως μὲν γὰρ ἄμεινον τὸ οὗ ἕνεκεν τοῦ ἕνεκά του καὶ διὰ τοῦτο πάσης γενέσεως τὸ τέλος ἄμεινον, οὗ ἕνεκεν ἡ γένεσις. ἀλλ’ οὐκ ἔστιν ἡδονὴ ἡ γένεσις, ὡς εἴρηται· οὐ μόνον δὲ οὐκ εἰσὶν ἐνέργειαι αἱ ἡδοναί, ἀλλ’ οὐδὲ μετὰ γενέσεως πᾶσαι. αἱ μὲν γὰρ μετὰ ἀναπληρώσεως, εἰ καὶ μὴ γενέσεις, ἀλλὰ μετὰ γε‐ | |
20 | νέσεως· τοιαῦται δέ εἰσιν αἱ διὰ τῆς τροφῆς ἡδοναὶ καὶ διὰ τοῦ θάλπεσθαι, ὁπότε ἐνδεήσει τοῦ θερμοῦ τὸ σῶμα, καὶ διὰ τοῦ ψύχεσθαι, ὁπότε ἐνδεήσει τοῦ ψυχροῦ. οὔτε δὲ αἱ διὰ τοῦ ὁρᾶν γινόμεναι ἡδοναὶ οὔτε αἱ διὰ τοῦ ἀκούειν μετὰ ἀναπληρώσεως· οὐ γὰρ προϋπαρχούσης ἐνδείας καὶ λύπης γί‐ νονται. μάλιστα δὲ πασῶν αἱ διὰ τοῦ θεωρεῖν ἡδοναὶ πόρρω εἰσὶ τοῦ μετὰ | |
25 | ἀναπληρώσεως ἢ γενέσεώς τινος συμβαίνειν. ἐπεὶ οὖν γενέσεις μὲν οὐκ εἰσὶν αἱ ἡδοναί, ἐνέργειαι δὲ τῆς κατὰ φύσιν ἕξεως, οὐδὲν κωλύει αὐτὰς κατὰ τοῦ‐ τον τὸν λόγον τὸ ἄριστον εἶναι καὶ ταὐτὸν τῇ εὐδαιμονίᾳ. ἐπεὶ γὰρ διὰ τὸ γένεσιν εἶναι τὴν ἡδονὴν οὔ φησιν ἐγχωρεῖν εἶναι αὐτὴν τέλος, οὐ φαίνεται δὲ γένεσις οὖσα, τί κωλύει τέλος εἶναι ἡδονήν; ἀλλὰ τοὺς λόγους οἷς χρῶνται | |
30 | οἱ μὴ ἀγαθὸν αὐτὴν λέγοντες ἢ μὴ τέλος ἀνατρέπειν 〈δεῖ〉· τάχα δ’ ἄν πως εἴη καὶ τέλος, διότι σὺν τῷ τέλει καὶ τῇ εὐδαιμονίᾳ πάντως ἐστίν· πᾶσα γὰρ εὐδαιμονία μεθ’ ἡδονῆς· οὐ γινομένων οὖν συμβαίνουσιν αἱ ἡδοναὶ ἀλλὰ | |
χρωμένων. τῶν γὰρ φυσικῶν ἕξεων ἐνεργουσῶν καὶ χρωμένων τισὶ συμ‐ | 146 | |
147 | βαίνουσιν αἱ ἡδοναί· τῆς μὲν οὖν θρεπτικῆς ψυχῆς χρωμένης σιτίοις καὶ πο‐ τοῖς αἱ διὰ τῆς τροφῆς ἡδοναὶ γίνονται, τῆς δὲ ὁρατικῆς δυνάμεως χρωμένης τοῖς ὁρατοῖς καὶ ἐνεργούσης περὶ αὐτὰ ἡ ἀπὸ τῶν ὁρατῶν ἡδονὴ γίνεται, ἄλλης δὲ φύσεως ἢ ἕξεως ἄλλῳ τῳ χρωμένης ἄλλη προσγίνεται ἡδονή. εἰ δὲ | |
5 | καὶ δῴη τις παρὰ τὰς ἡδονὰς ἕτερόν τι γίνεσθαι, οὐκ ἐπὶ πασῶν τοῦτο ἔστιν, ἀλλ’ ἐπὶ τῶν πρώτων κατὰ τελείωσιν τῆς φύσεως λεγομένων γίνεσθαι, αὗται δέ εἰσιν αἱ κατὰ τὴν ἀναπλήρωσιν. οὐ γὰρ διὰ τοῦτο τρεφόμεθα διὰ τὸ τρέ‐ φεσθαι οὐδὲ [διὰ] τὴν ἀπὸ τούτου ἡδονὴν αἱρούμεθα δι’ αὑτήν, ἀλλ’ ἵνα εἰς κατάστασιν τὴν φυσικὴν ἀγάγωμεν τὸ σῶμα. τέλος οὖν ἡ κατάστασις, ἕτερον | |
10 | οὖσα τῆς ἀναπληρώσεως καὶ τῆς κατὰ ταῦτα ἡδονῆς. ἐπεὶ οὖν οὐ πᾶσαι ἀποκαταστάσεις τινές εἰσιν εἰς τὸ κατὰ φύσιν (αἱ γοῦν κατὰ τὸ θεωρεῖν ἡδοναὶ οὐδὲν ἔχουσι τοιοῦτον οὐδὲ ἑτέρου ἕνεκεν γίνονται ἀλλ’ εἰσὶν αὐτὸ τὸ τέλος), φανερόν, ὡς οὐδὲν ἂν κωλύοι εἶναί τινα ἡδονὴν τέλος. διόπερ οὐ καλῶς ἔχει αἰσθητὴν γένεσιν λέγειν τὴν ἡδονήν, ἀλλὰ μᾶλλον, φησί, λεκτέον ἐνέρ‐ | |
15 | γειαν τῆς κατὰ φύσιν ἕξεως· τοῦτο γὰρ κοινὸν ἁπάσαις ταῖς ἡδοναῖς· ἀντὶ δὲ τοῦ αἰσθητὴν ἀνεμπόδιστον ῥητέον· οἱ μὲν γὰρ ἀποδιδόντες γένεσιν αὐτὴν οὕτως ἔλεγον γένεσιν εἰς φύσιν αἰσθητήν, αὐτὸς δὲ ἐνέργειαν τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστον εἶπεν. εἰ μὲν οὖν ἐν τῷ ἀνεμπόδιστον λέγειν ἐμφαίνεται καὶ τὸ αἰσθητόν, ἱκανῶς ἂν ἔχοι ὁ τῆς ἡδονῆς ὁρισμός· | |
20 | εἰ δὲ μὴ ἐμφαίνεται, δεῖ πάντως τὸ αἰσθητὸν προσκεῖσθαι. ἂν γὰρ ἐνέργεια μὲν ᾖ τῆς φύσεως καὶ ἀνεμπόδιστος, μὴ αἰσθητὴ δέ, οὐκ ἔσται ἡδονή, οἷον ἡ ἀνάδοσις τῆς τροφῆς ἐνέργεια μέν ἐστι τῆς φύσεως, οὐ μὴν αἰσθητή, διόπερ οὐδὲ ἡδονή. δοκεῖ δέ, φησί, γένεσις εἶναι ἡδονή, [ἢ] ὅτι κυρίως ἀγαθόν. τοῦτο δὲ λέγει, ἐπειδὴ τὸ κυρίως λεγόμενον ἀγαθὸν ἐνέργειαν νομίζει εἶναι· | |
25 | τὴν γοῦν εὐδαιμονίαν ἐνέργειαν τίθεται. ἐπεὶ οὖν καὶ ἡ ἡδονὴ ἐνέργειά τις, κυρίως ἂν εἴη ἀγαθόν. λέγει οὖν τοῦτο ὥσπερ μεμφόμενος τοῖς γένεσιν αὐ‐ τὴν λέγουσι καὶ διὰ τοῦτο ὅτι μὴ σπουδαῖον, ὡσανεὶ ἔλεγεν, ἐξ οὗ μάλιστα αὐτὴν ἔδει μὴ νομίζειν γένεσιν, ἐκ τούτου νομίζουσιν. ἔστι μὲν γὰρ ἐνέργεια καὶ διὰ τοῦτο κυρίως ἀγαθόν· οἱ δὲ διὰ τοῦτο γένεσιν λέγουσιν, ἀπατώμενοι | |
30 | τῷ νομίζειν ταὐτὸν τὴν ἐνέργειαν καὶ τὴν γένεσιν, ἔστι δὲ ἕτερον. καὶ ἀγαθὸν μὲν πάντες τὴν ἐνέργειαν οὐκ ἴσασιν οὖσαν, συνάγοντες δὲ εἰς ταὐ‐ τὸν τὴν ἐνέργειαν καὶ τὴν γένεσιν, ἡγοῦνται γένεσιν τὴν ἡδονήν. ἴσως μὲν οὖν ἔνιαι ἐνέργειαι γενέσεως αἰτίαι, οὐ μὴν οὐδὲ ἐκεῖναι γενέσεις· ἡ γὰρ οἰ‐ κοδομικὴ ἐνέργεια αἰτία μὲν γενέσεως, οὐ μὴν αὐτὴ γένεσις. ἔνιαι δὲ ἐνέρ‐ | |
35 | γειαι καὶ ἁπλῶς τέλος, ὁπότε καὶ ἡ εὐδαιμονία ἐνέργειά τίς ἐστι κατ’ ἀρετήν. | 147 |
148 | πρὸς δὲ τοὺς λέγοντας εἶναι φαύλας τὰς ἡδονάς, ἐπειδὴ ἔνια τῶν ἡδέων νο‐ σώδη ἐστίν, ἀπαντῶν φησι, τοῦτο καὶ περὶ ὑγιεινῶν οὐδὲν κωλύει λέγειν. ἔνια γὰρ τῶν ὑγιεινῶν πρὸς χρηματισμὸν φαῦλα. γυμναζόμενος γάρ τις καὶ ἐπι‐ μελούμενος ἀεὶ τοῦ σώματος, τάχ’ ἂν ἀμελήσειε χρηματισμοῦ, ἀλλ’ οὐ διὰ | |
5 | τοῦτο ταῦτα φαῦλα εἶναι, ὅτι ποτὲ καί τινι πρὸς χρηματισμὸν ἐναντία ἐγένετο, ἀλλ’ εἴπερ ἄρα κατὰ τοῦτο φαῦλα, κατὰ τὸ ἐμποδίζειν πρὸς χρηματισμὸν καὶ ποτὲ καὶ τινί, ἐπεὶ καὶ τὸ θεωρεῖν ποτε βλάπτει πρὸς ὑγίειαν, ὅταν ἐπὶ πλέον τις πρὸς θεωρίαν διατρίβων ὀλιγωρῇ τῆς αὑτοῦ ὑγιείας. ἆρ’ οὖν διὰ τοῦτο φαῦλον τὸ θεωρεῖν, ἢ τῷ ἐπὶ πλέον αὐτῷ χρωμένῳ καὶ ἐκείνῳ πρὸς ὑγίειαν | |
10 | φαῦλον, οὐχ ἁπλῶς; ταὐτὸν δὴ ῥητέον, ὅτι καὶ ἡδέα ἔνια νοσώδη, καὶ ποτὲ καὶ τινὶ τῶν ἐπὶ πλέον ἢ δεῖ χρωμένων καὶ μὴ κατὰ καιρόν, ὃν προσήκει. ἀλλ’ οὐ διὰ τοῦτο ἁπλῶς τὰ ἡδέα φαῦλα οὐδὲ αἱ ἡδοναί. Ἐλέγετο δὲ καὶ διὰ τοῦτο φαῦλον ἡ ἡδονή, ὅτι ἐμποδίζει τῷ φρονεῖν καὶ τῷ νοεῖν· οὐδένα γὰρ δύνασθαι φρονεῖν οὐδὲ διανοεῖσθαι ἐν ἡδονῇ ὄντα. | |
15 | δηλοῖ δὲ τοῦτο μάλιστα ἡ τῶν ἀφροδισίων· ἐνίσταται οὖν καὶ πρὸς ταῦτα· οὔτε γὰρ φρονήσει, φησίν, ἐμποδίζει οὔθ’ ἕξει οὐδεμιᾷ ἡ οἰκεία ἡδονὴ ἀλλ’ ἡ ἀλλοτρία, ἐπεὶ αἵ γε οἰκεῖαι καὶ συναύξουσιν, οἷον εἴ τις διανοούμενος καλὰ ἢ ἀγαθὰ ἥδοιτο, ἐπίτασις ἐκ τῆς ἡδονῆς πρὸς τὸ διανοεῖσθαι γίνεται αὐτῷ· καὶ ἡ κατὰ τὸ θεωρεῖν ἡδονὴ αὔξει τὴν τοῦ θεωρεῖν δύναμιν καὶ ἡ ἀπὸ τοῦ | |
20 | μανθάνειν ἐπιδόσεις τῆς μαθήσεως ποιεῖ καὶ τέλος εἰς ἐπιστήμην καθίστησι καὶ καθόλου πᾶν ἔργον καὶ πᾶσα ἐνέργεια, γινομένη μεθ’ ἡδονῆς, ἀνύεται μᾶλλον καὶ τελειοῦται. ἔτι τε λέγει, παντὸς ἀγαθοῦ τέχνην εἶναι, ἡδονῆς δὲ μὴ εἶναι τέχνην, οὐκ ἄρα ἀγαθὸν ἡ ἡδονή. καὶ τοῦτον λύει τὸν λόγον· τὸ γὰρ μὴ εἶναι τέχνης ἔργον μηδεμίαν ἡδονὴν εὐλόγως, φησίν, συμβέβηκεν, οὐδὲ | |
25 | γὰρ ἄλλης ἐνεργείας οὐδεμιᾶς τέχνη ἐστίν, ἀλλὰ τῆς δυνάμεως, οἷον ἡ ἰατρικὴ ἀπεργαστική ἐστιν ὑγιείας, δυνάμεως οὔσης τινὸς καὶ ἕξεως, οὐ μὴν τῶν ὑγιεινῶν ἐνεργειῶν, ἀλλ’ ἡ μὲν ὑγίεια ἰατρικῆς ἔργον, αἱ δὲ ὑγιειναὶ ἐνέργειαι ἀπὸ τῆς ἕξεως ἐνεργοῦνται. ὡσαύτως δὲ καὶ ἡ εὐεξία· αὕτη μὲν γυμναστι‐ κῆς ἔργον, αἱ δὲ γυμναστικαὶ ἐνέργειαι οὐ γυμναστικῆς ἀλλὰ τοῦ ἔχοντος τὴν | |
30 | εὐεξίαν. ἐνσταίη δ’ ἄν τις ἴσως πρὸς αὐτὸν δεικνὺς τὰς ἀπὸ τῶν τεχνῶν ἐνεργείας· πᾶσαι γὰρ ὑπὸ τῶν τεχνῶν ἐνεργοῦνται, αἱ μὲν ἰατρικαὶ ὑπὸ ἰατρι‐ κῆς, αἱ 〈δὲ〉 τεκτονικαὶ ὑπὸ τεκτονικῆς. ἐννοητέον δὲ ὅτι ὁ λόγος ἐστὶν αὐτῷ | |
περὶ τῶν ἀγαθῶν, ὅσα ἐκ τέχνης γίνεται. ἀγαθὰ δὲ τὰ μὲν περὶ σῶμα, τὰ | 148 | |
149 | δὲ περὶ ψυχήν, τὰ δὲ ἐκτός· αἱ μὲν οὖν κατὰ τὰς τέχνας ἐνέργειαι οὐ πάν‐ τως ἀγαθά· ὅσαι δὲ ποιητικαὶ λέγονται ἀγαθῶν τινῶν εἰσιν, ἰατρικὴ ὑγιείας καὶ γυμναστικὴ εὐεξίας, δυνάμεώς εἰσιν ποιητικαί, ἀλλ’ οὐκ ἐνεργειῶν. αἱ δὲ κατὰ τὴν σοφίαν ἐνέργειαί εἰσι μὲν ἀγαθαὶ καὶ κατὰ τὰς ἀρετάς γε οὖσαι | |
5 | ἐνέργειαι, οὐ χωρὶς ἐπιστήμης. ἀλλ’ οὐ περὶ τῶν τοιούτων ἀγαθῶν ὁ λόγος ἀλλὰ περὶ τῶν ὑπὸ τέχνης τινὸς γινομένων. καὶ ταῦτα γὰρ ἰδίως ἐκάλουν τέχνας. ἐπεὶ οὖν ἡ ἡδονὴ ἐνέργεια, εὐλόγως οὐκ ἔστιν αὐτῆς τέχνη. εἶτα ἐκ περιουσίας δείκνυσιν, ὅπως εἰσί τινες τέχναι ἡδονῶν, ἤγουν μυρεψικὴ τέχνη καὶ ἡ ὀψοποιητική, τέλος ἔχουσα τὸ ποιῆσαι ἡδονάς. ἀλλὰ πρὸς τὸν λόγον | |
10 | ἐνίσταται τὸν λέγοντα μηδεμιᾶς ἡδονῆς τέχνην. ἐλέγοντο 〈δὲ〉 καὶ ἄλλοι τινὲς τοιοῦτοι λόγοι κατὰ τῆς ἡδονῆς· ὃ γὰρ φεύγει ὁ σώφρων, οὐκ ἀγαθὸν ἔφασαν εἶναι, φεύγει δὲ ὁ σώφρων τὴν ἡδονήν, οὐκ ἄρα ἀγαθόν· καὶ ἐπεὶ ὁ φρόνι‐ μος οὐ τὴν ἡδονὴν διώκει ἀλλὰ τὴν ἀλυπίαν, οὐχ ἡ ἡδονὴ ἀγαθόν, ἀλλ’ ἡ ἀλυπία. ἔτι ὃ διώκει τὰ ἀφρονέστατα οὐ σπουδαίων ἐστίν· διώκει δὲ τὰ | |
15 | ἀφρονέστατα τὴν ἡδονήν, τὰ θηρία καὶ τὰ παιδία, ὥστε οὐ σπουδαίων ἡ ἡδονή. τούτων δὴ τῶν λόγων πάντων μίαν κατὰ τὴν φύσιν λύσιν εἶναι· ἐπεὶ γὰρ εἴρηται πῶς ἀγαθαὶ ἁπλῶς πᾶσαι ἡδοναὶ καὶ πῶς οὐκ ἀγα‐ θαί (ἁπλῶς μὲν γὰρ ἀγαθαί, ἐπεὶ τῆς κατὰ φύσιν ἕξεως ἐνέργειαί εἰσιν, οὐκ ἀγαθαὶ δὲ πᾶσαι, ἐπεὶ δοκοῦσι καὶ τῶν παρὰ φύσιν διακειμένων ἐνέργειαι | |
20 | ἡδοναὶ εἶναι· ἐκ ταύτης τῆς διαιρέσεως φανερὰν εἶναι τὴν λύσιν νενόμικε), τὰ θηρία καὶ τὰ παιδία τὰς τοιαύτας διώκει ἡδονάς. ποίας δέ, ἄξιον ἐννοῆσαι· οὐ γὰρ πάντως τὰς παρὰ φύσιν οἵας οἱ κάμνοντες, ἀλλὰ τὰς ἐν τούτῳ τῷ γένει· καὶ γὰρ τὰ θηρία καὶ τὰ παιδία τὰς κατὰ τὴν ἀναπλήρωσιν ἡδονὰς διώκει· ἐν γὰρ τούτῳ τῷ γένει εἰσίν, ἃς καὶ οἱ κάμνοντες καὶ οἱ παρὰ φύσιν | |
25 | διακείμενοι διώκουσιν· ἀναπληρώσεις γάρ εἰσι πᾶσαι. συναπτέον δὲ οὕτως τὴν λέξιν· τὰς τοιαύτας τὰ θηρία καὶ τὰ παιδία διώκει τὰς μετὰ ἐπιθυμίας καὶ λύπης, καὶ τὴν τούτων ἀλυπίαν ὁ φρόνιμος διώκει δηλονότι. οὐ γὰρ ἥδε‐ σθαι βούλεται πάντως ταῖς σωματικαῖς ἡδοναῖς, ἀλλ’ ἐξαρκεῖ αὐτῷ τὸ ἀλύ‐ πως ἔχειν ὑπὸ τῶν ἐναντίων. φεύγει δὴ οὐχ ἁπλῶς τὰς σωματικὰς ἡδονὰς | |
30 | ὁ φρόνιμος, ἀλλὰ τὰς ὑπερβολὰς αὐτῶν καθ’ ἃς ὁ ἀκόλαστος. διὸ καὶ ὁ σώφρων φεύγει τὰς τοιαύτας ὑπερβολάς, ἐπεὶ εἰσί γε ἡδοναὶ καὶ σώφρο‐ νος· μέχρι γάρ τινος χρῆται ταῖς σωματικαῖς ἡδοναῖς καὶ ὁ σώφρων καὶ | |
ὁποίαις τισίν. | 149 | |
150 | p. 1153b1 Ἀλλὰ μὴν καὶ ὅτι ἡ λύπη ἕως οὐ γὰρ ἁπλῆ οὐδ’ ἐπι‐ εικής. Σπεύσιππον δέ φασιν οὕτω δεικνύειν ὅτι ἡδονὴ ἀγαθόν ἐστιν· τὸ ἐναν‐ τίον ἀγαθῷ κακόν· ἐναντίον δὲ ἡ λύπη, κακὸν οὖσα, τῇ ἡδονῇ· ἀγαθὸν ἄρα. | |
5 | ὁ δὲ Ἀριστοτέλης οὐχ οὕτως τὸν λόγον ἠρώτηκεν, ἀλλ’ ἐπηνωρθώσατο εἰπών· τὸ ἐναντίον φευκτῷ ᾗ φευκτὸν ἀγαθόν· ἡ δὲ ἡδονὴ ἐναντίον τῇ λύπῃ φευκ‐ τῷ οὔσῃ καὶ οὐκ ἔστι κακόν (οὐδεὶς γὰρ 〈ἂν〉 εἴποι κακὸν τὴν ἡδονήν)· ἀγαθὸν ἄρα. δύναται ὁ λόγος οὗτος πρὸς τοὺς κακὸν μὲν μὴ λέγοντας εἶναι τὴν ἡδονὴν μήτε δὲ ἀγαθὸν μήτε κακόν. ἡ μὲν οὖν ὅλη βούλησις τοῦ λόγου τοι‐ | |
10 | αύτη, τὰ δὲ κατὰ τὴν λέξιν οὕτως ἔχει· τὴν λύπην πρῶτον τίθησι κακὸν μετὰ παραμυθίας. ἡ μὲν γὰρ ἀπλῶς ἐστι κακόν, ἡ τῶν μοχθηρῶν, οἷον ἡ τοῦ ἀδίκου ἣν λυπεῖται, ὅταν μὴ δύνηται ἀδικεῖν, 〈καὶ〉 ἡ τοῦ ἀκολάστου, ὅταν ἀνιᾶται κωλυόμενος τῇ ἀκολασίᾳ χρήσασθαι· ἡ δέ ἐστι λύπη οὐχ ἁπλῶς κα‐ κόν, ἣν ὁ ἐπιεικὴς λυπεῖται, διὰ τὸ μὴ ἀφ’ ἕξεως εἶναι μοχθηρᾶς, κακὸν δ’ | |
15 | ὅμως καὶ αὕτη διὰ τὸ ἐμποδιστικὴ εἶναι καλῶν ἐνεργειῶν· λυπούμενος γὰρ ὁ ἀγαθὸς ἐμποδίζεται πολλὰ πρὸς τὰς καλὰς ἐνεργείας. θεὶς δὲ διὰ τούτων κακὸν εἶναι τὴν λύπην, ἑξῆς λέγει τὸν ῥηθέντα πρόσθεν λόγον εἰς τὸ ἀγαθὸν εἶναι τὴν ἡδονήν. Εἷται ἐπιφέρει· ὡς γὰρ Σπεύσιππος ἔλυεν, οὐ συμβαίνει ἡ λύσις. | |
20 | ἤτοι δὲ λύσιν λέγει τὴν δεῖξιν ἢ τῷ ὄντι ἔλυε τὸν λόγον τῶν φασκόντων μὴ εἶναι ἀγαθὸν τὴν ἡδονήν· οὐ μὴν αὐτάρκως ἔλυε λέγων· τὸ ἐναντίον κακῷ ἀγαθόν. ἐναντίον δὲ τῇ λύπῃ κακῷ ὄντι ἡδονή· ἀγαθὸν ἄρα· κακῷ γὰρ οὐ μόνον τὸ ἀγαθὸν ἐναντίον ἀλλὰ καὶ τὸ κακὸν ὡς τῇ θρασύτητι οὐ μόνον ἡ ἀνδρεία ἐναντίον, ἀγαθὸν οὖσα, ἀλλὰ καὶ κακόν, ἡ δειλία· διόπερ ὡς ἐναντία | |
25 | † τοῦ λύσαντος αὐτὸν εἶναι, ὀρθῶς θεὶς μὴ μόνον ἀγαθὸν εἶναι τῷ κακῷ ἐναντίον ἀλλὰ καὶ κακόν. εἶτα προσέλαβε τὴν ἡδονὴν μὴ εἶναι κακόν, ἐξ ὧν εὐλόγως συλλογίζεται τὴν ἡδονὴν ἀγαθὸν εἶναι. ὃ δὲ ἐπὶ πᾶσιν εἴρηκεν· οὐ γὰρ ἂν φαίη 〈ὅπερ κακόν〉 τι εἶναι τὴν ἡδονήν, τῷ λόγῳ † αὐτὴν συναπτέον ἐν ᾧ εἴληπται· ‘οὐκ ἔστι δὲ κακὸν ἡ ἡδονή‘· τούτῳ γὰρ συνεχὲς | |
30 | ἂν φαίη τὸ μὴ κακὸν εἶναι τὴν ἡδονήν. Ὁ δὲ μετὰ ταῦτα λόγος ἔοικε λέγεσθαι πρὸς τοὺς μὴ φάσκοντας τέλος εἶναι τὴν ἡδονὴν μηδὲ τὸ ἄριστον, διότι εἰσί τινες ἡδοναὶ φαῦλαι, οἷον αἱ τῶν | |
ἀκολάστων. ὅσον γὰρ ἐπὶ τούτῳ τῷ λόγῳ ἔστι τινὰ ἡδονὴν * ἡγεῖται | 150 | |
151 | τὸ ἄριστον καὶ ταὐτὸν τῇ εὐδαιμονίᾳ. ἀλλὰ πρὸς τοὺς οὕτω δεικνύντας ἐνίσταν‐ ται· τί γὰρ κωλύει φαύλων ἡδονῶν οὐσῶν εἶναί τινα ἡδονὴν τὸ ἄριστον τῶν ἀνθρωπίνων ἀγαθῶν, ὥσπερ καὶ ἐπιστήμη τίς ἐστιν ἡ ἀρίστη τῶν ὄντων, οἷον ἡ σοφία, καίτοι πολλῶν τεχνῶν φαύλων οὐσῶν, οἷον τῶν βαναύσων· | |
5 | φαύλων δὲ οὐχ ὡς κακῶν ἀκουστέον, ἀλλ’ ὡς εὐτελῶν καὶ μηδεμιᾶς σπου‐ δῆς ἀξίων. ἃ δ’ ἑξῆς ἐπιφέρει, τάχα ἄν τῳ δόξειεν ἀληθῆ ἀποφαινόμενα τὸ μέγιστον καὶ ἄριστον τὴν ἡδονήν. λέγει γὰρ ἴσως δὲ καὶ ἀναγκαῖον αἱ‐ ρετώτατον εἶναι, δηλονότι τὴν ἡδονήν, τὸ δὲ αἱρετώτατόν τι εἶναι ἐπὶ τέλει ἐστὶ τοῦ λόγου καὶ συνηγορεῖται τῷ λόγῳ πάντων αἱρετώτατον εἶναι τὴν | |
10 | ἡδονὴν λέγοντι· εἰ γὰρ ἑκάστης ἕξεώς εἰσί τινες ἐνέργειαι ἀνεμπόδι‐ στοι, οἷον αἱ τῶν ἀρίστων, ὅταν ἐν προηγουμένοις καὶ αἱρετοῖς γίνωνται μη‐ δενὸς ἐμποδίζοντος, καὶ ἔστιν ἡ εὐδαιμονία ἡ πασῶν τῶν ἕξεων τουτέστι τῶν ἀρετῶν ἐνέργεια ἢ τινὸς αὐτῶν ἀνεμπόδιστος οἷον τῆς σοφίας (ταὐτὸν δὲ τούτῳ καὶ ἡδονή· ἐνέργεια γὰρ ἀποδέδοται τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδι‐ | |
15 | στος), φανερὸν ὡς ἂν εἴη τις ἡδονὴ τὸ ἄριστον καὶ τελειότατον τῶν ἀγαθῶν, εἰ οὕτως ἔτυχε φαύλων οὐσῶν ἡδονῶν. ἔστι δέ, ὥς φησι, τὰ ἑξῆς τῆς φρά‐ σεως· ἴσως δὲ ἀναγκαῖον αἱρετωτάτην εἶναι τὴν ἡδονήν, εἴπερ ἑκάστης ἕξεως καὶ τὰ ἑξῆς· διὰ μὲν οὖν τούτων δοκεῖ ταὐτὸν ἀποφαίνεσθαι τἀγαθὸν καὶ τὴν ἡδονήν· οὐ μὴν οὕτως ἔχει, ἀλλὰ πρὸς τοὺς λέγοντας γένεσιν εἶναι | |
20 | ἢ φαύλας τινὰς τῶν ἡδονῶν, οἷς καὶ δι’ αὐτὸ τὸ μὴ εἶναι αὐτὴν τὸ ἀγαθὸν ἐπιγίνεται [καὶ], ἐπιχειρεῖ ἐνδόξως ὡς ἐνὸν αὐτὴν τὸ ἄριστον λέγειν, ἐπεὶ ἔν γε τοῖς Νικομαχείοις, ἔνθα διείληπται καὶ περὶ ἡδονῆς Ἀριστοτέλης σαφῶς εἴ‐ ρηκεν αὐτὴν μὴ ταὐτὸν εἶναι τῇ εὐδαιμονίᾳ ἀλλὰ παρακολουθεῖν ‘ὥσπερ τοῖς ἀκμαίοις τὴν ὥραν‘. σημεῖον δὲ τοῦ μὴ εἶναι τοῦτ’ Ἀριστοτέλους ἀλλ’ Εὐ‐ | |
25 | δήμου τὸ ἐν τῷ * λέγειν περὶ ἡδονῆς ὡς οὐδέπω περὶ αὐτῆς διειλεγμένου· πλὴν εἴτε Εὐδήμου ταῦτά ἐστιν εἴτε Ἀριστοτέλους, ἐνδόξως εἴρηται· διὰ τοῦτο λέ‐ γεται τὸ ἄριστον ἡδονή, ὅτι σὺν τῷ ἀρίστῳ καὶ ἀχώριστον αὐτοῦ. τούτῳ δ’ ὁμολογεῖ καὶ τὰ ἑξῆς· διὰ γὰρ τοῦτό φησι πάντας τὸν εὐδαίμονα βίον νομίζειν ἡδὺν καὶ ἐμπλέκειν αὐτῷ τὴν ἡδονήν. οὐδεμία γὰρ ἐνέργεια τέλειος ἐμπο‐ | |
30 | διζομένη, ἡ δὲ εὐδαιμονία τέλειος ἐνέργεια. ἔοικε γὰρ διὰ τούτων φανερὸν ποιεῖν, ὅτι ἐμπέπλεκται τῇ ἡδονῇ ἡ εὐδαιμονία καὶ ἀχώριστός ἐστιν αὐτῆς καὶ διὰ τοῦτ’ ἀνεμπόδιστος ἡ εὐδαιμονία, διότι μεθ’ ἡδονῆς. καὶ ἀντιστρέ‐ | |
ψαντι δὲ ἀληθὲς εἰπεῖν· ἐπειδὴ ἀνεμπόδιστός ἐστι, διὰ τοῦτο μεθ’ ἡδονῆς· | 151 | |
152 | τάχα δὲ καὶ διὰ τοῦτο ἐνέργεια ἡ ἡδονή, ὅτι εἶδός ἐστι παρακολουθοῦν τῇ εὐδαιμονίᾳ· διὰ δὲ τοῦτό φησι προσδεῖσθαι τὸν εὐδαίμονα τῶν ἐκτὸς ἀγαθῶν καὶ τῶν ἐν σώματι, ὅπως μηδὲν πρὸς τὰς προηγουμένας ἐνεργείας ἐμποδί‐ ζηται. καὶ ἐνταῦθα ἐμμελῶς ἐπιμέμφεται τοῖς λέγουσιν εὐδαίμονα τὸν ἀγαθόν, | |
5 | κἂν ἐπὶ τοῦ τροχοῦ κατατείνηται. διὰ δὲ τὸ προσδεῖσθαι τῆς τύχης τὸν εὐδαίμονα ταὐτόν τινες ἡγοῦνται εὐδαιμονίᾳ τὴν εὐτυχίαν, οὐκ οὖσαν ταὐτὸν ἀλλὰ τὸν οὗ οὐκ ἄνευ λόγον ἐπέχουσαν· οὐ γὰρ ἔστιν εὐδαιμονεῖν ἄνευ τῆς εὐτυχίας. φησὶ δὲ καὶ ὑπερβάλλουσαν τὴν εὐτυχίαν ἐμπόδιον γίνεσθαι τῇ εὐδαιμονίᾳ καὶ ἴσως οὐδὲ εὐτυχίαν ἔτι εἶναι. ὅρος γὰρ εὐτυχίας τὸ εὐδαιμονίᾳ | |
10 | παρεῖναι καὶ ταῖς κατ’ ἀρετὴν ἐνεργείαις. ὅτι δὲ ἀληθῆ λέγει, δῆλον· αἱ γὰρ ὑπερβάλλουσαι εὐτυχίαι διαφθείρουσι πολλάκις τοὺς λογισμούς, ὑπερηφανίας καὶ μεγαλαυχίας ἐμπιπλῶσαι· καὶ εἰ μὴ διαφθαρείη γέ τις, ὑπερβάλλοι δὲ αὐτῷ ἡ τῶν χρημάτων κτῆσις, ἀνάγκη ἀσχολίαν αὐτῷ παρέχειν καὶ ἀπάγειν τῆς περὶ τὰ κάλλιστα διατριβῆς καὶ θεωρίας· τοῦτο δὲ οὐκ εὐτυχές. ὅτι δὲ | |
15 | πρὸς τοὺς κατὰ τῆς ἡδονῆς λόγους ἐνιστάμενος ἐπιχειρεῖ, καὶ ἐκ τῶν ἑξῆς φανερόν. ὃ γὰρ ἔλεγόν τινες εἰς ἀπόδειξιν τοῦ φαῦλον εἶναι τὴν ἡδονὴν τὸ τὰ θηρία καὶ τὰ παιδία διώκειν αὐτήν, τοῦτό φησιν ὑπὲρ τῆς ἡδονῆς μᾶλλον λέγεσθαι. σημεῖον γὰρ τίθεσθαι τὸ ὑπὸ πάντων αὐτὴν διώκεσθαι τοῦ εἶναι τὸ ἄριστον τὴν ἡδονήν. καὶ ἐντεῦθεν παρέλαβε τὸ ποιητικόν· φήμη δ’ οὔ‐ | |
20 | τις πάμπαν ἀπόλλυται· οὐ γὰρ ἂν μάτην, ὡς ἔοικε, διώκεται ὑπὸ πάν‐ των, ἀλλ’ εὐλόγως, ἐπεὶ σύνεστι τῇ εὐδαιμονίᾳ. Τὸ δὲ μετὰ ταῦτα λεγόμενον γένοιτο ἂν γνώριμον μικρὰ προβάλλουσι. παντὸς πράγματος κανὼν καὶ μέτρον ὁ κατὰ φύσιν διακείμενος, οἷον ὑγιεινὰ σιτία καὶ ποτὰ τὰ τῷ κατὰ φύσιν διακειμένῳ ἁρμόζοντα· καὶ ἀγαθὰ δὲ τῷ | |
25 | ὄντι τὰ τῷ σπουδαίῳ ἀγαθά, κἂν μὴ τῷ φαύλῳ τύχῃ ἀγαθὰ ὄντα· καὶ ἡδονὴ τοίνυν ἐστὶ τῷ ὄντι ἀλλ’ οὐ φαινομένη ἡ τῷ κατὰ φύσιν διακειμένῳ καὶ ἡδέα τὰ τούτῳ ἡδέα. τὰ δὲ τῷ νοσοῦντι καὶ παρὰ φύσιν ἔχοντι οὐχ ἁπλῶς ἡδέα ἀλλὰ τούτῳ καὶ τότε ὅτε νοσεῖ. ἐπεὶ οὖν αἱ φύσεις διαφέρουσι τῶν ζῴων, διαφέροι ἂν καὶ τὸ ἄριστα ἔχον καθ’ ἑκάστην φύσιν· ἔστι γὰρ καὶ ἐν τοῖς | |
30 | ἄλλοις ζῴοις τὸ μὲν νοσωδῶς ἔχον, τὸ δὲ παρὰ φύσιν· κριτήριον τῆς ἀλη‐ θοῦς ἑκάστου ζῴου ἡδονῆς ἡ τῷ κατὰ φύσιν διακειμένῳ ἁρμόττουσα. ἐπεὶ | |
οὖν οὐχ ἡ αὐτὴ φύσις οὔτε ἕξις ἡ ἀρίστη, ἀλλ’ ὡς διαφέρουσιν αἱ νοσώδεις | 152 | |
153 | οὕτως καὶ αἱ ἄρισται, διὰ τοῦτο διάφοροι αἱ ἡδοναὶ καὶ οὐ τὴν αὐτὴν διώκουσιν, ἡδονὴν μέντοι πάντες διώκουσι. ταῦτα δὲ εἰπὼν ὥσπερ μεταθέμενος λέ‐ γει· ἴσως δὲ καὶ διώκουσιν οὐχ ἣν οἴονται οὐδ’ ἣν φαῖεν ἄν, ἀλλὰ τὴν αὐτήν. τοῦτο δὲ περὶ τῶν ἀνθρώπων εἴρηται· τὸ γὰρ ‘φαῖεν ἂν‘ καὶ τὸ | |
5 | ‘οἴονται‘ ἀνθρώποις οἰκεῖον, εἰ καὶ περὶ πάντων εἴρηται τῶν ζῴων, κοινότερον τὴν φαντασίαν οἴησιν τοῦ νοῦ λέγοντα καὶ φάσιν. πάντα γὰρ ἔοικε τὴν ἀνεμ‐ πόδιστον τῆς φύσεως ἐνέργειαν διώκειν καὶ πάντα ἔχειν ἀντίθεσιν· ἔστι δὲ θεῖόν τι ἐν τοῖς ζῴοις καὶ μάλιστα ἐν τοῖς λογικοῖς, εἴ τις ἐφίεται τῆς οἰ‐ κείας ἐνεργείας καὶ ἀνεμποδίστου καὶ διὰ τοῦτο καὶ ἡδονῆς. ἔστι μὲν οὖν ἡ | |
10 | ἀρίστη καὶ τελειοτάτη τῶν ἡδονῶν ἡ αὐτὴ καθ’ αὑτὴν τῆς ψυχῆς, ὅταν θεωροῦσα τὰ κάλλιστα καὶ θειότατα τῶν ὄντων χαίρῃ. ὅμως δὲ μόναι εἰ‐ λήφασι τὸ τῆς ἡδονῆς ὄνομα αἱ σωματικαὶ ἡδοναί· μόναι γὰρ καὶ δοκοῦσιν ἡδοναὶ καὶ λέγονται. αἴτιον δὴ διὰ τὸ πλειστάκις αὐταῖς ἐντυγχάνειν τρεφο‐ μένους καθ’ ἑκάστην ἡμέραν θαλπομένους ψυχομένους, ἔστι δὲ ὅτε καὶ τῇ | |
15 | σφοδροτάτῃ χρωμένους ἡδονῇ, τῇ τῶν ἀφροδισίων· ἔτι δὲ τῷ τούτων μὲν πάντας μετέχειν ἀνθρώπους, τῶν δὲ θεωρητικῶν ὀλίγους· ἐπεὶ οὖν μόναι γνώ‐ ριμοί εἰσι πᾶσιν, μόνας οἱ πλεῖστοι τῶν ἀνθρώπων ἡδονὰς ταύτας νομίζουσιν. Ὁ δὲ ἑξῆς λόγος λέγεται πάλιν πρὸς τοὺς ἡγουμένους τὴν ἡδονὴν μήτε ἀγαθὸν εἶναι μήτε κακόν. εἰ γὰρ μὴ ἔστιν ἀγαθὸν ἡ ἡδονὴ καὶ ἡ τοιαύτη | |
20 | ἐνέργεια, οὐκ ἔστιν ἀναγκαῖον ζῆν ἡδέως τὸν εὐδαίμονα, ἀλλ’ ἐγχωρεῖ καὶ λυπηρῶς ζῶντα εὐδαιμονεῖν. ἡ γὰρ ἡδονὴ οὔτε κακὸν οὔτε ἀγαθὸν καὶ ἡ λύπη οὐδέτερον τούτων ἐστίν· οὐδέτερον γὰρ † ἐναντιοῦν φεύγει τὴν λύπην, ὁ δὲ εὐδαίμων, ἀλλ’ οὐχ ὁμοίως, ἐπ’ αὐτὴν ἔρχεται ὥσπερ ἐπὶ τὴν ἡδονήν. ὁ δὲ λόγος ἐν βραχέσιν εἰπεῖν τοιοῦτος· εἰ μὴ ἔστιν ἀγαθὸν ἡ ἡδονή, οὐδὲν | |
25 | μᾶλλον δεῖ ζῆν τὸν εὐδαίμονα ἡδέως ἢ λυπηρῶς· δεῖ δὲ μᾶλλον αὐτὸν ἡδέως ζῆν ἢ λυπηρῶς· ἀγαθὸν ἄρα ἡ ἡδονή· ἔτι δὲ εἰ μὴ ἡδὺς ὁ τοῦ σπουδαίου βίος οὐδὲ αἱ ἐνέργειαι αὐτοῦ ἡδεῖαι, ἀλλὰ μὴν καὶ αἱ ἐνέργειαι αὐτοῦ ἡδεῖαι καὶ 〈ὁ〉 βίος ἄρα. δεῖ δὲ λαβεῖν τὰς ἐνεργείας εἶναι ἡδείας ὅταν ἐν προηγου‐ μένοις ὦσιν. | |
30 | Ἐγένετο δέ τις δόξα τῶν λεγόντων τὰς μὲν σωματικὰς ἡδονὰς μὴ εἶναι ἀγαθὸν ἀλλ’ οὔτε ἀγαθὸν οὔτε κακόν, ἐνίας δὲ εἶναι ἡδονὰς σφόδρα αἱρετάς, οἷον τὰς καλάς. αὗται δέ εἰσιν αἱ γινόμεναι, ὅταν ἡ ψυχὴ ἐνεργῇ περὶ τὴν τῶν καλλίστων θεωρίαν ἢ πρᾶξιν. πρὸς δὲ τούτοις ἐνιστάμενός φησι τοῖς | |
λέγουσιν ὅτι ἔνιαι ἡδοναὶ αἱρεταὶ σφόδρα, οἷον αἱ καλαί, ἀλλ’ οὐχ αἱ | 153 | |
154 | σωματικαὶ καὶ περὶ ἃς ὁ ἀκόλαστος· οὐ γὰρ καλῶς, ὡς ἔοικεν, ὑπολαμ‐ βάνουσιν αὐτὰς εἶναι διὰ τὸ καὶ ἀκολασίαν ἐπιδέχεσθαι. τοῖς δὴ ταῦτα λέ‐ γουσιν ἐπισκεπτέον, διὰ τί αἱ ἐναντίαι λύπαι μοχθηραί; κακῷ γὰρ ἀγα‐ θὸν ἐναντίον. φαίνεται δὲ χρῆσθαι πρὸς αὐτοὺς τῷ λόγῳ, οὗ καὶ πρότερον | |
5 | ἐμνήσθη. ἐπεὶ γὰρ τῇ λύπῃ κακῷ οὔσῃ ἐναντίον ἐστὶν ἡ ἡδονὴ καὶ οὐ κα‐ κόν, ὁμολογεῖσθαι ἀνάγκη αὐτὴν ἀγαθὸν εἶναι. ἢ εἴποιεν ἂν οὕτως ἀγαθὰς αὐτὰς εἶναι, ἐπειδὴ καὶ τὸ οὐ κακὸν ἀγαθὸν δοκεῖ; καὶ ταῦτα εἰπὼν ἐπι‐ φέρει τὸ αὑτῷ δοκοῦν. τὰς γὰρ σωματικὰς ἡδονὰς μέχρι του ἀγαθὰς εἶναι, ὅταν ἔχωσι μέτρον καὶ ὅρον, ὅταν δὲ ὑπερβάλλωσι τοῦ δέοντος, φαῦλαι. ὅσων | |
10 | μὲν γὰρ ἕξεων οὐκ ἔστιν ὑπερβολὴ τοῦ βελτίονος, οὐδὲ τῆς ἐξ αὐτῶν ἡδονῆς ἐστιν ὑπερβολή· βελτίονος δὲ ὑπερβολή ἐστιν ἡ φθαρτικὴ τοῦ βελτίονος, οἷαί εἰσιν αἱ ταῖς ἀρεταῖς παρακείμεναι ὑπερβολαί· αἷς οὖν ἕξεσι μὴ ὑπάρχει τοῦτο, ὥστ’ εἶναί τινας αὐταῖς· παρακειμένας ὑπερβολάς, οὐδὲ τῆς ἀπ’ αὐτῶν ἡδονῆς ἐστιν ὑπερβολή, οἷον τῆς θεωρητικῆς ἕξεως οὐκ ἔστιν ὑπερβολή, οὐδὲ ὅλως | |
15 | τῆς σοφίας· οὐδὲ γὰρ λέγεται περὶ πράξεις εἶναι ἀλλὰ περὶ θεωρίαν καὶ γνῶσιν· οὐδ’ ἡ ἀπὸ τοῦ θεωρεῖν οὖν ἡδονὴ ὑπερβολήν τινα ἔχει ἀλλ’ ἐφ’ ὁσονοῦν γινομένη οὐκ ἀπολείπεται τοῦ καλοῦ καὶ ἀγαθοῦ εἶναι· ὅσων δέ ἐστιν ἕξεων καὶ κινήσεων ὑπερβολή, καὶ τῆς ἡδονῆς ἐστιν, οἷον τῇ σωφροσύνῃ παρά‐ κειταί τις ὑπερβολὴ ἡ ἀκολασία, καὶ ἡ ἡδονὴ τοίνυν ὑπερβάλλουσα περὶ τὰ | |
20 | ἡδέα τὰ σωματικὰ φαύλη ἐστὶ καὶ ψεκτή· καθόλου δέ φησιν ὁ Ἀριστοτέλης σωματικῶν ἀγαθῶν πάντων εἶναι ὑπερβολήν· καὶ γὰρ τῆς ὑγιείας ὑπερβολή τίς ἐστιν ἡ ἀσυμμετρία τῶν ψυχρῶν ἢ τῶν θερμῶν ἢ τῶν ἄλλων, ἐξ ὧν κέ‐ κραται τὸ σῶμα, ὅταν ὑπερβολὴν ἔχῃ, καὶ ὁ φαῦλος λέγεται 〈τῷ〉 διώκειν τὴν ὑπερβολήν, ἀλλ’ οὐχὶ τῷ τὰς ἀναγκαίας ἡδονὰς μεταθεῖν, ἐπεὶ πάντες | |
25 | χαίρουσί πως καὶ ὄψοις καὶ οἴνοις καὶ ἀφροδισίοις, ἀλλ’ ὁ ἀκόλαστος οὐχ ὡς δεῖ. ἐναντίως δὲ ἔχει ἐπὶ τῆς λύπης· οὐ γὰρ τὴν ὑπερβολὴν φεύγει, ἀλλ’ ὅλως πᾶσαν λύπην οὐδὲ τὸ μικρότατον ἀνεχόμενος πονεῖν, εἰ καὶ μέλλει τι ἀγαθὸν ἐργάσασθαι· οὐ γάρ ἐστι, φησί, τῇ ὑπερβολῇ τῆς ἡδονῆς ἡ λύπη ἐναντία, ἀλλ’ ἡ ἐναντία ὑπερβολὴ οὖσα καὶ αὐτή, ἣν φεύγει ὁ διώκων | |
30 | τὴν τῆς ὑπερβολῆς ἡδονήν· ἀλλὰ πᾶσαν φεύγει λύπην· ταῦτα δὲ εἴρηκεν ἐν‐ | |
δεικνύμενος ὅτι εἰσί τινες ἡδοναὶ σωματικαὶ αἱρεταί, καὶ μέχρι του· αἱ δὲ ὑπερ‐ | 154 | |
155 | βολαὶ αὐτῇ ἡμάρτηνται, αἱρετώταται δὲ ὡς ἀληθῶς εἰσιν αἱ ἀπὸ τῶν καλ‐ λίστων ἐνεργειῶν γινόμεναι, περὶ τὰ κάλλιστα καὶ ἄριστα ἐνεργούσης τῆς ψυχῆς. Ἐπεὶ δὲ δοκοῦσι τοῖς πολλοῖς αἱ σωματικαὶ ἡδοναὶ αἱρετώταται εἶναι, τὸ αἴτιον τοῦ ψεύδους τούτου ῥητέον εἶναί φησι. συμβάλλεται δὲ πρὸς τὴν | |
5 | τοῦ ἀληθοῦς πίστιν ἡ αἰτία τῆς ἀπάτης φανερὰ γινομένη. τοῦ δὴ φαίνεσθαι τὰς σωματικὰς ἡδονὰς αἱρετωτέρας τῶν ἄλλων πρῶτον μὲν αἴτιον, ὅτι ἐκ‐ κρούουσι τὴν λύπην καὶ ἀπωθοῦσιν. οἱ δὲ ἄνθρωποι χαίρουσι διαφερόντως ἅμα μὲν ἡδόμενοι, ἅμα δὲ ἀπατώμενοι τοῦ λυπηροῦ. αἱ δὲ θεωρητικαὶ καὶ εἴ τινές εἰσιν αὐτῆς τῆς ψυχῆς ἄλλαι καθαραὶ εἰλικρινεῖς πάσης λύπης εἰσίν. | |
10 | ἔοικεν οὖν ἡ σωματικὴ ἡδονὴ οἷον ἰατρεία τις εἶναι τοῦ λυπηροῦ καὶ ὅσῳ ἂν ὑπερβάλλωσι τοσούτῳ μᾶλλον δοκοῦσιν ἰατρεῖαί τινες εἶναι· εἰσὶ δὲ καὶ σφοδραὶ σχεδὸν ἅπασαι αἱ σωματικαί, διὸ καὶ διώκονται. ἔτι δὲ πᾶν τὸ παρὰ τὸ ἐναντίον φαινόμενον μᾶλλον τοιοῦτον φαίνεται, ὥσπερ τὸ λευκὸν μᾶλλον διαφαίνεται παρακείμενον τῷ μέλανι. διὰ τοῦτο οὖν καὶ ἡ σωματικὴ | |
15 | ἡδονὴ μᾶλλον δοκεῖ ἡδονὴ παρακειμένη τῇ σωματικῇ λύπῃ. ταῦτα μὲν οὖν εἴρηκε πρὸς τοὺς ἡγουμένους τὴν σωματικὴν ἡδονὴν αἱρετωτάτην εἶναι καὶ προέχειν τῶν ἡδονῶν πασῶν· εἰσὶ δέ τινες, οἳ τὴν ἐναντίαν δόξαν ἔχουσι περὶ αὐτῆς καὶ δι’ αὐτὴν καθόλου περὶ πάσης ἡδονῆς· οὐ σπουδαῖον γὰρ νομίζουσι πᾶσαν ἡδονήν. † ἀπ’ αὐτῆς ἑξῆς λέγει· διὰ γὰρ δύο ταῦτά φησι | |
20 | δοκεῖ τὴν ἡδονὴν μὴ εἶναι σπουδαῖον· δι’ ἓν μέν, ὅτι εἰσί τινες φαύλης φύ‐ σεως πράξεις, τουτέστιν ἐνέργειαι ἢ ἐκ γενετῆς, ὥσπερ θηρίου (αἱ γὰρ τῶν ἀγριωτάτων ἡδοναὶ φαυλόταται· τοιαῦται δὲ καὶ 〈αἱ〉 τῶν θηριωδῶν ἀνθρώπων), ἢ ἐξ ἔθους, οἷον αἱ τῶν φαύλων ἀνθρώπων. μία μὲν οὖν αὕτη αἰτία, δι’ ἣν διαβέβληται καὶ ἡ ἡδονή· ἑτέρα δὲ ὅτι εἰσί τινες ἡδοναὶ ἰατρεῖαι, | |
25 | οἷον αἱ τῶν καμνόντων, καὶ καθόλου 〈αἱ〉 μετὰ ἀναπληρώσεως· ὡς σπουδαῖαι δὴ δοκοῦσαι, ὅτι τοῦ ἐνδεοῦς ἰατρεῖαι καὶ ἀναπληρώσεις [δοκοῦσι], καὶ βέλτιόν ἐστι τὸ ἔχειν ὁτιοῦν ἢ γίνεσθαι. αἱ δὲ ἡδοναὶ γενέσεις φαίνονται αἱ τοιαῦται διὰ τὸ μὴ ἀναπληρώσεως γίνεσθαι. διό φησι συμβαίνειν τὰς ἡδονὰς ταύτας τελειουμένων· οὐ γὰρ αὗται τελειώσεις εἰσὶν οὐδὲ γενέσεις ἀλλὰ τῷ ἐνερ‐ | |
30 | γεῖν τὴν φύσιν, ὅταν γένεσις καὶ ἀναπλήρωσις ᾖ. κατὰ συμβεβηκὸς οὖν σπουδαῖαι αἱ σωματικαὶ ἡδοναί, ἐπειδὴ τότε γίνονται αἱ ἐνέργειαι τῆς φύ‐ σεως, ἡνίκα ἡ ἐνέργεια δοκεῖ οὐ σπουδαῖα εἶναι, διότι ἀτελής· φαίνονται οὖν | |
ἐκ τούτων αἱ αἰτίαι, καθ’ ἃς διαβέβληνται καθόλου αἱ ἡδοναί. | 155 | |
156 | Ταῦτα δὲ εἰπὼν ἐπάνεισι πάλιν ἐπὶ τὰς αἰτίας, δι’ ἃς σφόδρα σπουδά‐ ζονται αἱ σωματικαὶ ἡδοναί· διώκονται γὰρ ὑπὸ τῶν ἄλλαις μὴ δυνα‐ μένων χαίρειν· ἄπειροι γὰρ καὶ ἄγευστοι ὄντες τῶν ἐλευθερίων ἡδονῶν πειρῶνται πορίζειν αὑτοῖς τὰς διὰ τοῦ σώματος· διὸ δίψας τινὰς αὑτοῖς πα‐ | |
5 | ρασκευάζουσιν, ἵνα πίνοντες ἥδωνται. αἱ μὲν οὖν ἀβλαβεῖς ἀνεπιτίμητοι· καὶ γὰρ ὁ ἐπιεικὴς διὰ γυμνασίων καὶ πόνων πειράσεται παρασκευάζειν αὑτῷ ἡδέα καὶ τὰ βρώματα καὶ τὰ ποτά· ἐὰν δὲ ἐπὶ βλάβην μηχανῶνται τὰς παρασκευάς, φαῦλοι καὶ ἐπίψογοι, οἷον ὡς οἱ πεπληρωμένοι καὶ ὅμως ἡδονῆς ἕνεκα μηχανώμενοι, ὅπως πάλιν πίωσιν ἢ φάγωσιν ἢ τὴν δι’ ἀφροδισίων | |
10 | ἡδονὴν καρπώσωνται. διὰ γὰρ τὸ μὴ ἔχειν ἄλλα ἐφ’ οἷς χαίρουσι ταῦτα ποιοῦσι. τὸ δὲ μηδέτερον τὸ μήτε ἥδεσθαι μήτε λυπεῖσθαι πολλοῖς λυπηρὸν † καὶ τὸ δοκεῖν ἡ κρατίστη αὐτῷ εἶναι κατάστασις· ὃ δέ φησι πολλοῖς ἀλγεινὸν εἶναι, τοῦτο διὰ τὴν φύσιν. ἀεὶ γὰρ πονεῖ τὸ ζῷον, ὥσπερ καὶ οἱ φυσιο‐ λόγοι λέγουσιν. ὁ γὰρ Ἀναξαγόρας ἔλεγεν ἀεὶ πονεῖν τὸ ζῷον διὰ τῶν αἰ‐ | |
15 | σθήσεων. ταῦτα δὲ οὐχ ὡς συγκατατιθέμενος λέγει ἀλλ’ ἱστορῶν· ἐπεὶ οὐκ ἐδόκει γε αὐτοῖς ἀεὶ ἐν πόνῳ εἶναι τὸ ζῷον. καὶ τὸν Ἀναξαγόραν αἰτιᾶται Θεόφραστος ἐν Ἠθικοῖς λέγων ὅτι ἐξελαύνει ἡδονὴ λύπην ἥ γε ἐναντία, οἷον ἡ ἀπὸ τοῦ πίνειν τὴν ἀπὸ τοῦ διψῆν, καὶ ἡ τυχοῦσα, τουτέστιν ἥτις οὖν ἂν εἴη ἰσχυρά, ὥστε ἐνίοτε πεῖναν ἐξελαύνει καὶ ἀκοῆς ἡδονή, ὅταν ᾄσμασιν ἢ | |
20 | ἄλλοις τισὶν ἀκούσμασι διαφερόντως χαίρωμεν. καὶ διὰ ταῦτα ἀκόλαστοι γί‐ νονται ἄνθρωποι· ἵν’ ὅλως γὰρ μὴ λυπῶνται μηδὲ ἀλγῶσι, μεγάλας καὶ σφο‐ δρὰς ἡδονὰς ἑαυτοῖς πορίζουσι. Λέγει δὲ ἑξῆς, ὃ καὶ πρόσθεν εἶπεν, ὅτι ἄνευ λυπῶν ἡδοναὶ οὐκ ἔχουσιν ὑπερβολήν· αὗται δέ εἰσιν αἱ τῶν φύσει ἡδέων καὶ μὴ κατὰ | |
25 | συμβεβηκός· λέγει δὲ καθ’ αὑτὰ ἡδέα ὅσα μὴ ἰατρείας ἕνεκα καὶ ἀναπλη‐ ρώσεως λαμβάνομεν· τοιαῦτα δέ ἐστι τὰ θεωρήματα· καθ’ αὑτὰ γάρ ἐστιν ἡδέα καὶ διὰ τὴν αὑτῶν φύσιν· κατὰ συμβεβηκὸς δὲ εἰς τὴν ἀναπλήρωσιν. ἐπεὶ γὰρ τότε συμβαίνει ἰατρεύεσθαι καὶ ἀναπληροῦσθαι, ὅταν τὸ ἐν ἡμῖν ὑγιεινὸν ἐνεργῆται, τουτέστιν ἡ φύσις ὑγιεινῶς ἔχουσα· διὰ τοῦτο καὶ αὐτὰ | |
30 | ἡδέα γίνεται· φύσει δὲ ἡδέα φησὶν ἃ ποιεῖ πρᾶξιν τῆς τοιᾶσδε φύ‐ | |
σεως. πρᾶξιν μὲν οὖν εἴρηκεν ἀντὶ τοῦ ἐνέργειαν· τῆς δὲ τοιᾶσδε φύσεως | 156 | |
157 | τῆς ἀρίστης ἔοικε λέγειν οἷά ἐστιν ἡ θεωρητική. ἔοικε δὲ † σημαινόμενον ἴδιον λέγειν τῇ φύσει· εἴωθε μὲν γὰρ καὶ εἰς τὴν ἀναπλήρωσιν, ἂν τὸ μέσον ἔχῃ φύσει ἡδέα λέγειν, διότι τῶν κατὰ φύσιν διακειμένων ἡδέα ἐστί, νῦν δὲ φαί‐ νεται φύσει ἡδέα λέγειν τὰ τῇ ἀρίστῃ φύσει ἡδέα μόνα· τοῦ δὲ μηδὲν εἶναι | |
5 | ἡδὺ ἀεὶ τὸ αὐτὸ ἡμῖν αἴτιον λέγει τὸ μὴ ἁπλῆν ἡμῶν εἶναι τὴν φύσιν ἀλλ’ ἐνεῖναί τι καὶ ἕτερον, διὸ φθαρτοί ἐσμεν· σημαίνει δὲ διὰ τούτων, ὅτι οὐκ ἔστιν ἡμῶν τὸ σῶμα ἐξ ἑνὸς σώματος ἀλλ’ ἐκ πλειόνων συγκείμενον, ὥστε ἐὰν θάτερον τῶν ἐν ἡμῖν ἐνεργειῶν πράττῃ τῇ ἑτέρᾳ φύσει παρὰ φύσιν εἶναι, οἷον τὸ θερμὸν σφόδρα ἐνεργοῦν τῷ ψυχρῷ, τοῦτο ἐναντίον | |
10 | εἶναι· ὅταν δὲ ἰσάζῃ πάντα, οὔτε ἡδὺ δοκεῖ οὔτε λυπηρὸν εἶναί τι γινό‐ μενον, ἐπεὶ εἰ ἡ φύσις ἁπλῆ, καθάπερ δοκεῖ δαιμονίων τινῶν καὶ τῶν ἄστρων, ἡ αὐτὴ πρᾶξις καὶ ἐνέργεια αὐτοῖς. διὸ καὶ ὁ πρῶτος θεὸς ἀεὶ μίαν καὶ ἁπλῆν χαίρει ἡδονὴν, ἁπλουστάτης ὢν φύσεως καὶ οὐσίας· ἐπεὶ δὲ εἴρη‐ ται ἡδονὴ ἐνέργεια, ὑπολαμβάνουσι δέ τινες τὴν ἐνέργειαν κίνησιν ἢ κινήσεώς | |
15 | τι ἔργον, ὁ δὲ πρῶτος θεὸς ἀκίνητος, φησὶν οὐ μόνον κινήσεως εἶναι ἐνέργειαν ἀλλὰ καὶ ἀκινησίας· εἶδος γάρ τι ἡ ἐνέργεια καὶ τελειότης. διὸ καὶ ἡ ἡδονὴ μᾶλλον ἐν ἠρεμίᾳ ἐστὶν ἢ ἐν κινήσει· ἡ γὰρ ἡδίστη καὶ ἀληθεστάτη ἡδονὴ τῷ ὡσαύτως ἔχοντι καὶ ἀεὶ περὶ τὴν τῶν καλλίστων θεωρίαν ἐνεργοῦντι· ὃ δὲ λέγουσί τινες “μεταβολὴ πάντων γλυκύ” περὶ τῆς πονηρίας καὶ εὐμετα‐ | |
20 | βόλου φύσεως λέγουσι· τοιαύτη δὲ ἡ φθαρτή. | 157 |
158(1t) | ΑΣΠΑΣΙΟΥ ΕΙΣ ΤΟ Θ ΤΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΗΘΙΚΩΝ. | |
2 | p. 1155a3 Μετὰ δὲ ταῦτα περὶ φιλίας ἕως τοῦ λανθάνοντας ὡς ἔχουσιν ἑαυτοῖς. Περὶ φιλίας οἰκειότατόν ἐστιν διελθεῖν τῷ περὶ ἠθῶν καὶ ἀρετῶν ἐπι‐ | |
5 | σκοποῦντι· ἔστι γὰρ ἀρετή τις ἢ μετ’ ἀρετῆς, ὥς φησι. καὶ γὰρ μίαν τῶν ἀρετῶν ἔστιν εἰπεῖν τὴν φιλίαν οὕτως ὡς τὴν ἀνδρείαν καὶ τὴν σωφρο‐ σύνην καὶ τῶν ἠθικῶν ἀρετῶν ἑκάστην. καὶ γὰρ αὕτη περὶ πάθη καὶ πράξεις ἐστὶν ὥσπερ αἱ λοιπαί. καὶ γὰρ πράξεις εἰσὶ φιλικαὶ καὶ τὸ φιλεῖν πάθος τι. ἔτι δὲ μεσότης κολακείας λέγοιτ’ ἂν καὶ ἀνωνύμου τινὸς διαθέ‐ | |
10 | σεως, οἷον ἀγριότητός τινος οὔσης ἢ δυσκολίας ἀνθρώπου μὴ πεφυκότος πρὸς ἡδονὴν ὁμιλεῖν. καὶ ὁ μὲν κόλαξ κατὰ τὴν ὑπερβολὴν σφόδρα ἡδὺς εἶναι βουλόμενος, ὁ δὲ φίλος μέσως τούτῳ χρῆται, ὅτε δεῖ ἡδὺς γινόμενος, ὅτε δὲ μὴ δεῖ, μὴ γινόμενος, ὁ δὲ ὅλως ἐλλείπων ἐν τῷ ἡδὺς εἶναι κατὰ τὴν ἔλλει‐ ψιν τέτακται. ἴσως δὲ καὶ ἄλλως ἔστιν ἐπινοῆσαι τὸν ὑπερβάλλοντα καὶ τὸν | |
15 | ἐνδέοντα, τὸν μέν τινα μανικῶς χρώμενον τῷ φιλεῖν καὶ ὑπερβαλλόντως, οἷος λέγεται ὁ Σάτυρος πρὸς τὸν πατέρα γεγονέναι, ὃς οὐδὲ ζῆν εἵλετο ἀποθα‐ νόντος τοῦ πατρός, τὸν δὲ ὅλως ἀπαθῆ καὶ μήτε δυνάμενον φιλεῖν μήτε βουλόμενον, τὸν δὲ φίλον μέσως χρώμενον τῷ φιλεῖν. εἰς μὲν οὖν ταῦτα σκοπῶν τάχα ἄν τις λέγοι ἀρετήν τινα τὴν φιλίαν· ᾗ δὲ δοκεῖ τῷ ἐναρέτῳ | |
20 | εἶναι οἰκεῖον ἡ φιλία καὶ μόνοις ὑπάρχειν τοῖς τελείως ἀγαθοῖς, μετ’ ἀρετῆς ἂν δόξειεν ἡ φιλία. ἔστι δὲ μιᾷ τῶν ἀρετῶν προσνεῖμαι αὐτήν, τῇ δικαιο‐ | |
σύνῃ. ἥ τε γὰρ δικαιοσύνη ἰσότης τίς ἐστιν ἀπονεμητικὴ καὶ ἡ φιλία τοῖς | 158 | |
159 | φίλοις ἰσότητα παρέχει. ἴσους γὰρ ἀνάγκη εἶναι τούς γε τῷ ὄντι φίλους, ὥστε μόριον ἄν τι εἴη δικαιοσύνης. διὰ μὲν οὖν ταῦτα ἀρετήν τινα εἶπεν αὐτὴν ἢ μετ’ ἀρετῆς. ἐπεὶ δὲ τῶν ἀγαθῶν τὰ μέν ἐστιν ἀναγκαῖα, τὰ δὲ καλά, καθ’ ἑκάτερα τούτων τὴν φιλίαν ἀγαθὸν δεῖξαι βούλεται. ἀναγκαῖον | |
5 | δὲ εἴωθε μὲν λέγειν οὗ χωρὶς οὐχ οἷόν τε ζῆν, νῦν δὲ λαμβάνει ἀναγκαῖον, οὗ χωρὶς ζῆν οὐδεὶς ἂν ἕλοιτο τῶν κατὰ φύσιν ἐχόντων· τοιοῦτον γὰρ ἡ φιλία. οὐδεὶς γὰρ ἂν ἕλοιτο ἄνευ αὐτῆς ζῆν τῶν μὴ διεφθαρμένων τὴν φύσιν. φησὶ δὲ αὐτὴν ἀναγκαίαν εἶναι καὶ πλουτοῦσι καὶ δυναστείας με‐ γάλας κεκτημένοις καὶ πένησι καὶ νέοις καὶ πρεσβυτέροις καὶ ἀκμάζουσι. | |
10 | τοῖς μὲν οὖν πλουτοῦσι καὶ ἐν δυναστείαις οὖσι χρεία φίλων, ἐπεὶ μηδὲν ὄφελος τοῦ πλούτου καὶ τῆς δυνάμεως, εἰ μὴ χρῶνται αὐτοῖς· χρῆσις δὲ πλούτου καὶ δυνάμεως ἐν τῷ εὐεργετεῖν, ἡ δὲ καλλίστη εὐεργεσία καὶ μά‐ λιστα ἀξιόπιστος ἡ πρὸς τοὺς φίλους. δόξει δὲ ἡ ἐγχείρησις αὕτη οὐκ ἀναγκαῖόν τι δεικνύναι τὴν φιλίαν ἀλλὰ μᾶλλον καλὸν ἢ καλοῦ αἴτιον, εἴ γε | |
15 | αἰτία ἐστὶν εὐεργεσίας· ἡ δὲ εὐεργεσία τῶν καλῶν. ἀλλὰ δεῖ μεμνῆσθαι, πῶς λαμβάνει τὸ ἀναγκαῖον, οὗ χωρὶς οὐκ ἂν ἕλοιτο ὁ κατὰ φύσιν ἔχων πλοῦτον, καὶ εἰ πλούσιός ἐστι ζῆν ἄλλως ἢ εὐεργετῶν· τούτου δὲ ἀποστερεῖ‐ ται ὁ ἄφιλος. τὸ δὲ ἑξῆς καὶ σφόδρα ἀναγκαῖον δείκνυσι τὴν φιλίαν τῷ πλουτοῦντι· πρὸς γὰρ φυλακὴν καὶ σωτηρίαν τῶν ὑπαρχόντων τοῖς πλουτοῦσι | |
20 | μεγάλη δύναμις ἡ παρὰ τῶν φίλων· καὶ μὴν ἐν πενίᾳ καταφυγὴ καὶ ἐπι‐ κουρία οἱ φίλοι. Πάλιν δὲ ὅταν λέγῃ καὶ νέοις πρὸς τὸ ἀναμάρτητον συνεργεῖν τοὺς φίλους ἐπανορθοῦντας καλόν τι δόξει λέγειν τὴν φιλίαν μᾶλλον ἢ ἀναγκαῖον. ἴσως μὲν οὖν καὶ καλὸν ἡ ἐπανόρθωσις, οὐ μὴν ἀλλὰ καὶ ἀναγκαῖον· κω‐ | |
25 | λύει γὰρ μεγάλοις περιπίπτειν κακοῖς. δῆλον δὲ ὅτι καὶ πρεσβυτέροις συνεργεῖ καὶ τοῖς ἐν ἀκμῇ· καὶ μὴν ἡ φύσις πρὸς τὰ ἔγγονα φιλίαν μηχανᾶται ἀναγκαίως, οὐ μόνον ἐν ἀνθρώποις, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ζῴοις, ὅπως ἐκτρέφηται. φιλίαν δὲ νῦν λαμβάνει κοινότερον ἀντὶ τῆς φιλήσεως, ἥτις ἀρχὴ μὲν ἴσως φιλίας ἐστί, φιλία δὲ οὔπω, ἐπειδὴ ἡ φιλία ἐν ἀντιφιλοῦσίν ἐστιν· | |
30 | καὶ τοῖς ὁμοεθνέσι δὲ ἀναγκαίως ἡ φύσις ἐνειργάσατο πρὸς ἀλλήλους | |
φιλίαν, ὅπως τὴν παρ’ ἀλλήλων ἐπικουρίαν ἔχωσι· καὶ τοῖς ἀνθρώποις φύσει | 159 | |
160 | ὑπάρχει φιλία πᾶσι πρὸς πάντας· δῆλον δὲ τοῦτο ἐν ταῖς πλάναις μάλιστα· καὶ γὰρ μὴ ἐπισταμένοις τὰς ὁδοὺς μηνύουσι καὶ ὑποδέχονται καὶ ἐπικου‐ ροῦσιν, ἄν γε μὴ ὑπὸ πλεονεξίας διεστραμμένοι ὦσι. πάλιν δὲ φιλίαν ἐπὶ τῶν ὁμοεθνῶν καὶ τῶν ἀνθρώπων τὴν εἰς φιλίαν ἐπιτηδειότητα ληπτέον καὶ | |
5 | τὴν ἐφέλκυσιν. καὶ τὰς πόλεις δὲ συνέχει ἡ φιλία· ἡ γὰρ ὁμόνοια ὅμοιόν τι τῇ φιλίᾳ· τὸ γὰρ κοινὸν ἀγαθὸν ποθοῦσιν οἱ ὁμονοοῦντες· τοῦτο δὲ ὅμοιον φιλικῇ ἐνεργείᾳ. καὶ φίλων μὲν ὄντων οὐδὲν δεῖ δι‐ καιοσύνης πρὸς ἀλλήλους, δίκαιοι δὲ ὄντες προσδέονται φιλίας διὰ τὰ εἰρημένα περί τε πλουσίων καὶ πενήτων καὶ νέων καὶ ἀκμαίων καὶ | |
10 | πρεσβυτέρων. καὶ τῶν δικαίων δὲ τὸ μάλιστα φιλικὸν εἶναι δοκεῖ. πολλὰ γὰρ εἴδη τοῦ δικαίου, καθάπερ ἐλέχθη ἐν τοῖς περὶ δικαιοσύνης, οἷον τὸ πολιτικὸν καὶ τὸ πατρικὸν καὶ τὸ δεσποτικόν· τούτων δὲ τὸ μάλιστα δί‐ καιόν ἐστι τὸ πολιτικόν, ὅπερ ὅμοιόν τί ἐστι τῷ φιλικῷ· κατ’ ἰσότητα γάρ ἐστι τῶν κοινωνῶν. εἴρηται δὲ ὅτι καὶ ἡ φιλία βούλεται τοὺς φίλους ὡς | |
15 | οἷόν τε φίλους εἶναι. τάχα δ’ ἄν τις καὶ οὕτως ἀποδέξαιτο, ὅτι πάντων τῶν δικαίων μάλιστα δίκαιόν ἐστι τὸ πρὸς τοὺς φίλους. πρὸς γὰρ τούτους μάλιστα φυλακτέον ἐστὶ τὰ καλούμενα δίκαια φιλικά. ὅτι δὲ οὐ μόνον δί‐ καιόν ἐστιν ἡ φιλία ἀλλὰ καὶ καλόν, δεδήλωκεν αὐτός. Διαμφισβητεῖται δὲ περὶ τῆς φιλίας. οἱ μὲν γὰρ ὁμοιότητά τινα | |
20 | λέγουσιν αὐτήν, ἐπειδὴ καθ’ ὁμοιότητα ἔθους δοκεῖ συνίστασθαι, οἱ δὲ τοὺς μὲν ὁμοίους ἐναντίως ἔχειν πρὸς ἀλλήλους, τοὺς δὲ μὴ ὁμοίους πως ἀλλ’ ἐναντίους εἶναι φίλους. ἑκάτερον δὲ τούτων ἐνδόξως ἐπικεχείρηκε, τὰ παροιμιωδῶς λεγόμενα παρατιθέμενος καὶ ποιητῶν δόξας καὶ φιλοσόφων. ἐπεὶ δέ τινες τῶν φιλοσόφων ἀπορώτερον ἐπιόντες καὶ τὸ πᾶν καθ’ ὁμοιό‐ | |
25 | τητα συνεστάναι λέγουσιν, οἱ δὲ κατ’ ἐναντίωσιν, ταύτας μὲν τὰς σκέψεις ὡς φυσικὰς ὑπερτίθεται· ὅσα δὲ οἰκεῖά ἐστι τῇ ἠθικῇ πραγματείᾳ, ταῦτα ἀπορεῖ, καὶ προτείνει δύο ἀπορίας· τὴν μέν, εἰ ἐν πᾶσιν οἷόν τε γενέσθαι ἢ ἀμή‐ χανον μοχθηροὺς ὄντας φίλους εἶναι, ἔτι δὲ εἰ πλείω εἴδη φιλίας ἐστὶν ἢ ἕν. οὐκ οἰητέον δὲ αὐτὸν ζητεῖν, εἰ οὕτως ἐστὶ πλείω εἴδη ὡς ὑφ’ ἓν γένος | |
30 | τεταγμένα, ἀλλ’ ἐν πλείοσι τῆς φιλίας εἴδεσι μόνον ἐστὶ κοινὸν ὄνομά τι καὶ ὁμώνυμόν τι ἡ φιλία. δηλώσει δὲ προϊὼν ὅτι τοιαύτην ποιεῖται τὴν ζήτησιν. Οἱ μὲν γὰρ οἰόμενοι, φησίν, ἓν εἶναι τὴν φιλίαν, ὅτι δέχεται τὸ μᾶλλον | |
καὶ τὸ ἧττον, οὐχ ἱκανῷ πεπιστεύκασι σημείῳ· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. | 160 | |
161 | οἴονταί τινες ἱκανὸν σημεῖον εἶναι τοῦ μὴ ὁμώνυμον εἶναι τὴν φιλίαν τὸ δέ‐ χεσθαι αὐτὴν τὸ μᾶλλον καὶ τὸ ἧττον· τὰ δὲ ἐπιδεχόμενα τὸ μᾶλλον καὶ τὸ ἧττον ὑφ’ ἓν γένος εἶναι καὶ συνωνυμεῖν ἀλλήλοις, οἷον τὸ θερμὸν δεχό‐ μενον τὸ μᾶλλον καὶ τὸ ἧττον οὐκ ἔστιν ὁμώνυμον, ὡσαύτως καὶ τὸ γλυκύ· | |
5 | ἐπεὶ οὖν καὶ ἡ φιλία, ἡ μὲν μᾶλλον ἡ δ’ ἧττόν ἐστι, μᾶλλον μὲν ἡ τῶν ἀγαθῶν ἧττον δ’ ἡ τῶν πονηρῶν, οὐκ ἂν εἴη ὁμώνυμον ἡ φιλία· οἱ δὴ ταῦτα λέγοντες οὐχ ἱκανῷ πιστεύουσι τούτου σημείῳ. δέχεται γὰρ τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τὰ ἕτερα μὲν τῷ εἴδει, μὴ κοινωνοῦντα δὲ τοῦ αὐτοῦ γένους. εἴρηται δέ, φησί, περὶ αὐτῶν ἔμπροσθεν, ἔοικε δὲ εἰρῆσθαι ἐν | |
10 | τοῖς ἐκπεπτωκόσι τῶν Νικομαχείων. ἔστι δὲ οὐκ ἄπορον δεῖξαι τὸ μᾶλλον καὶ τὸ ἧττον ἐν τοῖς πολλαχῶς λεγομένοις· τὸ γὰρ ὂν λέγεται εἶναι πολλα‐ χῶς, ἔστι δὲ μᾶλλον μὲν ἡ οὐσία, ἧττον δὲ τὰ συμβεβηκότα· διὰ γὰρ τὴν οὐσίαν καὶ τοῖς ἄλλοις ὑπάρχει τὸ εἶναι. τοῦτο δὲ μάλιστα συμβαίνειν δύνα‐ ται, ὅταν τὰ πολλαχῶς λεγόμενα ἀπὸ τοῦ αὐτοῦ πρὸς τὸ αὐτὸ ᾖ, ὥσπερ | |
15 | τὸ ὄν· τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῆς φιλίας ἐστί. κατὰ γὰρ τὴν ὁμοιότητα τῆς τῶν ἀγαθῶν φιλίας καὶ αἱ λοιπαὶ λέγονται καὶ ἀπὸ ταύτης τοὔνομα ἔχουσι. δῆλον δὲ καὶ περὶ τούτου μετὰ ταῦτα ἔσται. ἐπεὶ δὲ ἡ φιλία ἐν τῷ φιλεῖν ἐστι καὶ τῷ φιλεῖσθαι (φιλεῖται δὲ τὸ φιλητόν), γνώριμον ἔσται καὶ περὶ τῆς φιλίας, πόσα εἴδη αὐτῆς ἐστι διελομένοις ποσαχῶς λέγεται τὸ φιλητόν. | |
20 | διαιρεῖται δὲ αὐτὸ τριχῇ· τὸ γὰρ φιλητὸν ἢ τὸ ἀγαθόν φησιν εἶναι ἢ τὸ ἡδὺ ἢ τὸ χρήσιμον. Ἀπορεῖται δὲ περὶ τῆς διαιρέσεως ταύτης. δοκεῖ γὰρ ἀντιδιῃρηκέναι ἢ τὸ γένος τῷ εἴδει ἢ τὸ κοινὸν ὄνομα ἑνὶ τῶν δηλουμένων. εἴτε γὰρ γένος τὸ ἀγαθὸν τῶν ἀγαθῶν, τὸ δὲ χρήσιμον ἕν τι, τὸ γένος ἀντιδιῄρηκε τῷ | |
25 | εἴδει εἰπών, τὸ μὲν εἶναι ἀγαθόν, τὸ δὲ χρήσιμον (καὶ ὅμοιον πεποίηκεν ὡς εἴ τις φήσει τὸ μὲν εἶναι ζῷον, τὸ δὲ ἄνθρωπον), εἴτε τῶν πολλαχῶς λεγομένων τὸ ἀγαθόν, ὥσπερ καὶ δοκεῖ, καὶ οὕτω παραπλησία ἡ διαίρεσις καθάπερ εἴ τις φαίη τὸ μὲν εἶναι ὄν, τὸ δὲ οὐσίαν. ἔοικε δ’ οὐχ ὡς τὸ κοινὸν ἀγαθὸν ἀντιδιαιρεῖν νῦν τῷ χρησίμῳ, ἀλλ’ ἰδίως λαμβάνει ἀγαθὸν λέ‐ | |
30 | γεσθαι τὸ καθ’ αὑτὸ αἱρετόν, εἴτε μόνον τοῦτο αὐτῷ ὑπάρχοι καθάπερ τῇ εὐδαιμονίᾳ, εἴτε καὶ διὰ τοῦτο καὶ δι’ ἕτερον εἴη αἱρετόν, ὡς ἡ ὑγίεια καὶ | |
ἡ εὐαισθησία καὶ ἡ ἀρετή. ταῦτα γὰρ καὶ δι’ αὑτὰ αἱρετὰ καὶ διὰ τὴν εὐ‐ | 161 | |
162 | δαιμονίαν· ταῦτα δὲ πάντα ἰδίως νῦν ἀγαθὰ κέκληκε. χρήσιμα δὲ τὰ δι’ ἕτερα αἱρετά· ἔστι δὲ καὶ ὁ πλοῦτος τῶν χρησίμων, ὥσπερ καὶ ἐν τοῖς κατ’ ἀρχὰς λόγοις ἔλεγε· λέγων γὰρ περὶ εὐδαιμονίας εἶπεν ‘ὁ δὲ πλοῦ‐ τος οὐκ ἔστι τὸ ζητούμενον ἀγαθόν· χρήσιμον γὰρ καὶ ἄλλου χάριν‘. οὐ | |
5 | δεῖ δὲ ταράττεσθαι, εἰ ἅμα μὲν τὸν πλοῦτον λέγει τῶν ἁπλῶς ἀγαθῶν, ἅμα δὲ τῶν δι’ ἕτερον αἱρετῶν. ἁπλῶς μὲν γὰρ ἀγαθὸν λέγεται, διότι τῷ κατὰ φύσιν διακειμένῳ, λέγω δὴ τῷ ἐναρέτῳ, ὄργανόν ἐστι πρὸς τὰς καλὰς ἐνερ‐ γείας, ὡς καὶ μουσικὸν ὄργανον λέγεται τὸ ἁπλῶς τῷ μουσικῷ ἁρμόττον πρὸς τὰς κατὰ μουσικὴν ἐνεργείας· δι’ ἕτερον δέ ἐστιν αἱρετόν, διότι | |
10 | αἱρούμεθα τὸν πλοῦτον διὰ τὴν χρῆσιν τὴν ἀπ’ αὐτοῦ· διὸ καὶ χρή‐ ματα λέγεται τὰ τοῦ πλούτου μέρη. δηλοῖ δὲ καὶ αὐτός, ὅτι χρήσιμον τὸ ἑτέρου ἕνεκεν αἱρετόν· φησὶ γὰρ χρήσιμον εἶναι, δι’ οὗ γίνεται ἀγα‐ θόν τι ἢ ἡδονή. τριῶν οὖν ὄντων φιλητῶν, τὸ μὲν ἀγαθὸν καὶ τὸ ἡδὺ ὡς τέλος φιλητὸν ἂν εἴη, τὸ δὲ χρήσιμον φιλητὸν ὡς τῶν εἰς τὸ τέλος τι συν‐ | |
15 | τεινόντων καὶ φερόντων. ἑξῆς ζητεῖ πότερον τὸ ἀγαθὸν φιλοῦσιν οἱ ἄν‐ θρωποι ἢ τὸ αὑτοῖς ἀγαθόν. ἐλέχθη γὰρ καὶ πρότερον, ὅτι τὸ μέν ἐστιν ἁπλῶς ἀγαθόν, τὸ δὲ τινί· ἁπλῶς μὲν ἀγαθὸν τὸ τῷ κατὰ φύσιν διακειμένῳ τὸ σῶμα ἁπλῶς ὑγιεινὸν λέγεται, τὸ δὲ τῷ νοσοῦντι σώματι τινὶ ὑγιεινόν, οἷον τομὴ καὶ καῦσις καὶ αἱ λοιπαὶ ἰατρεῖαι· ἡδὺ δὲ τὸ μὲν ἁπλῶς, τὸ δὲ | |
20 | τινί· ἁπλῶς μὲν τὸ τῷ κατὰ φύσιν διακειμένῳ, τινὶ δὲ ἐνίοτε τὸ τῷ παρὰ φύσιν. τὰ γὰρ πικρὰ ἡδέα δοκεῖ τῷ διεφθαρμένῳ τὴν γεῦσιν ἐνίοτε· τῷ μὲν οὖν ἀγαθῷ, ὃ ἁπλῶς ἐστιν ἀγαθὸν καὶ αὐτῷ ἀγαθὸν καὶ οὐ διαφωνεῖ· ἐπὶ δὲ τοῦ μοχθηροῦ διαφωνεῖ· οὐ γὰρ ταὐτὸν ἁπλῶς ἀγαθὸν καὶ αὐτῷ ἀγαθόν, ἀλλ’ ἐνίοτε καὶ ἐνίοις τὸ ἁπλῶς κακὸν ἀγαθὸν γίνεται, οἷον νόσος καὶ | |
25 | πενία· πολλοῖς γὰρ τῶν μοχθηρῶν ἐνίοτε ἤνεγκε ταῦτα. Τούτων δὲ οὕτως ἐχόντων ζητεῖ πότερον τὸ ἀγαθὸν φιλοῦσιν οἱ ἄν‐ θρωποι τὸ ἁπλῶς ἢ τὸ αὐτοῖς ἀγαθόν. ἔοικε δὲ ἕκαστος φιλεῖν τὸ αὐτῷ ἀγαθόν, μᾶλλον δὲ τὸ φαινόμενον αὐτῷ ἀγαθόν· διαμαρτάνουσι γὰρ πολλοὶ κατὰ τὴν φαντασίαν. τὸ οὖν οὕτω φιλητὸν ὡς τὸ ἀγαθόν, πότερον τὸ ἁπλῶς | |
30 | ἀγαθόν ἐστιν ἢ τὸ τινὶ ὂν ἢ φαινόμενον. διαιρούμενος δὴ λέγει τὸ μὲν ἁπλῶς φιλητὸν οὕτως, ὡς ἀγαθὸν ἁπλῶς εἶναι φιλητὸν ἀγαθόν (τὸ δὲ σπάνιον), ἢ φαινόμενόν τινι φιλητόν. περὶ δὲ τοῦ ἡδέος, εἰ καὶ μηδὲν εἴρηκε, ταῦτα λεκτέον· τὸ γὰρ ὡς ἡδὺ φιλητόν, τὸ μὲν ἁπλῶς ἡδὺ ἁπλῶς φιλητόν, τὸ δὲ | |
τινὶ ἡδὺ τινὶ φιλητόν. μετὰ ταῦτα διαιρεῖ τὴν φίλησιν, ὡς ἑτέραν οὖσαν τῆς | 162 | |
163 | φιλίας. ἔστι μὲν οὖν καὶ ἐξ ἄλλων ἐναργές· καὶ γὰρ αἱ μητέρες φιλοῦσι τὰ ἔκγονα ἔτι νήπια ὄντα· καὶ φίλησις μέν ἐστι, φιλία δὲ οὐδαμῶς· οὐ γὰρ ἀντιφιλοῦνται. καὶ οἱ ἐρασταὶ φιλοῦσι μέν, φιλία δὲ οὐκ ἔστιν ἀεί· ἐνίοτε γὰρ καὶ μισοῦνται ὑπὸ τῶν ἐρωμένων. ἐναργεστάτῳ δὲ αὐτὸς κέχρηται πα‐ | |
5 | ραδείγματι· πρὸς γὰρ τὰ ἄψυχα φίλησις μέν ἐστι, φιλία δ’ οὐκ ἔστιν, οἷον πρὸς τὸν οἶνον. οὐ γάρ ἐστιν ἀντιφίλησις οὐδὲ βούλησις ἀγαθοῦ αὐτοῦ ἐκείνου ἕνεκα, οὐδὲ γὰρ βούλεται τῷ οἴνῳ τἀγαθά, ἀλλ’ εἴπερ ἄρα, σώζεσθαι, βούλεται καὶ μένειν τὸν οἶνον ἑαυτοῦ ἕνεκα, ἵνα ἔχῃ χρῆσθαι. Ἐπεὶ δὲ ἐκ τῶν εἰρημένων δόξει τις φιλίαν αὐτὸν λέγειν βούλησιν ἀγα‐ | |
10 | θοῦ, ἐκείνου αὐτοῦ ἕνεκεν, ᾧ βούλεται τἀγαθά, φησὶ τὸ τοιοῦτον εὔνοιαν εἶναι. ὁ γὰρ βουλόμενός τῳ τὰ ἀγαθὰ αὐτοῦ ἐκείνου ἕνεκα, κἂν μὴ τὸ αὐτὸ παρ’ ἐκείνου γίνηται, εὔνους ἐστίν· ἡ δὲ φιλία εὔνοιά ἐστιν ἐν ἀντιπεπονθόσιν· ἢ προσθετέον, φησί, μὴ λανθάνουσαν. ἐνδέχεται γὰρ εὐνοεῖν τινας ἀλλή‐ λοις πεπυσμένους, ὅτι εἰσὶν ἐπιεικεῖς ἢ χρήσιμοι ἑαυτοῖς, λανθάνειν δὲ ἀλλή‐ | |
15 | λους, ὅτι οὕτως ἔχουσι. τούτους μὲν οὖν οὐκ ἄν τις εἴποι φίλους, τοὺς δὲ εὐνοοῦντας μὲν ἀλλήλοις, μὴ λανθάνοντας δὲ φίλους ῥητέον. δόξει δὲ λέγων ταῦτα φιλίαν λέγειν καὶ τῶν μηδέποτε ἀλλήλοις ἐντετυχηκότων, ἂν μόνον εὖνοι ὦσιν ἀλλήλοις, πεπιστευκότες δὲ ἑκάτερος ἑκατέρῳ ἀγαθὸς εἶναι, καὶ εἰδῶσιν, ὅτι οὕτως ἔχουσι πρὸς ἀλλήλους. ἢ τὸ μὴ λανθάνειν οὐχ οὕτως | |
20 | ἀποδεκτέον, ὡς ἐν τῷ πεπύσθαι μόνον ὅτι εὐνοοῦσιν ἀλλήλοις, ἀλλὰ καὶ ἐν τῷ ἐντετυχηκέναι πολλάκις. δεῖ γὰρ καὶ ὑπὸ τῆς συνουσίας καὶ συμβιώσεως συναφθῆναί πως καὶ συναρμοσθῆναι τὰς ψυχὰς τῶν ὡς ἀληθῶς ἐσομένων φί‐ λων· δεῖ δὲ καὶ πείρας πολλῆς, ἵνα βεβαίως πιστεύσωσιν ἀλλήλοις ἐπιεικεῖς εἶναι. λέγει δὲ καὶ αὐτὸς τοιαῦτα περὶ τῶν ὡς ἀληθῶς φίλων προελθών. | |
25 | p. 1156a3 Δεῖ ἄρα εὐνοεῖν ἀλλήλοις ἕως τοῦ οὐ γὰρ πάνυ συνδυάζε‐ ται τὰ κατὰ συμβεβηκός. Καὶ ἐκ τῶν προειρημένων καὶ ἐκ τῶν νῦν λεγομένων λάβοι ἄν τις, ὅτι τὴν φιλίαν ὁρίζεται ὁ Ἀριστοτέλης εὔνοιαν ἐν ἀντιπεπονθόσι μὴ λανθάνουσαν· | |
τὴν δὲ εὔνοιαν βούλησιν ἀγαθοῦ, αὐτοῦ ἐκείνου ἕνεκεν ᾧ βούλεται τὸ ἀγα‐ | 163 | |
164 | θόν. εἰ δέ ἐστιν ὁρισμὸς εἷς πάσης φιλίας, οὐκ ἂν ὁμώνυμοι εἶεν αἱ φιλίαι, ὥσπερ δοκεῖ αὐτῷ. ἢ ἔστι καὶ πολλαχῶς τινων λεγομένων ἕνα λαβεῖν λόγον, οὐκ ἀκριβῆ μὲν ὁρισμόν, ὑπογραφὴν δὲ μᾶλλον. τίνων δὲ πολλαχῶς λεγο‐ μένων ἔφαμεν ἐγχωρεῖν ἕνα λαβεῖν λόγον, οὐκ ἄδηλον, ὅτι τῶν μὴ πολὺ διε‐ | |
5 | στώτων, ἀλλ’ ὅταν ἀφ’ ἑνὸς τὰ πολλὰ λέγηται, ὥσπερ τὸ ἰατρικὸν βιβλίον καὶ ὄργανον ἀπὸ πρώτου λέγεται τοῦ ἰατρικοῦ ἀνθρώπου, ἔστι τύπῳ λαβεῖν ἕνα πάντων λόγον ἰατρικόν, λέγοντας πᾶν τὸ ἀπὸ ἰατρικῆς ὁπωσοῦν ὄν· καὶ ἐπὶ τῆς φιλίας δὲ ταὐτόν πως ἔστι. πρώτη μὲν γάρ ἐστι φιλία καὶ κυρίως, ὡς προελθὼν δηλώσει, ἡ τῶν ἀγαθῶν καὶ κατ’ ἀρετὴν ὁμοίων, αἱ δ’ ἄλλαι | |
10 | καθ’ ὁμοιότητα ταύτης λέγονται καὶ ἀπὸ ταύτης ἔχουσι τὴν κλῆσιν, ὥστ’ οὐδὲν κωλύει τύπῳ λόγον κοινὸν λαβεῖν αὐτῶν. ὅτι δὲ ὁμώνυμοί εἰσι, φανε‐ ρὸν καὶ ἐκ τῶν φιλητῶν. τὸ γὰρ ἀγαθὸν καὶ τὸ χρήσιμον καὶ τὸ ἡδὺ οὐ ταὐτὸν ἔχουσι τὸ φιλητόν. τὸ μὲν γὰρ ἀγαθὸν καθ’ αὑτὸ αἱρετὸν καὶ φιλη‐ τόν, τὸ δὲ ἡδὺ καὶ τὸ χρήσιμον κατὰ συμβεβηκὸς καὶ δι’ ἕτερον· διότι γὰρ | |
15 | τῷ φιλοῦντι ἡδύ ἐστιν ἢ χρήσιμον, φιλεῖται· τὸ δ’ ἀγαθὸν δι’ αὑτό. δῆλον δὲ τοῦτο ἐπὶ τῶν ἀγαθῶν ἀνδρῶν μάλιστα. δι’ οὐδὲν γὰρ ἕτερον ὁ ἀγαθὸς ὑπὸ τοῦ ἀγαθοῦ φιλεῖται ἢ δι’ αὑτόν· ὁ δὲ χρήσιμος οὐ δι’ αὑτὸν ἀλλὰ διὰ τὴν χρείαν, καὶ ὁ ἡδὺς διὰ τὴν ἡδονήν. μετάγει δὲ καὶ αὐτὸς τὰ φιλητὰ εἰς τοὺς κατὰ τὴν φιλίαν φιλητούς, ὧν ὁ μὲν ἀγαθὸς ἕν τι τῶν ἀγαθῶν ἐστι καὶ | |
20 | δι’ αὑτὸ μάλιστα αἱρετῶν. ὁ δὲ χρήσιμος καὶ ἡδὺς δι’ ἕτερα. μήποτε δὲ ὁ ἀποδιδόμενος τῆς φιλίας ὅρος τῆς πρώτης ἐστὶ καὶ κυρίως λεγομένης. ἔστι γὰρ ὁ ὅρος εὔνοια ἐν ἀντιπεπονθόσι μὴ λανθάνουσα, ἡ δὲ εὔνοια βούλησις ἀγαθοῦ, αὐτοῦ ἐκείνου ἕνεκεν, ᾧ βούλεται τἀγαθά. τὸ δὲ τὰ τῷ ὄντι ἀγαθὰ βούλεσθαι τοῦ ἀγαθοῦ ἐστιν ἀνδρός· οὗτος γὰρ εἰδὼς τἀγαθὰ βούλεται τῷ | |
25 | φίλῳ ὑπάρχειν· ὁ δὲ καθ’ ἡδονὴν φίλος ἢ διὰ τὸ χρήσιμον οὐ τἀγαθὰ πάν‐ τως βούλεται τῷ φίλῳ· οὐδὲ γὰρ οἶδε τἀγαθά. ἔτι δὲ τὸ αὐτοῦ ἕνεκεν ἐκείνου βούλεσθαι τἀγαθὰ τῇ πρώτῃ φιλίᾳ ὑπάρχει. κατὰ δὲ τὰς ἄλλας φιλίας εἰς αὑτοὺς ἀναφέροντες βούλονται τἀγαθὰ τοῖς φίλοις, οἱ μὲν δι’ ἡδονὴν φίλοι ἵνα ἔχωσιν ἥδεσθαι, οἱ δὲ διὰ τὸ χρήσιμον διὰ τὴν αὐτῶν χρείαν, ὥστε οὐδὲ | |
30 | κοινὸς ὁρισμός, ἀλλ’ ὥσπερ ἡ μὲν πρώτη φιλία κυρίως, αἱ δὲ λοιπαὶ φαίνον‐ ται, οὕτως καὶ ὁ ὁρισμὸς τῆς μὲν πρώτης ἐστί, δοκεῖ δ’ εἶναι καὶ τῶν ἄλ‐ λων. περὶ μὲν οὖν τοῦ μὴ εἶναι κοινὸν τὸν ὁρισμὸν τῶν φιλιῶν εἴρηται. φησὶ δὲ βούλεσθαι τοὺς φίλους ἀλλήλοις τὰ ἀγαθὰ μὴ λανθάνοντας δι’ ἕν τι | |
τῶν εἰρημένων, ἢ διὰ τὸ ἀγαθὸν ἢ διὰ τὸ ἡδὺ ἢ διὰ τὸ χρήσιμον· ταῦτα | 164 | |
165 | δὲ διαφέρει ἀλλήλων. ὅτι δὲ οὐχ οὕτως διαφέρει ἀλλήλων, οὐδὲ ὡς ὑπὸ τὸ αὐτὸ γένος ὄντα ἀλλ’ ὡς κοινωνοῦντα ὀνόματος, ἐλέχθη. ὥστε καὶ αἱ φι‐ λήσεις αἱ καθ’ ἕκαστον καὶ αἱ φιλίαι διοίσουσι τῷ εἴδει. καὶ οὐδὲ γένος ἕξουσι κοινὸν αἱ φιλήσεις ἀλλήλαις οὐδὲ αἱ φιλίαι. διαφερόντων γὰρ τῶν φι‐ | |
5 | λητῶν καὶ ταύτας διαφέρειν ἀνάγκη. τίνι δὲ διαφέρει φίλησις καὶ φιλία; ἢ ὅτι ἐν μὲν τῇ φιλήσει οὐκ ἔστιν ἀντιφίλησις, ἐν δὲ τῇ φιλίᾳ ὅτι ἔστιν, οὐκ ἄδηλον. οἱ δὲ φιλοῦντες ἀλλήλους βούλονται τὸ ἀγαθὸν ἀλλήλοις ταύτῃ ᾗ φιλοῦσιν, οἱ μὲν ἀγαθοὶ ᾗ ἀγαθοί εἰσι (διότι γὰρ ἀγαθοὶ φιλοῦσιν ἀλλήλους), οἱ δὲ ἡδεῖς ᾗ ἡδεῖς, οἱ δὲ χρήσιμοι ᾗ χρήσιμοι. | |
10 | Οἱ μὲν οὖν διὰ τὸ χρήσιμον φιλοῦντες ἀλλήλους οὐ καθ’ αὑ‐ τοὺς φιλοῦσιν, ἀλλὰ κατὰ συμβεβηκός· οὐ γὰρ δι’ αὑτούς (καθ’ αὑτοὺς γὰρ ἂν ἐφίλουν), ἀλλ’ ᾗ γίνεταί τι αὐτοῖς παρ’ ἀλλήλων ἀγαθόν. τοῦτο δέ ἐστι τὸ χρήσιμον, ὅθεν κατὰ συμβεβηκὸς αὐτῶν ἡ φιλία ἐστίν. διότι γὰρ συμβαίνει τι ἀπ’ αὐτῶν γίνεσθαι, συνίσταται· ἀλλ’ οὐ δι’ αὑτούς· ὁμοίως δὲ | |
15 | καὶ διὰ τὴν αὐτὴν αἰτίαν οἱ δι’ ἡδονὴν φιλοῦντες, οὐ καθ’ αὑτοὺς φιλοῦσιν ἀλλὰ κατὰ συμβεβηκός. οὐ γὰρ τῷ ποιούς τινας εἶναι, φησί, φιλοῦσι τοὺς εὐτραπέλους. δόξει δ’ εὔηθες διὰ τοῦτο λέγειν κατὰ συμβεβηκὸς τὴν καθ’ ἡδονὴν φιλίαν, ὅτι οὐ διότι ἀγαθοί εἰσι φιλοῦσιν. ὁμολογεῖται γὰρ οὐ τὸ αὐτὸ εἶδος εἶναι. παραπλήσιον γὰρ ἦν λέγειν τὴν τῶν ἀγαθῶν φιλίαν κατὰ | |
20 | συμβεβηκός. οὐ γὰρ διότι εὐτράπελοι φιλοῦνται ὑπ’ ἀλλήλων, ἀλλ’ ἔοικε ποι‐ οὺς λέγειν τοὺς κατὰ ποιότητα λεγομένους ψιλήν, ἀλλὰ μὴ κατὰ τὸ πρός τι· ὁ μὲν οὖν εὐτράπελος ποιός ἐστιν ἀπὸ τῆς εὐτραπελίας παρωνομασμένος, ὁ δὲ ἡδὺς πρός τι· τινὶ γὰρ ἡδὺς καὶ εἰ ὁτιοῦν μάλιστα ἡ ἡδονὴ γίνεται τοῖς φιλοῦσι τοὺς εὐτραπέλους ἀπ’ αὐτοῦ, ὅμως οὐχ ᾗ εὐτράπελοι φιλοῦσιν αὐτούς, | |
25 | ἀλλ’ ᾗ αὐτοῖς ἡδεῖς. εἰ γοῦν εὐτράπελοι μὲν εἶεν, αὐτοῖς δὲ μὴ ἡδεῖς, οὐδὲ φιλήσουσιν αὐτοὺς, καὶ διὰ τὸ χρήσιμον δὲ φιλοῦντες διὰ τὸ αὐτοῖς ὠφέλι‐ μον στέργουσι. καὶ δι’ ἡδονὴν διὰ τὸ αὐτοῖς ἡδὺ, καὶ οὐχ ᾗ ὁ φιλούμενός ἐστιν ὅποτέ ἐστιν, εἴτε εὐτράπελος εἴτε πλούσιος, ἀλλ’ ᾗ ὁ μὲν παρέχει ἡδονὴν, ὁ δὲ χρείαν. εὐδιάλυτοι δὴ αἱ τοιαῦται φιλίαι, μὴ μενόντων | |
30 | ὁμοίων τῶν πρόσθεν φιλουμένων. οὐδὲν γὰρ κωλύει ἔτι μένειν εὐτράπελον ἢ ἔτι πλούσιον. ἀλλ’ εἰ μὴ ἡδὺς ὁ εὐτράπελος τῷ πρόσθεν ἡδομένῳ, δια‐ λύεται ἡ φιλία· ὁμοίως δὲ καὶ ἂν μηκέτι ᾖ χρήσιμος. Ἐπισημειοῦται δέ, ὅτι ὡς ἐπὶ τὸ πλεῖστον ἐν τοῖς πρεσβύταις ἡ κατὰ τὸ χρήσιμον γίνεται φιλία, καὶ ἔτι τῶν ἀκμαίων ὅσοι διώκουσι τὸ συμφέρον. | |
35 | λαμβάνει δὲ πρεσβύτας καὶ ἐν ἀκμῇ οὐ τοὺς σπουδαίους ἀλλὰ τοὺς πολλούς· | 165 |
166 | οἱ μὲν γὰρ πρεσβύτεροι διὰ τὸ ἐν πολλαῖς γεγονέναι χρείαις καὶ μὴ καθεω‐ ρακέναι τὸ καλὸν περὶ πολλοῦ ποιοῦνται τὸ κερδαίνειν καὶ διὰ τὴν αἰτίαν ταύ‐ την τοὺς εἰς τοῦτο χρησίμους φίλους κτῶνται. οἱ δὲ ἐν ἀκμῇ μὲν ὄντες, συν‐ τεταγμένοι δὲ καὶ αὐτοὶ πρὸς τὸ κέρδος, οὐκ ἀξιοῦσιν ἄλλους ἢ τοὺς εἰς τὸ | |
5 | κέρδος χρησίμους κτᾶσθαι· οὐ πάνυ δὲ οἱ τοιοῦτοι συζῶσιν ἀλλήλοις. τὸ μὲν γὰρ συζῆν οὐκ ἔστι ἄνευ τοῦ ἥδεσθαι ἀλλήλοις. οἱ δὲ διὰ τὸ χρήσιμον ἐνίοτε οὐδὲ ἥδονται ἀλλήλοις, ἢ μόνον ὅσον χρήσιμοι, τὸ δὲ προσηνὲς καὶ ἡδὺ οὐκ ἔχουσιν, ὃ συναρμόζει τὰς συμβιώσεις. ἀπολείπονται οὖν τότε ἐν ταῖς ἀληθιναῖς φιλίαις μεγίστου καὶ καλλίστου, τοῦ συζῆν, καὶ τῆς ἐκ τοῦ συμ‐ | |
10 | βιοῦν ἀλλήλοις ἀπολαύσεως. ἡ δὲ τῶν νέων φιλία δι’ ἡδονήν ἐστιν ὡς ἐπὶ τὸ πολύ· κατὰ πάθος γὰρ ζῶσιν, οὐ κατὰ λόγον· ἡ δ’ ἡδονὴ πάθος. ὅταν οὖν ἡδεῖς ἀλλήλοις ὦσι, φιλοῦσιν ἀλλήλους. ἔστι δὲ καὶ ἡ τούτων φιλία εὐ‐ διάλυτος. μεταβάλλει γὰρ ἅμα τῇ ἡλικίᾳ καὶ τὰ ἡδέα, σὺν τούτοις δὲ καὶ αἱ διὰ τὰ ἡδέα φιλίαι. πλὴν συζῶσιν ἀλλήλοις ἡδέως οὗτοι. ὡς γὰρ μάλιστα | |
15 | γίνεται αὐτοῖς τὰ κατὰ τὴν φιλίαν, ἣν ἔχουσιν. ἔστι μὲν γὰρ ἡ δι’ ἡδονήν, συζῶντες δὲ μάλιστα τῆς ἀπ’ ἀλλήλων ἡδονῆς ἀπολαύουσιν. ὅταν δὲ λέγῃ· μετα‐ πιπτούσης δὲ τῆς τοιαύτης ἡδονῆς ταχεῖα ἡ μεταβολή, τῆς τοιαύτης λέγει τῆς διὰ πάθος ψιλὸν ἢ τῆς διὰ τὴν ἡλικίαν. καὶ ἐρωτικοὶ γὰρ οἱ νέοι, φησὶ, κατὰ πάθος γὰρ ἢ δι’ ἡδονὴν τὸ πολὺ τοῖς ἐρωτικοῖς. | |
20 | διὰ δὲ τούτων δηλοῖ, ὅτι οἱ νέοι ἐρωτικοὶ γίνονται κατὰ πάθος μόνον, οὐκ ἔτι δὲ καὶ κατὰ λόγον, ὥσπερ οἱ σπουδαῖοι. τοῖς γὰρ ἀγαθοῖς γίνεται μὲν καὶ πάθος τι πρὸς τοὺς εὐφυεῖς τῶν νέων, ὥσπερ τοῖς ἱππικοῖς πρὸς τοὺς εὐφυεῖς τῶν πώλων· ἔστι δὲ ἐν αὐτοῖς καὶ λόγος προστάττων ἐπιμελεῖσθαι τῶν τοι‐ ούτων· ὁ δὲ τῶν νέων ἔρως κατὰ πάθος ἐστί, δι’ ἡδονὴν γὰρ τὸ πολὺ τοῖς | |
25 | τούτων ἐρωτικοῖς. τῆς δὲ τῶν σπουδαίων τὸ πολὺ δι’ ὠφέλειαν καὶ παίδευσιν τῶν νέων. ταύτης γὰρ ἐφιέμενοι μάλιστα ἐνδιδόασι πρὸς τοὺς τῶν εὖ πεφυκό‐ των ἔρωτας. γράφεται δὲ καὶ οὕτως· ἐρωτικοὶ γὰρ οἱ νέοι, κατὰ πάθος γὰρ καὶ δι’ ἡδονὴν τὸ πολὺ τῆς ἐρωτικῆς. αὕτη δὲ ἡ γραφὴ δηλοῖ, ὅτι εἰκότως οἱ νέοι ἐρωτικοί εἰσι· τὸ γὰρ πλεῖστον τῆς ἐρωτικῆς διὰ πάθος καὶ | |
30 | δι’ ἡδονήν, ὀλίγων δὲ καὶ ἐν ὀλίγοις ὁ λόγος· ἐπεὶ οὖν κατὰ πάθος ζῶσιν | |
οἱ νέοι, εὐλόγως εἰσὶν ἐρωτικοί. αἱ μὲν οὖν εἰρημέναι φιλίαι ἀτελεῖς εἰσιν. | 166 | |
167 | Τελεία δέ ἐστιν ἡ τῶν ἀγαθῶν φιλία καὶ κατ’ ἀρετὴν ὁμοίων. πάντα γὰρ ἔχουσι τὰ κατὰ τὸν ὁρισμὸν τῆς φιλίας· τὰ γὰρ ἀγαθὰ βούλονται ἀλλήλοις δι’ αὐτοὺς ἐκείνους, οἷς βούλονται τἀγαθά. ἀτελεῖς δὲ αἱ ἄλλαι· οὐ γὰρ ἔχουσι πάντα τὰ ἐν τῷ ὁρισμῷ· βούλονται μὲν γὰρ ἀλλήλοις τὰ ἀγαθά, | |
5 | ἃ οἴονται, ἀλλ’ οὐ διὰ τοὺς φιλουμένους, ἀλλ’ αὐτοὶ αὐτοὺς δι’ αὑτοὺς φι‐ λοῦντες. ἔτι οἱ μὲν καθ’ αὑτοὺς φιλοῦσιν (ᾗ γὰρ ἀγαθοὶ φιλοῦσιν), οἱ δὲ κατὰ συμβεβηκός. οὐ γὰρ ᾗ εὐτράπελοι, ὡς ἔφαμεν, ἢ ᾗ πλούσιοι οἱ φιλού‐ μενοι, ἀλλ’ ᾗ αὐτοῖς γίνονται ἡδεῖς ἢ χρήσιμοι. τὸ μὲν οὖν καθ’ αὑτὸ πᾶν τέλειον, τὸ δὲ κατὰ συμβεβηκὸς ἀτελές. τοῦτο δὲ καὶ αὐτὸ τεκμήριον τοῦ | |
10 | ὁμωνύμους εἶναι τὰς φιλίας. οὐ γὰρ οἷόν τε ὁμογενὲς εἶναι τὸ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός. ὕστερον γὰρ τὸ κατὰ συμβεβηκὸς τοῦ καθ’ αὑτό. εἰκότως οὖν διαμένει βέβαιος ἡ τῶν ἀγαθῶν φιλία· διὰ γὰρ τὸ ἀγαθοὺς εἶναι φιλοῦσιν ἀλλήλους καὶ διὰ τὴν ἀρετήν· βέβαιον δὲ καὶ μόνιμον ἡ ἀρετή. τοὺς μὲν οὖν ἡδεῖς τινι καὶ διὰ τοῦτο φιλουμένους οὐκ ἀνάγκη ἁπλῶς ἡδεῖς εἶναι οὐδὲ | |
15 | τοὺς χρησίμους τινὶ ἁπλῶς χρησίμους εἶναι· ὁ δ’ ἀγαθὸς καὶ ἁπλῶς ἀγαθὸς καὶ τῷ φίλῳ ἀγαθός. οὐ γὰρ μόνον ἀγαθοί εἰσιν ἀλλὰ καὶ ἀλλήλοις ὠφέλι‐ μοι. τοῦτο μὲν οὖν παρηκολούθηκε τὸ ἀλλήλοις ὠφελίμους εἶναι· φιλοῦσι δὲ ἀλλήλους, διότι ἀγαθοί εἰσιν. εἰσὶ δὲ οἱ ἀγαθοὶ καὶ ἁπλῶς ἡδεῖς καὶ ἀλλή‐ λοις. ἑκάστῳ γὰρ ἡδεῖαι αἵ τε οἰκεῖαι αὐτοῦ πράξεις καὶ αἱ ὅμοιαι αὐταῖς. | |
20 | αἱ δὲ τῶν ἀγαθῶν πράξεις ἢ τοιαῦταί εἰσιν ἢ πάντων μάλιστα ὅμοιαι· διόπερ καὶ ἡδεῖς εἰσιν ἀλλήλοις, καὶ διὰ τοῦτο οὖν τέλειός τε ἀλλὰ καὶ μόνιμος ἡ τῶν ἀγαθῶν φιλία· πάντα γὰρ συνάπτει ἐν αὐτῇ τὰ ταῖς φιλίαις ὑπάρχοντα. πᾶσα γὰρ φιλία ἢ διὰ τὸ ἀγαθὸν ἢ δι’ ἡδονήν, καὶ δι’ ἀγαθὸν ἁπλῶς καὶ ἡδὺ ἁπλῶς, ὅπερ ὑπάρχει ἐν τῇ τῶν ἀληθῶν φιλίᾳ ἢ διὰ τὸ τῷ φιλοῦντι | |
25 | ἀγαθὸν ἢ ἡδὺ καθ’ ὁμοιότητά τινα. οἱ γὰρ μὴ διὰ τὸ ἁπλῶς ἀγαθὸν ἢ τὸ ἁπλῶς ἡδὺ φιλοῦντες ἀλλὰ διὰ τὸ αὑτοῖς τὴν καθ’ ὁμοιότητα λεγομένην φι‐ λίαν ἔχοιεν ἄν, οὐ τὴν κυρίως· τῇ δὲ τῶν σπουδαίων πάντα ὑπάρχει. καὶ γὰρ κατὰ τὸ ἁπλῶς ἀγαθὸν φιλοῦσι καὶ τὸ αὑτοῖς ἀγαθὸν καὶ τὸ ἁπλῶς ἡδὺ καὶ τὸ αὑτοῖς ἡδύ. ταύτῃ γὰρ ὅμοιοι, φησί, καὶ τὰ λοιπά. οὕτω μὲν οὖν | |
30 | ἐχούσης τῆς γραφῆς, ῥητέον ταῦτα, τουτέστι διὰ τοῦτο· λέγει δὲ διὰ τὸ ἀγα‐ θοὺς αὐτοὺς εἶναι καὶ τὰ λοιπά, ὅτι ὅμοιοί εἰσιν ἡδεῖς τε ὁμοίως καὶ χρήσι‐ μοι, οὐ μόνον ἀγαθοὶ ὁμοίως. ἢ ταύτῃ δὲ ὅμοια καὶ τὰ λοιπά, ἵν’ ᾖ ταύτῃ δὲ τῇ φιλίᾳ ὅμοια καὶ τὰ λοιπὰ εἴδη τῆς φιλίας. | |
Σπάνιαι δ’ αἱ τοιαῦται φιλίαι. ὀλίγοι γὰρ οἱ ἀγαθοί, ἔτι δὲ καὶ δεῖ | 167 | |
168 | χρόνου πρὸς συνήθειαν καὶ πεῖραν· ἴσως μὲν γὰρ ἔστιν ὅτε καὶ ἐξ ὀλίγης ἐντυχίας γνώῃ ἄν τινα ὁ σπουδαῖος· ἀλλ’ ὅμως καὶ διαλάθοι ἄν τις αὐτὸν μέ‐ χρι τινὸς χρηστοὺς προβαλλόμενος λόγους. διὸ δεῖ πείρας καὶ χρόνου. διὰ δὴ ταῦτα ἐλέγομεν καὶ πρότερον ἐν τῷ τῆς φιλίας ὅρῳ, ὅτε ἔλεγεν εὔνοιαν | |
5 | ἐν ἀντιπεπονθόσι μὴ λανθάνουσαν, σημαίνειν ὅτι δεῖ καὶ ἐντετυχηκέναι ἀλλή‐ λοις καὶ οὕτως εἰδέναι τὴν ἀλλήλων εὔνοιαν. πιστεύσειαν μὲν γὰρ ἴσως ἀλλή‐ λοις εὔνους εἶναι καὶ ἀγαθοί, ἄλλῳ τινὶ πεῖραν λαβόντι καὶ ἀγαθῷ, ἀλλὰ τὸ τῆς συνηθείας πῶς ἂν γένοιτο μὴ ἐντυχοῦσι; δεῖ δὲ ταύτης πρὸς τὴν ἀληθῆ φιλίαν καὶ χωρὶς πάθους ἐσομένην. | |
10 | Αὕτη μὲν οὖν, ἡ τῶν ἀγαθῶν φιλία. καὶ κατὰ τὸν χρόνον τελεία ἐστίν (ἐν πολλῷ γὰρ χρόνῳ κρίνεται) καὶ 〈κατὰ〉 τὰ λοιπά. καὶ γὰρ καθ’ αὑτήν ἐστι φιλία οὐ κατὰ συμβεβηκὸς καὶ πάντα ἔχει τὸ ἀγαθὸν τὸ ἡδὺ τὸ χρήσιμον· τὸ δὲ πάντων τελειότατον ἐν αὐτῇ ἡ ἀρετή, ἢ ὁμολογουμένως τε‐ λειότατον τῶν ὄντων ἀγαθὸν πλὴν τῆς εὐδαιμονίας. ἔτι δὲ ὁμοία ἐστὶν ἑκα‐ | |
15 | τέρῳ παρ’ ἑκατέρου, ὅπερ δεῖ τοῖς φίλοις ὑπάρχειν· ἰσότης γὰρ ἡ φιλία. αὕτη δ’ οὐκ ἂν γένοιτο μὴ ὁμοίως ἀλλήλους φιλούντων. ἡ δὲ διὰ τὸ ἡδὺ φιλία καὶ 〈ἡ〉 διὰ τὸ χρήσιμον καθ’ ὁμοιότητα ταύτης λέγονται· οἵ τε γὰρ δι’ ἡδονὴν ἀλλήλοις ἡδεῖς καὶ οἱ διὰ τὸ χρήσιμον ἀλλήλοις χρήσιμοι. ἃ δὲ ἑξῆς λέγει, δῆλον ὅτι καὶ ἐν τούτοις αἱ φιλίαι διαμένουσιν, ἂν ἰσότητος | |
20 | ὡς δυνατόν ἐστιν ἅπτωνται, τὸ αὐτὸ καὶ ἀπὸ τοῦ αὐτοῦ ἢ τὸ ἡδὺ ἀντι‐ παρέχοντες ἀλλήλοις ἢ τὸ χρήσιμον, καὶ μὴ ὡς ἐραστὴς καὶ ἐρώμενος. λαμ‐ βάνει δὲ ἐραστὴν καὶ ἐρώμενον οὐ σπουδαίους. οἱ δὲ μὴ τὸ ἡδὺ ἀντικαταλ‐ λαττόμενοι ἐν τοῖς ἐρωτικοῖς ἀλλὰ τὸ χρήσιμον, ὡς οἱ ἐπ’ ἀργυρίῳ συνόντες τοῖς ἐρασταῖς, οὔτε κυρίως φιλοῦσι καὶ ῥᾳδίως διαλύονται. οὐδέτερον δὲ λέ‐ | |
25 | γει τὸν μέσον, ὃς οὔτε φαῦλος οὔτε ἀγαθός ἐστιν. τοῦτον δέ φησι καὶ τῷ φαύλῳ ἔσεσθαι φίλον· καὶ δι’ ἡδονὴν καὶ διὰ τὸ χρήσιμον συγχωρητέον· ἔτι δὲ τὸν μέσον καὶ τῷ σπουδαίῳ καὶ τῷ φαύλῳ· τὸ δὲ τῷ φαύλῳ τὸν σπου‐ δαῖον ἔσεσθαι φίλον ἢ διὰ τὸ ἡδὺ ἢ διὰ τὸ χρήσιμον οὐ ῥᾴδιον πιστεῦσαι. οὔτε γὰρ ἂν ἡσθείη τῷ φαύλῳ ὁ σπουδαῖος οὔτε θελήσαι ἂν χρήσιμος αὐ‐ | |
30 | τῷ γενέσθαι, οὐδὲ ἐκεῖνος αὐτῷ. εἰ μὴ ἄρα φαῦλον λέγει τὸν μὴ ἀνιάτως | |
ἔχοντα, ὃν ἰδὼν ὁ σπουδαῖος οὐκ ἀγεννῆ μὲν φύσιν ἔχοντα διεφθαρμένον δέ, | 168 | |
169 | βουλόμενος ἐπανορθώσασθαι, ὑπομένει καὶ χρήσιμος αὐτῷ καὶ ἡδὺς γίνεσθαι, ἵνα διὰ τούτων προσαγόμενος ἐπανορθώσῃ. διὰ δὲ ταῦτα δέξεται παρ’ ἐκείνου καὶ ἡδονήν τινα καὶ χρείαν· ἡ δὲ δι’ αὐτοὺς τοὺς φιλουμένους γινομένη, ἐν μόνοις συνίσταται τοῖς σπουδαίοις καὶ ἀγαθοῖς· καὶ μόνη δὲ ἀδιάβλητος ἡ | |
5 | τῶν ἀγαθῶν φιλία. διὰ γὰρ τὸ πεῖραν εἰληφέναι ἀλλήλων ἱκανὴν οὐ πιστεύ‐ ουσι τοῖς πειρωμένοις διαβάλλειν οὐδὲ ἀνέχονται λεγόντων, ἀλλήλοις δὲ σφόδρα πιστεύουσι καὶ οὐδέποτε ἂν ἀδικήσειεν ἀλλήλους. ταῦτα δὲ πάντα ὑπάρχειν μὲν δεῖ τῇ φιλίᾳ, ἐν μόνῃ δέ ἐστι τῇ τῶν ἀγαθῶν, ἐπεὶ οἵ γε μοχθηροὶ καὶ πιστεύουσιν ἐνίοτε τοῖς φαύλοις κατὰ τῶν φίλων λέγουσι καὶ ἀπιστοῦσι τοῖς | |
10 | φίλοις, ἔνιοι δὲ καὶ ἀδικοῦσιν, ὅθεν οὐ κυρίως εἰσὶ φίλοι· ἀλλ’ ἐπεὶ λέγουσιν οἱ ἄνθρωποι καὶ τὰς τοιαύτας φιλίας ἐχόμενοί τινος ὁμοιότητος τῆς πρὸς τὴν ἀληθῶς φιλίαν, ῥητέον μὲν καὶ τοὺς τοιούτους φίλους. γνωστέον δὲ καὶ τὴν διαφορὰν καὶ ὅτι οὐ καθ’ ἓν γένος λέγονται αἱ φιλίαι, ἀλλὰ κυρίως μὲν αἱ τῶν ἀγαθῶν, αἱ δὲ ἄλλαι καθ’ ὁμοιότητα. οὐ πάνυ δὲ αὗται συνάπτουσιν ἀλλή‐ | |
15 | λαις ἡ δι’ ἡδονὴν τῇ διὰ τὸ χρήσιμον· ὅ τι γὰρ κατὰ συμβεβηκός, οὐ πάνυ συνδυάζεται. δόξει δὲ τοῦτο οὐκ ἀληθές· ὁ γὰρ αὐτὸς εἴη ἂν καὶ λευκὸς καὶ μουσικός, καὶ ἀμφότερα κατὰ συμβεβηκός. ἀλλ’ ἔοικεν οὐ τὰ τοιαῦτα λέγειν, ἀλλ’ ὅταν πρώτως μέν τι λέγηται καὶ κυρίως, ἀπ’ ἐκείνου δὲ ἄλλα. πρώτως μὲν ὁ ἄνθρωπος ἰατρικός, κατὰ συμβεβηκὸς δὲ τὸ ὄργανον καὶ τὸ φάρμακον. | |
20 | οὐ γὰρ συνδυάζεται τὰ τοιαῦτα τῶν συμβεβηκότων. καὶ ἐνταῦθα φίλοι μὲν κυρίως οἱ ἀγαθοί, κατὰ συμβεβηκὸς δὲ καὶ ἀπὸ τῆς πρώτης φιλίας αἱ λοιπαί· ὅθεν οὐ ῥᾳδίως συνάπτονται. p. 1157b1 Εἰς ταῦτα δὲ τὰ εἴδη τῆς φιλίας νενεμημένης ἕως τοῦ φαίνονται φιλίαι δι’ ἀνομοιότητα ἐκείνης. | |
25 | Τῆς φιλίας εἰς εἴδη τρία νενεμημένης ὁμώνυμοι ἀλλήλοις οἱ φίλοι· κατὰ μὲν οὖν τὸ πρῶτον εἶδος οὐκ ἔσονται φίλοι ἀλλήλοις οἱ φαῦλοι. δι’ ἀρετὴν γὰρ οἱ μὲν ἐπιεικεῖς φιλοῦσιν ἀλλήλους, τοῖς δὲ φαύλοις οὔτε ἀρετῆς μέτε‐ στιν οὔτε τῆς δι’ αὐτὴν φιλίας· δι’ ἡδονὴν δὲ γένοιντ’ ἂν φίλοι καὶ οἱ φαῦ‐ λοι. ἐνδέχεται γάρ τινας μοχθηροὺς ἡδονὴν ἀλλήλοις πορίζειν καὶ διὰ τοῦτο | |
30 | συνάπτειν ἀλλήλοις τὴν δι’ ἡδονὴν φιλίαν. γίνοιντο δ’ ἂν καὶ διὰ τὸ χρή‐ σιμον· ἔνιοι γὰρ φαῦλοι μέν εἰσι, γίνονται δὲ ἀλλήλοις χρήσιμοι, καὶ σχεδὸν ταύτην μάλιστα οἱ φαῦλοι μετίασι τὴν φιλίαν· ἵνα γὰρ τύχωσιν ὧν δέονται | |
παρά τινων, ἀνθυπουργοῦσιν αὐτοῖς, ὧν ἂν ἐκεῖνοι ἐν χρείᾳ ὦσι, καὶ λέγεται | 169 | |
170 | ἡ τοιαύτη ἀνταπόδοσις καὶ κοινωνία ὑπὸ τῶν ἀνθρώπων φιλία. καὶ γὰρ συγ‐ γίνονται ἀλλήλοις, μέχρις οὗ χρήσιμοί εἰσι καὶ ἀνθυπουργοῦσι. ταύτῃ φησὶν ὅμοιοι ὄντες, τουτέστι κατὰ τοῦτο ὅμοιοι ὄντες καθὸ ἡδεῖς ἢ χρήσιμοι ἀλλή‐ λοις καὶ ᾗ παρέχουσιν ἀλλήλοις ἡδονήν. καὶ δι’ ἡδονὴν φίλοι εἰσίν. ἁπλῶς | |
5 | δὲ οὐκ εἰσὶν ὅμοιοι· οὔτε γὰρ αὑτοῖς ἀεὶ οἱ φαῦλοι ὅμοιοι οὔτε ἀλλήλοις· ἀλλ’ οὐδὲν κωλύει ᾗ ἄνθρωποί εἰσιν, ἀνομοίους ὄντας τῷ ποριστικοὺς ἡδονῆς ἀλλή‐ λοις εἶναι ὁμοιοῦσθαι· ᾗ δ’ ἄνθρωποί εἰσιν ἐοίκασιν, ἂν τὰ ἤθη παραπλήσια ἔχωσι. διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ οἱ διὰ τὸ χρήσιμον φίλοι ταύτῃ εἰσὶν ὅμοιοι ᾗ χρήσιμοι, οἱ δὲ ἀγαθοὶ δι’ αὑτοὺς φίλοι, ᾗ γὰρ ἀγαθοί· διόπερ | |
10 | οὗτοι μὲν ἁπλῶς καὶ καθ’ αὑτοὺς φίλοι, ἐκεῖνοι δὲ κατὰ συμβεβηκός· πῶς δὲ κατὰ συμβεβηκός εἰσι φίλοι οἱ δι’ ἡδονὴν καὶ τὸ χρήσιμον, εἴρηται, ὅτι δὲ φίλοι λέγονται οἱ τοιοῦτοι καθ’ ὁμοιότητα τὴν πρὸς τοὺς δι’ ἀρετὴν φίλους. ἐπεὶ γὰρ ἐκεῖνοι πρὸς τῷ καθ’ αὑτοὺς εἶναι φίλοι ἔτι καὶ ἡδεῖς εἰσι καὶ χρήσιμοι ἀλλήλοις, ταύτῃ ἐοικέναι δοκοῦσιν αὐτοῖς. πλὴν οἱ μὲν ἀγαθοὶ οὔτε | |
15 | τὸ χρήσιμον οὔτε τὸ ἡδὺ σκοπὸν ἔχουσι τῆς φιλίας, ἀλλὰ ταῦτα παρηκολού‐ θηκεν αὐτοῖς, φιλοῦσι δὲ ἀλλήλους δι’ αὑτούς· οἱ δὲ δι’ ἡδονὴν ἢ τὸ χρή‐ σιμον φίλοι ταῦτ’ ἔχουσι τέλη τῆς φιλίας. ὥσπερ δ’ ἐπὶ τῶν ἀρετῶν οἱ μὲν καθ’ ἕξιν ἀγαθοὶ λέγονται, οἱ δὲ κατὰ τὴν ἐνέργειαν, κατὰ μὲν τὴν ἕξιν ὡς οἱ καθεύδοντες, κατὰ δὲ τὴν ἐνέργειαν, ὅταν πράττωσι τὰ κατὰ τὴν ἀρετήν, | |
20 | οὕτω φησὶ αὐτὸς καὶ ἐπὶ τῆς φιλίας. οἱ μὲν καθεύδοντες καθ’ ἕξιν εἰσὶ φίλοι ἢ οἱ κεχωρισμένοι τοῖς τόποις, οἱ δὲ συζῶντες καὶ χαίροντες τῇ συνουσίᾳ καὶ πορίζοντες τὰ ἀγαθὰ ἀλλήλοις κατ’ ἐνέργειαν φίλοι. ἐνεργοῦσι γὰρ τὰ κατὰ τὴν φιλίαν, καὶ μάλιστα, ἂν ἀγαθοὶ ὦσι καὶ τὴν τελείαν φιλίαν ἔχωσι. καὶ γὰρ ποριοῦσι τὰ ἀγαθὰ αὐτῶν ἕνεκα τῶν φίλων, καὶ ἡσθήσονται | |
25 | μὲν ἀκούοντες εὖ πράττοντας, ἀνιάσονται δὲ ἄν τινι δυσχερεῖ πύθωνται περι‐ πεπτωκότας τοὺς φίλους. ταῦτα δὲ πάντα ἐνέργειαι φιλικαί. τὸ δὲ μέγιστον ἐνεργήσουσιν αὐτῷ τῷ φιλεῖν. ἐπεὶ γὰρ φίλοι εἰσί, δι’ αὑτοὺς καὶ οὐδὲν ἄλλο δηλονότι ἱκανῶς ἐνεργήσουσι τὰ φιλικὰ φιλοῦντες ἀλλήλους. Ὁ δ’ Ἀριστοτέλης τὴν μὲν φιλίαν οὔ φησι διαλύεσθαι ὑπὸ τῶν τόπων, | |
30 | ἂν ὦσι κεχωρισμένοι, τὴν δὲ φιλικὴν ἐνέργειαν· ἴσως οὐκ ἀλόγως· τὴν γὰρ μεγίστην ἐνέργειαν διαλύει ἡ ἀπουσία. οὐδὲν γὰρ οὕτω φιλικὸν ὡς τὸ συζῆν τοὺς φίλους καὶ καρποῦσθαι τὴν ἐκ τῆς συνουσίας καὶ ὁμιλίας ἀπόλαυσιν καὶ | |
ἀντιπαρέχειν ταύτην. ἴσως οὖν καὶ ἀσφαλέστατον ἦν οὕτως εἰπεῖν, ὅτι οὐκ | 170 | |
171 | ἐνεργήσουσι τὴν φιλικωτάτην ἐνέργειαν οἱ διεστῶτες τοῖς τόποις, ἂν δὲ χρό‐ νιος, φησίν, ἡ ἀπουσία γίνηται, καὶ τῆς φιλίας λήθην δοκεῖ ποιεῖν. εὖ δὲ προσέθηκεν ἐνταῦθα τὸ δοκεῖν· ἐπεὶ γὰρ οἱ δι’ ἡδονὴν φίλοι ἢ διὰ τὸ χρήσιμον λήθην λαμβάνουσι τῆς φιλίας, ἂν χρόνιος ἡ ἀπουσία γίνηται, δοκεῖ | |
5 | τοῖς πολλοῖς τοιοῦτον ἡ φιλία εἶναι, εὐδιάλυτον καὶ ἀμαυρούμενον ὑπὸ τῆς ἀπουσίας, ὅταν χρόνιος ᾖ. οὐ μὴν ἥ γε τῶν ἀγαθῶν τοιαύτη ἀλλὰ βέβαιος καὶ μόνιμος καὶ οὐδὲν κρεῖττον αὐτῆς οὔτε χρόνος οὔτε διάστασις ἡ κατὰ τόπον. τὸ δὲ ἐπὶ τῶν πρεσβυτέρων εἰρημένον καὶ τῶν στρυφνῶν ὡς ἐπὶ τὸ πολὺ συμβαίνει, ὅταν μὴ σπουδαῖοι ὦσιν οἱ πρεσβῦται. ἥκιστα γὰρ φιλικοὶ | |
10 | γίνονται· μεθ’ ἡδονῆς γὰρ πᾶσα φιλία, οἱ δὲ στρυφνοὶ καὶ οἱ πρεσβῦται, ὡς ἐπὶ τὸ πολὺ οὔτε ἀλλήλοις οὔτε ἄλλοις ἡδεῖς, ἂν μὴ ἡ ἀρετὴ αὐτοὺς ἡδεῖς ποιῇ. διὸ ἥκιστα δὴ φιλικοὶ οἱ μὴ ἐνάρετοι μέν, ὑπὸ γήρως δὲ σκυθρωπότεροι ὡς ἐπὶ τὸ πολὺ ἢ διὰ τὸ φύσει στρυφνοὶ εἶναι. οἱ δὲ ἀποδεχόμενοι ἀλλή‐ λους καὶ ἐπαινοῦντες, μὴ συζῶντες δὲ εὔνοις ἐοίκασι μᾶλλον ἢ φίλοις. | |
15 | βούλονται μὲν γὰρ ἀλλήλοις τὰ ἀγαθά, τὸ δὲ μέγιστον καὶ τῇ φιλίᾳ οἰκεῖον παραλείπουσι, τὸ συζῆν. δηλοῖ δὲ ἐνταῦθα διὰ τὶ καὶ μικρῷ πρόσθεν ἔφη, μὴ ἐνεργεῖν κατὰ τὴν φιλίαν τοὺς μὴ συζῶντας. λέγει γὰρ οὐδὲν γὰρ οὕ‐ τως ἐστὶ φίλων ὡς τὸ συζῆν. τὸ γὰρ οὕτως δηλοῖ μὲν ὅτι καὶ ἄλλα τινά ἐστι φιλικά, μέγιστον δὲ τὸ συζῆν. τούτου δὲ σημεῖον μέν ἐστι καὶ τὸ ἐν | |
20 | τῷ αὐτῷ τόπῳ ὄντας τοὺς τῷ ὄντι φίλους μὴ αἱρεῖσθαι ἄνευ ἀλλήλων ζῆν, ὡς ταύτης οὔσης ἐνεργείας φιλικωτάτης. φέρει δὲ καὶ αὐτὸς τεκμήριον τὸ τοὺς εὐδαίμονας ὀρέγεσθαι τοῦ συνδιημερεύειν τοῖς φίλοις. οἱ μὲν γὰρ ἐν‐ δεεῖς καὶ κατὰ τὴν χρείαν φίλοι ὠφελείας μόνης δέονται καὶ ἀπόχρη αὐτοῖς ἂν αὕτη γένηται, κἂν μὴ συζῶσιν ἀλλήλοις. οἱ δὲ εὐδαίμονες, οὗτοι δέ εἰσιν | |
25 | οἱ ἀγαθοί, ἅμα καὶ κατ’ ἀρετὴν ἐνεργοῦντες δέονται τοῦ συνδιημερεύειν τοῖς φίλοις, μάλιστα μὲν τοῖς ὁμοίοις κατ’ ἀρετήν, εἰ δὲ μή, τοῖς εὖ πεφυκόσι καὶ μέσοις. ἁπλῶς μὲν γὰρ οὐκ ἔστιν ὁ ἄνθρωπος μοναδικὸν ζῷον ὡς ὁ λέων ἢ ὁ λύκος ἢ εἴ τι ἄλλο ζῷον δύναται καθ’ αὑτὸ ζῆν, ἀλλὰ πολιτικὸν καὶ κοι‐ νωνικόν. ὁ δὲ ἐνάρετος καὶ εὐδαίμων ἀκριβοῖ τὸ φύσει ὑπάρχον τῷ ἀνθρώ‐ | |
30 | πῳ καὶ δεῖται τοῦ συνδιημερεύοντος καὶ συζῶντος· εἰς τοῦτο δὲ μάλιστα ὁ φίλος ἐπιτήδειος. ὥστε καὶ ὁ σπουδαῖος καὶ ὁ εὐδαίμων φίλου δεῖται καὶ | |
οὐκ ἂν ἕλοιτο ζῆν καθ’ αὑτὸν, οὐδ’ εἰ μέλλοι πάντα τὰ ἄλλα ἀγαθὰ ἕξειν. | 171 | |
172 | συνδιάγειν γὰρ μετ’ ἀλλήλων μὴ ἡδεῖς ὄντας, οὐχ οἷόν τε. ἥδιστος δὲ ὁ φίλος τῷ φίλῳ. διὰ τοῦτο δὲ καὶ ἡ ἑταιρικὴ φιλία, αὕτη δ’ ἐστὶν ἡ τῶν νέων καὶ μὴ κατὰ τὴν χρείαν συνάγει τοὺς ἑταίρους, ὅτι καὶ ἀλλήλοις χαί‐ ρουσι καὶ τοῖς αὐτοῖς πράγμασι. | |
5 | Μάλιστα μέν ἐστι φιλία, ὡς καὶ πρότερον εἴρηται, ἡ τῶν ἀγαθῶν. φιλητὸν μὲν γὰρ ἁπλῶς, καὶ αἱρετὸν τὸ ἁπλῶς ἀγαθόν· καὶ ἡδὺ τὸ ἁπλῶς ἡδύ. ἑκάστῳ δὲ τὸ ἑκάστῳ, τῷ δὲ ἀγαθῷ καὶ ἀγαθὸν καὶ ἡδὺ ὁ ἀγαθός. ἐοικέναι δέ φησι τὴν μὲν φίλησιν πάθει, τὴν δὲ φιλίαν ἕξει. καίτοι δοκοῦσί τινες φιλήσεις καὶ ἕξεις εἶναι οὐ μόνον πάθη. πάθη δ’ εἰσὶν αἱ πρόσκαιροι | |
10 | κινήσεις αἱ κατὰ σῶμα ἢ ψυχήν, ἕξεις δὲ ποιότητές τινες ἔμμονοι, ἀφ’ ὧν αἱ ἐνέργειαι. καλοῦμεν γάρ τινας φιλοίνους καὶ φιλόψους τῆς φιλήσεως τῆς ἐν αὐτοῖς ἕξεως οὔσης. λέγω δὲ ἐν αὐτοῖς ἕξιν τήν τε φιλοψίαν καὶ τὴν φι‐ λοινίαν. μήποτ’ οὖν πάθος καλεῖ οὐ μόνον τὴν πρόσκαιρον κίνησιν, ἀλλὰ καὶ τὴν παθητικὴν διάθεσιν· λέγω δὲ παθητικὴν διάθεσιν τὴν ἐν τῷ παθητικῷ | |
15 | μόνῳ, μηκέτι δὲ καὶ ἐν τῷ λογιστικῷ. ἡ μὲν γὰρ φιλία 〈ἐν〉 τῷ λόγον ἔχον‐ τι τῆς ψυχῆς ἐστι καὶ ἐν τῷ ἀλόγῳ. καὶ γὰρ κρίνας κτᾶται τὸν φίλον καὶ παθὼν πρὸς αὐτόν, καὶ ἡ ἕξις ἐν ἀμφοτέροις γίνεται τοῖς μορίοις. ἡ δὲ κατὰ πάθος φίλησις κατὰ ψιλὸν τὸ πάθος ἐγγίνεται καὶ κατὰ τὸ πάθος ἐνεργεῖ. διὰ τοῦτο τὴν μὲν φίλησιν πάθος, τὴν δὲ φιλίαν ἕξιν εἴρηκεν. ἔστι δὲ καὶ ἡ | |
20 | φιλία ἡ μέν τις ἕξις, ἡ δὲ ἐνέργεια. νῦν δὲ τὴν ἕξιν παραβέβληκε τῇ φιλίᾳ. ὅτι δὲ ἡ μὲν φιλία ἕξις, οἵαν εἰρήκαμεν, ἡ ἐν ἀμφοτέροις τοῖς μορίοις τῆς ψυχῆς, ἡ δὲ φίλησις πάθος εἴρηται παθητική τις ἕξις οὖσα ἀφ’ ἧς αἱ ἐνέρ‐ γειαι κατὰ πάθος μόνον γίνονται, δῆλον ποιεῖ λέγων, τὴν μὲν φίλησιν οὐχ ἧττον πρὸς τὰ ἄψυχα εἶναι, ἀντιφιλεῖν δὲ μετὰ προαιρέσεως, τὴν δὲ προαίρεσιν | |
25 | ἀφ’ ἕξεως. διὰ γὰρ τούτων φανερόν, ὅτι γίνεται ἡ φίλησις παθητική τις διά‐ θεσις καὶ πρὸς ἄψυχα, οἷον ἡ μὲν φιλοινία πρὸς τὸν οἶνον, ἡ δὲ φιλοψία πρὸς τὸ ὄψον. ἀφ’ ἧς ἕξεως κατὰ πάθος μόνον, ἡ ἐνέργεια ἡττωμένων κατὰ τὸ πάθος τῶν μὲν τοῦ οἴνου, τοῦ δὲ τοῦ ὄψου. ἡ δὲ φιλία, ἐπειδὴ μετὰ προαιρέσεως, ἡ δὲ προαίρεσις ὄρεξις βουλευτική, εἴη ἂν ἕξις ἡ φιλία ἔν τε | |
30 | τῷ λόγον ἔχοντι καὶ ἐν τῷ παθητικῷ, ἀφ’ ἧς βούλονται τἀγαθὰ τοῖς φίλοις αὐτῶν ἐκείνων ἕνεκα, οὐ κατὰ πάθος ψιλὸν ἀλλὰ κατά τινα ἐν ἀμφοτέροις τοῖς μορίοις τῆς ψυχῆς ἕξιν. φιλοῦντες δὲ τὸν φίλον ἅμα μὲν τὸν φίλον φιλοῦσιν, ἅμα δὲ τὸ αὑτοῖς ἀγαθόν. ὁ γὰρ φίλος ἀγαθὸς τῷ φίλῳ καὶ ἀνταποδιδόασι | |
τὸ ἴσον ἀλλήλοις. καὶ γὰρ βούλεται ἑκάτερος ἑκατέρῳ τἀγαθὰ αὐτοῦ ἐκείνου | 172 | |
173 | ἕνεκα, καὶ ἡδύς ἐστιν ἑκάτερος ἑκατέρῳ. διὸ καὶ λέγεται φιλία ἀνταπόδοσίς τις οὖσα τοῦ φίλου, μάλιστα δὲ ταῦτα τῇ τῶν ἀγαθῶν φιλίᾳ ὑπάρχει. αἱ δὲ ἄλλαι καθ’ ὁμοιότητα αὐτῆς λέγονται, δι’ ἃς εἴπομεν αἰτίας, ἃ δὲ λέγει περὶ τῶν πρεσβυτῶν καὶ στρυφνῶν, διὰ τί ἧττον γίνονται φίλοι, καὶ περὶ τῶν | |
5 | νέων, ὅτι μᾶλλον φίλοι γίνονται, καὶ σαφῆ ἐστι καὶ εἴρηται πρότερον. Πολλοῖς δὲ εἶναι φίλον, οὔ φησιν εἶναι ῥᾴδιον, κατὰ τὴν τελείαν φιλίαν, ὥσπερ οὐδὲ ἐρᾶν πολλῶν. ὑπερβολὴ γάρ τίς ἐστιν ἐν τῷ φιλεῖν, τοῦτο δὲ οὐ ῥᾴδιον πρὸς πολλούς· αἱ γὰρ ὑπερβολαὶ πρὸς ὀλίγους. λεκτέον δ’ ὑπερβολὴν τὴν κατὰ τὸ εὖ. διὰ τί οὖν οὐκ ἂν εἴη πρὸς πολλούς, ἀπο‐ | |
10 | ρήσαι ἄν τις. εἰ γὰρ καθ’ ὑπόθεσιν εἶεν πολλοὶ ἀγαθοί, τί κωλύει τὸν ἀγα‐ θὸν ἔμπειρον αὐτῶν γινόμενον πᾶσιν ὁμοίως εἶναι φίλον; ἢ συναπτέον ἃς ἐπι‐ φέρει αἰτίας τοῦ μὴ πολλοὺς ἀρέσκειν τῷ ἀγαθῷ. οὔτε γὰρ ἀγαθὸν εἶναι οἷόν τε πολλοῖς, ἀλλ’ ἀγαπητὸν ἑνὶ ἢ δυσὶν ἐντυχεῖν. οὔτε πεῖραν οἷόν τε πολλῶν ἅμα λαβεῖν, δεῖ δὲ πάντως πείρας πρὸς τὸ ἀδιάβλητον εἶναι· ἔτι δὲ | |
15 | καὶ συνηθείας, αὕτη γάρ ἐστι πρὸς τῇ ἀρετῇ συνάπτουσα καὶ προσοικειοῦσα ἀλλήλοις τὰς τῶν ἀγαθῶν ψυχάς· διὰ τὸ χρήσιμον δὲ καὶ τὸ ἡδὺ ἐν‐ δέχεται πολλοῖς εἶναι φίλον. καὶ γὰρ πολὺ τὸ τῶν τοιούτων γένος. ἔτι δὲ οὐδὲ πολλοῦ χρόνου δεῖ οὐδ’ ἐξετάσεως· ἐν ὀλίγῳ γὰρ χρόνῳ εὐθέως φανεραὶ γίνονται αἱ περὶ τῶν χρησίμων καὶ τῶν ἡδέων ὑπηρεσίαι, καὶ καταμάθοι ἄν | |
20 | τις ταχέως τὸν αὑτῷ ἡδὺν ἢ χρήσιμον. ὅταν δὲ μηκέτι γένηται τούτων ὁπο‐ τεροῦν, λύεται ἡ φιλία· ἐν ὀλίγῳ γὰρ χρόνῳ συστᾶσα καὶ τὴν ὕπαρξιν ἔχει ὀλιγοχρόνιον. ἀμφοτέρων δὲ καθ’ ὁμοιότητα τὴν πρὸς τὴν πρώτην λεγομένων φιλίαν, τῆς τε δι’ ἡδονὴν καὶ τῆς διὰ τὸ χρήσιμον, μᾶλλον ἔοικε τῇ πρώτῃ φιλίᾳ ἡ δι’ ἡδονήν, ὅταν ἑκατέρῳ παρ’ ἑκατέρου γένηται τὸ ἡδύ. δεῖ γὰρ | |
25 | τοὺς τῷ ὄντι φίλους ἡδέως συνεῖναι καὶ χαίρειν ἀλλήλοις, ὅπερ ὑπάρχει τοῖς δι’ ἡδονὴν φιλοῦσιν, ἔτι δὲ ἐλευθεριωτέρα ἐστὶ τῆς διὰ τὸ χρήσιμον· οὐ γὰρ διὰ κέρδος οὐδὲ δι’ ὠφέλειαν τὴν ἐκ χρημάτων ἢ ἄλλης χρείας φίλοι εἰσίν, ἀλλὰ προσπάσχοντες ἐνίοτε ἀλλήλοις ἢ τοῖς αὐτοῖς χαίροντες, οἷον γυμνασίοις μαθήμασι παιδιαῖς. ἡ δὲ διὰ τὸ χρήσιμον φιλία μᾶλλον ἀγοραίων ἐστὶν | |
30 | ἀνθρώπων καὶ ἀνελευθέρων. τεκμήριον δὲ τοῦ τὴν διὰ τὸ ἡδὺ φιλίαν ἐοικέναι μᾶλλον τῇ ἀληθινῇ, ὅτι καὶ οἱ μακάριοι καὶ εὐδαίμονες (οὗτοι δέ εἰσιν οἱ κατ’ ἀρετὴν ἐνεργοῦντες ἐν προηγουμένοις) χρησίμων μὲν οὐ δέονται φί‐ λων, ἡδέων δέ. μάλιστα μὲν γὰρ ἂν βούλοιντο τελειοτέρους κατ’ ἀρετὴν | |
ἔχειν τοὺς φίλους, καὶ πάντῃ ἑαυτοῖς ὁμοίους, ἂν δὲ μὴ εὐπορῶσιν, ἀπόχρη | 173 | |
174 | αὐτοῖς, ἂν μέσοι μὲν τύχωσιν, ἡδεῖς δὲ αὐτοῖς. συζῆν μὲν γὰρ βούλονταί τισιν, ἐπειδὴ ἀδύνατον μονώτας εἶναι, ὡς εἴρηται πρότερον. τὸ δὲ λυπηρὸν ἀδύνατον ἐπὶ πολὺ φέρειν. οὐδὲ γὰρ αὐτὸ τὸ ἀγαθὸν, εἰ λυπηρὸν εἴη, ὑπο‐ μείναι ἄν τις. τοῦτο δὲ πῶς εἴρηκεν; αὐτὸ γὰρ τὸ ἀγαθόν τί ἄλλο ἐστὶν ἢ | |
5 | εὐδαιμονία, ἣν ἀδύνατον λυπηρὰν εἶναι; ἅμα γὰρ λυπηρὸν καὶ οὐκέτι εὐδαι‐ μονία, ἀλλ’ ὅμως ἐξ ὑποθέσεως ὁ Ἀριστοτέλης εἴρηκεν, εἰ λυπηρὸν ἡ εὐδαι‐ μονία ποιεῖ τὸν βίον, μηδένα ἂν εὐδαιμονεῖν ἐθελῆσαι. δῆλον οὖν ὡς διά τε ἄλλα ἐστὶν αἱρετὸν ἡ εὐδαιμονία καὶ ὅτι μεθ’ ἡδονῆς ἐστιν ὁ κατ’ αὐτὴν βίος. διό, φησι, οἱ ἄνθρωποι ζητοῦσιν ἡδεῖς εἶναι τοὺς φίλους, ὡς τῆς φιλίας | |
10 | μὴ δυναμένης ἄνευ τούτων συστῆναι. δεῖ δὲ μὴ μόνον ἡδεῖς ζητεῖν, ἀλλὰ καὶ ἀγαθούς. ὃ δ’ ἐπιφέρει λέγων, καὶ ἔτι αὑτοῖς ἀγαθούς, μήποτε οὐκ οἰκεῖον ᾖ τοῖς ἀγαθοῖς, καὶ τοῖς τελείαν κτωμένοις φιλίαν. οὐ γὰρ εἰς αὑ‐ τοὺς ἀναφέροντες φιλοῦσι τοὺς φίλους καὶ εἴ τι αὐτοῖς γίνεται ἀγαθὸν τοῖς φι‐ λοῦσι παρὰ τῶν φιλουμένων, ἀλλὰ διότι ἀγαθοί εἰσιν οἱ φιλούμενοι. ἢ συνήρ‐ | |
15 | μοσται ἀλλήλοις καὶ οὐ διέζευκται ταῦτα. ὁ μὲν γὰρ ἀγαθὸς καὶ τῷ φίλῳ ἀγαθός. ζητεῖν δὲ κελεύει τοὺς τῷ ὄντι ἀγαθοὺς φίλους κτᾶσθαι. εἶεν δ’ ἂν οὗτοι οἱ ἅμα ἀγαθοὶ καὶ τοῖς φίλοις ἀγαθοί. Οἱ δ’ ἐν ταῖς ἐξουσίαις (λέγει δ’ ἐν ταῖς ἐξουσίαις τοὺς τυράννους καὶ τοὺς καλουμένους βασιλεῖς, οὐκ ὄντας δέ, ἅτε τρυφῶντας) διῃρημένοις | |
20 | χρῶνται τοῖς ὀνομαζομένοις αὐτῶν φίλοις. οἱ μὲν γάρ εἰσιν αὐτοῖς ἡδεῖς, οἱ δὲ χρήσιμοι· αἴτιον δέ, ὅτι οὔτε ἡδεῖς ζητοῦσι μετ’ ἀρετῆς (οἱ αὐτοὶ γὰρ ἂν ἦσαν καὶ χρήσιμοι) οὔτε χρησίμους εἰς τὰ καλά (οἱ αὐτοὶ γὰρ ἂν ἦσαν καὶ ἡδεῖς)· χρήσιμοι γὰρ εἰς τὰ καλὰ οἱ ἐνάρετοι. εἴρηται δὲ ὅτι οἱ ἐνάρετοι καὶ ἡδεῖς εἰσιν, οἱ δὲ δυνάσται ἐφιέμενοι μὲν τοῦ ἡδέος, τοὺς εὐτρα‐ | |
25 | πέλους κτῶνται φίλους, εἰς δὲ τὰς χρείας τοὺς δεινοὺς τὰ προσταχθέντα πρᾶ‐ ξαι. οὐ συνδυάζεται δὲ ταῦτα ἐν τοῖς πολλοῖς· οἵ τε γὰρ καλούμενοι εὐτρά‐ πελοι, ὄντες δὲ βωμολόχοι, ὡς ἐπὶ τὸ πολὺ εἰς τὰς πράξεις ἀχρεῖοι, οἵ τε δεινοὶ καὶ παρακλητικοὶ τῶν προσταττομένων πάσης χάριτος καὶ εὐτραπελείας ἐστέρηνται, ἡδὺς δὲ καὶ χρήσιμος ἅμα μόνος ὁ σπουδαῖος. πρακτικὸς μὲν | |
30 | γὰρ τῶν καλῶν δι’ ἀρετὴν ἡδὺς δὲ τῷ ἀγαθῷ διά τε τὴν τοῦ ἤθους ὁμοιό‐ | |
τητα καὶ τὰς καλὰς πράξεις. ἀλλὰ ὑπερέχοντι οὐ γίνεται φίλος ὁ σπου‐ | 174 | |
175 | δαῖος, ἂν μὴ καὶ τῇ ἀρετῇ ὑπερέχηται ὁ ὑπερέχων κατὰ τὴν δύναμιν. δεῖ δὲ οὕτως ἀκούειν, τοῦ ὑπερέχεσθαι τὸν δυνάστην, ὥστε καὶ εἰδέναι καὶ ἔχειν πρὸς τὸν σπουδαῖον ὡς πρὸς κρείττονα. οὕτω γὰρ ἔσται ἡ κατὰ ἀνα‐ λογίαν ἰσότης, ἂν οἴηται μὲν πλούτῳ καὶ δυνάμει ὑπερέχειν, θαυμάζῃ δὲ τὸν | |
5 | ἀγαθὸν ὡς κατ’ ἀρετὴν αὑτοῦ διαφέροντα. εἴη δ’ ἄν τις τοιοῦτος δυνάστης εὐφυής, ὁ τῶν καλῶν ζηλωτής· δῆλον δὲ καὶ ὡς ἐγχειριεῖ τὴν αὑτοῦ ἐπιμέ‐ λειαν τῷ σπουδαίῳ· τοιούτῳ δὴ ἴσως ἀνάσχοιτ’ ἂν γινόμενος φίλος 〈ὁ〉 ἀγαθός, ἄλλῳ δ’ οὐκ ἂν ὑπομείναι· ὑπερηφανίαν γὰρ τυραννικὴν καὶ θεραπείαν ἀνε‐ λεύθερον ἥκιστα δύναται φέρειν ὁ γενναῖος. οὐ πάνυ δὲ εἰώθασι τοιοῦτοι | |
10 | γίνεσθαι οἱ ἐν ταῖς ἐξουσίαις, οἷον ὡς πρὸς ὑπερέχοντας ἔχειν τοὺς σπουδαίους· διὸ οὐ γίνονται φίλοι αὐτοῖς οἱ ἀγαθοί. Ἐπεὶ δὲ εἶπε μὴ ἂν ἄλλως ἔσεσθαι τὸν σπουδαῖον δυνάστῃ φίλον, εἰ μὴ ἔχοι οὕτως ὁ δυνάστης πρὸς αὐτὸν ὡς κατ’ ἀρετὴν ὑπερέχοντα, ζητοῦσί τινες, εἰ ὁ ἐν τῇ ἐξουσίᾳ εἴη σπουδαῖος, ἆρά γε οὐκ ἔσται φίλος αὐτῷ ὁ σπουδαῖος, | |
15 | ἐπεὶ μὴ ὑπερέχει αὐτοῦ κατὰ τὴν ἀρετήν· εὐήθης δὲ ἡ ἀπορία. τοῦτο μὲν γὰρ ἤδη ὁμολογεῖται τὸν ἀγαθὸν τῷ ἀγαθῷ ἀσμένως φίλον γίνεσθαι· κἂν ἐν δυνάμει οὖν ᾖ ἅτερος, οὐδὲν διακωλύσει ἡ δύναμις τὴν φιλίαν αὐτῶν, ἀλλὰ δῆλον ὅτι συνέσονται τὰ μὲν ἄλλα πάντα ἴσοι, ὅσα δὲ νόμιμά ἐστι κατὰ τὴν πολιτικὴν κοινωνίαν ἀσμένως ἅτερος συγχωρήσεται τῷ ἐν ἀρχῇ. δῆλον γὰρ | |
20 | ὡς νομίμως ἄρξει ὁ σπουδαῖος, καὶ ὁ φίλος οὖν ἀρχθήσεται νομίμως. παντὸς γὰρ μᾶλλον, φύλαξ ὁ σπουδαῖος τῆς πολιτικῆς κοινωνίας. ἡ μὲν οὖν τῶν ἀγα‐ θῶν φιλία πάντως κατ’ ἰσότητα· εἰσὶ δέ πως καὶ αἱ λοιπαὶ ἐν ἰσότητι. καὶ γὰρ οἱ δι’ ἡδονὴν ἀνταποδιδόασιν ἀλλήλοις ἡδονὴν καὶ οἱ διὰ τὴν χρείαν ἀν‐ θυπουργοῦσι τὰ χρήσιμα. ἔνιοι δ’ ἕτερον ἀνθ’ ἑτέρου καταλλάττονται, οἷον | |
25 | ἡδονὴν παρέχοντες λαμβάνουσι τὴν κατὰ χρήσιμον ὠφέλειαν, ὡς οἱ διὰ τὴν εὐτραπελίαν ἀξιοῦντες τυγχάνειν χρημάτων. ὅτι δὲ καὶ ἧττον φίλοι εἰσὶν οἱ τοιοῦτοι καὶ ἧττον μένουσιν, εἴρηται. δῆλον δὲ καὶ ὃ ἑξῆς λέγει, ὅτι καθ’ ὁμοιότητα τοῦ αὐτοῦ καὶ ἀνομοιότητα δοκοῦσι φιλίαι καὶ οὐ δοκοῦσιν. ᾗ μὲν γὰρ ὑπάρχει τῇ κατ’ ἀρετὴν φιλίᾳ καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον, ταύτῃ | |
30 | ἐοικυῖαι αὗται φιλίαι νομίζονται· ᾗ δὲ ἡ μὲν τῶν ἀγαθῶν ἀδιάβλητος καὶ μόνιμος, αὗται δὲ καὶ διαβολὴν δέχονται καὶ μεταπίπτουσι, ῥᾳδίως οὐκ ἔστι. | |
διαφέρουσι δὲ καὶ ἄλλως τῷ τὴν μὲν τῶν ἀγαθῶν καθ’ αὑτὴν εἶναι· δι’ αὑ‐ | 175 | |
176 | τοὺς γὰρ φιλοῦσιν ἀλλήλους· τὰ δ’ ἄλλα κατὰ συμβεβηκός, καὶ οἱ μὲν ἀγα‐ θοὶ πόρρω εἰσὶ τοῦ ἀδικῆσαι ἂν ἀλλήλους, οἵ γε οὐδὲ τοὺς μηδὲν προσή‐ κοντας ἀδικοῦσιν, οἱ δὲ τὰς ἄλλας φιλίας ἔχοντες κἂν ἀδικήσαιεν ἀλλήλους. εὕροι δ’ ἄν τις καὶ ἄλλας πολλὰς αὐτῶν διαφοράς, ταύτῃ δ’ ἀνόμοιοι οὖσαι | |
5 | τῇ πρώτῃ φιλίᾳ οὐ φαίνονται φιλίαι. p. 1158b11 Ἕτερον δέ ἐστι φιλίας εἶδος, τὸ καθ’ ὑπεροχὴν ἕως ταῦτα μὲν οὖν ἀφείσθω. Καὶ γάρ ἐστιν ἀλλοτριώτερον ὥσπερ καὶ δίκαιον τὸ μὲν κατ’ ἰσότητά ἐστι, τὸ δὲ καθ’ ὑπεροχήν, οἷον πατρὸς πρὸς υἱὸν καὶ δεσπότου πρὸς δοῦλον | |
10 | καὶ ἀνδρὸς πρὸς γυναῖκα καὶ ὅλως ἄρχοντος πρὸς ἀρχόμενον, οὕτω καὶ φιλία, ἡ μὲν κατ’ ἰσότητα, ἡ δὲ καθ’ ὑπεροχήν. ἔοικε γάρ πως τῇ δικαιοσύνῃ, ἔστι δὲ καὶ ἡ καθ’ ὑπεροχὴν φιλία ἐν τοῖς αὐτοῖς ἐν οἷς καὶ τὸ καθ’ ὑπερ‐ οχὴν δίκαιον. ἡ γὰρ πατρὸς πρὸς υἱὸν φιλία καὶ ὅλως πρεσβυτέρου πρὸς νεώτερον (ἔστι δὲ φρονιμώτερος ὁ πρεσβύτερος ἵνα ἄρχῃ) καὶ ἡ ἀνδρὸς πρὸς | |
15 | γυναῖκα καὶ ὅλως ἄρχοντος φιλία πρὸς ἀρχόμενον καθ’ ὑπεροχήν ἐστι. δῆ‐ λον γὰρ ὡς τὸ μὲν ἄρχον ὑπερέχει, τὸ δὲ ἀρχόμενον ὑπερέχεται. σὺν τούτῳ οὖν καὶ ἡ φιλία, σὺν τῷ τὸν μὲν ἄρχειν τὸν δὲ ἄρχεσθαι. διαφέρουσι δὲ καὶ αὗται αἱ καθ’ ὑπεροχὴν ἀλλήλων. οὐ γὰρ ταὐτὰ ὑπάρχει γονεῦσι παρὰ τέκνων καὶ ἄρχουσι παρὰ ἀρχομένων οὐδὲ υἱοῖς παρὰ γονέων καὶ ἀρχομένοις | |
20 | παρὰ ἀρχόντων. ἀλλ’ εἰσί τινες φυσικαὶ οἰκεῖαι γονεῦσι παρὰ τέκνων ὑπουρ‐ γίαι, καὶ τέκνοις παρὰ γονέων προστάξεις καὶ ἐπιμέλειαι, ὧν οὐδὲν μέτεστι τοῖς ἄρχουσι καὶ ἀρχομένοις· καὶ αἱ φιλίαι οὖν ταύτῃ διοίσουσιν. ὅτι δὲ πατρὶ πρὸς υἱὸν καὶ υἱῷ πρὸς πατέρα οὐ τὰ αὐτὰ ὑπάρχει, οὐδὲ ἀνδρὶ πρὸς γυναῖκα καὶ γυναικὶ πρὸς ἄνδρα. γονεῦσι μὲν γὰρ καὶ ἀν‐ | |
25 | δράσι προσήκει ἄρχειν, υἱέσι δὲ καὶ γυναιξὶ οὔ. καὶ τοῦτο ποιεῖ τὴν φιλίαν αὐτῶν οὐ κατ’ ἰσότητα ἀλλὰ καθ’ ὑπεροχήν. ταῦτα μὲν οὖν πᾶς ἂν συγ‐ χωρήσειεν, ἣν δ’ ἐπιφέρει αἰτίαν τοῦ μὴ τὴν αὐτὴν εἶναι φιλίαν πατρὶ πρὸς υἱὸν καὶ υἱῷ πρὸς πατέρα καὶ ἀνδρὶ πρὸς γυναῖκα καὶ γυναικὶ πρὸς ἄνδρα, σφόδρα ἐστὶν ἀμφισβητήσιμος. λέγει δὲ οὕτως· ἑτέρα γὰρ ἑκάστῳ τούτων | |
30 | ἀρετὴ καὶ ἔργον. οὔ φασι δή τινες ἄλλην ἀρετὴν εἶναι πατρὸς καὶ ἄλλην | 176 |
177 | υἱοῦ οὐδὲ ἄλλην ἀνδρὸς γυναικὸς δὲ ἑτέραν. ἐξαρκεῖ δὲ ἐπ’ ἀνδρὸς καὶ γυ‐ ναικὸς ἐξετάσαι τὸν λόγον· τὰ γὰρ αὐτὰ καὶ περὶ πατρὸς ῥητέον καὶ υἱοῦ. ἐρωτῶσι δὲ τὸν τρόπον τοῦτον καὶ μάλιστα οἱ Σωκρατικοί. ἆρα τὸν μὲν ἄνδρα χρὴ δίκαιον εἶναι, τὴν δὲ γυναῖκα ἄδικον; οὐ δῆτα. τί δέ; τὸν μὲν ἄνδρα | |
5 | σώφρονα, τὴν δὲ γυναῖκα ἀκόλαστον; οὐδὲ τοῦτο. οὕτω δὴ καθ’ ἑκάστην ἐπιόντες ἀρετὴν καὶ λαβόντες, ὅτι δεῖ καὶ τὸν ἄνδρα καὶ τὴν γυναῖκα πάσας ἔχειν τὰς ἀρετὰς συμπεραίνονται, ὅτι ἡ αὐτὴ ἀνδρὸς καὶ γυναικὸς ἀρετή. τί οὖν ῥητέον πρὸς τὰ τοιοῦτα; ἢ ἀρκτέον ἀπὸ τοῦ ἄρχοντος· καὶ ἀρχομένου. εἰ γὰρ τοῦ μὲν ἄρχοντος ἀρετὴ ἐν τῷ ἄρχειν καλῶς, τοῦ δὲ ἀρχομένου ἐν | |
10 | τῷ ἄρχεσθαι καλῶς, οὐκ ἂν εἴη ἡ αὐτὴ ἄρχοντος καὶ ἀρχομένου ἀρετή. καὶ γὰρ κακία μὲν ἀρχομένου, ἂν τὰ τοῦ ἄρχοντος πράττῃ, κακία δὲ ἄρχοντος, ἂν τὰ τοῦ ἀρχομένου ποιῇ, ὥσπερ καὶ κυβερνήτου μὲν ἀρετή, ἂν τὰ τοῦ κυβερνήτου ποιῇ καὶ ἄρχῃ τῶν ναυτῶν, τῶν δέ γε ναυτῶν ἀρετή, ἂν ἄρχων‐ ται ὑπὸ τοῦ κυβερνήτου. εἰ δὲ τῆς αὐτῆς ἐπιστήμης ἐστὶ τὸ ἄρχειν καὶ τὸ | |
15 | ἄρχεσθαι, οὐδὲν τοῦτο ἐμποδὼν τῷ λόγῳ. τάχα μὲν γὰρ καὶ πρὸς τοῦτο ἐν‐ σταίη ἄν τις, ὡς ἱκανοῦ τινος ἐσομένου ἄρχεσθαι, μὴ πάντως δὲ ἄρχειν. οἱ γὰρ εἰθισμένοι ὑπακούειν τῶν ἀρχόντων, ἄρχεσθαι μὲν ἂν δύναιντο κατ’ ἔθος, ἄρχειν δὲ οὐκ ἴσασιν. εἰ δὲ καὶ δοθείη τὸν αὐτὸν ἐπίστασθαι ἄμφω, ἀλλ’ ᾗ μὲν ἄρχει ἄλλη ἀρετή, ᾗ δὲ ἄρχεται ἑτέρα. εἰ δὲ ἄλλη μὲν ἀρετὴ ἄρχον‐ | |
20 | τος, ἑτέρα δὲ ἀρχομένου (εἰσὶ δὲ ἐν ταῖς εἰρημέναις πάσαις κοινωνίαις ἄρχον‐ τες καὶ ἀρχόμενοι· πατὴρ μὲν γὰρ ἄρχει, υἱοὶ δὲ ἄρχονται καὶ ἀνὴρ μὲν ἄρχει, γυνὴ δὲ ἄρχεται), ἄλλη ἂν εἴη τούτων ἑκάστου ἀρετή. ταῦτα μὲν οὖν μᾶλλον ἐπισκεπτέον. Ἐν πάσαις δὲ ταῖς ἀρχαῖς καὶ ταῖς καθ’ ὑπερβολὴν φιλίαις οὐ μόνον | |
25 | τὴν φιλίαν δεῖ εἶναι ἀνάλογον ἀλλὰ καὶ τὴν φίλησιν. καὶ σχεδὸν διὰ τὴν φίλησιν καὶ ἡ φιλία ἕξει ἀνάλογον. ἂν γὰρ ὁ κρείττων καὶ ὠφελιμώτερος μᾶλλον φιλῆται τοῦ ἧττον τοιούτου, ἀνάλογον ἕξει καὶ ἡ φίλησις καὶ ἡ φιλία. ὡς γὰρ ἐν ταῖς πολιτικαῖς διανομαῖς κατ’ ἀξίαν δεῖ τὴν τιμὴν νέμεσθαι, οὕ‐ τως καὶ ἐν ταῖς φιλίαις ταῖς καθ’ ὑπεροχὴν τὸ φιλεῖσθαι κατ’ ἀξίαν νέμε‐ | |
30 | σθαι. ἔσται γὰρ ἰσότης, ἂν τὸ φιλεῖν καὶ τὸ φιλεῖσθαι ἀνάλογον γίνηται καὶ κατ’ ἀξίαν. οὗτος δ’ ὁ λόγος μηνύει δεῖν τοὺς γονεῖς μᾶλλον φιλεῖσθαι ὑπὸ τοῦ υἱῶν ἢ φιλεῖν, εἰ καὶ μὴ συμβαίνει οὕτως· εἰσὶ γὰρ καὶ ὠφελιμώτεροι | |
καὶ κρείττους. ὁ δ’ αὐτὸς λόγος καὶ περὶ τῶν ἄλλων ἀρχόντων. ὅσῳ γὰρ | 177 | |
178 | ἀμείνους, μᾶλλον αὐτοὺς δεῖ φιλεῖσθαι. ζητῆσαι δ’ ἄν τις περὶ τῶν καθ’ ὑπεροχὴν φιλιῶν πότερον ἐν τοῖς εἰρημένοις εἴδεσι γίνονται ἢ ἄλλα τινὰ φι‐ λίας εἴδη ταῦτά ἐστι. λέγει δὲ καὶ Εὔδημος καὶ Θεόφραστος, ὅτι καὶ αἱ καθ’ ὑπεροχὴν φιλίαι ἐν τοῖς αὐτοῖς γίνονται, ἢ δι’ ἡδονὴν ἢ διὰ τὸ χρήσιμον ἢ | |
5 | δι’ ἀρετήν. γένοιντο γὰρ ἂν καὶ σπουδαῖοι φίλοι ὁ μὲν ἄρχων ὁ δὲ ἀρχό‐ μενος· καὶ τὰ μὲν ἄλλα ἔσονται φίλοι, τὰ δὲ νόμιμα φυλάξουσιν ἐν τῷ εἶναι φίλοι, ὁ μὲν ὑπερεχόμενος ὅσα προστάττει ὁ νόμος, ὁ δὲ ὑπερέχων. καὶ πατὴρ καὶ υἱὸς σπουδαῖοι· καὶ παντὸς μὲν μᾶλλον τὴν πατρικὴν ὑπεροχὴν συγχωρήσει τῷ πατρὶ ὁ υἱός. ὁμοίως δὲ καὶ γυνὴ σπουδαία ἀνδρὶ σπουδαίῳ· | |
10 | ἑκάτερος γὰρ αὐτῶν ἀκολουθῶν τῇ φύσει ὁ μὲν ἄρξεται ἡ δὲ ἀρχθήσεται. ἐν δὲ τοῖς μὴ σπουδαίοις, μέσοις δὲ δῆλον ὡς ἐγχωρεῖ καὶ δι’ ἡδονὴν φίλους εἶναι καὶ διὰ τὸ χρήσιμον, τὸν μὲν ὑπερέχοντα τὸν δὲ ὑπερεχόμενον, οἷον ἄρχοντα καὶ ἀρχόμενον, καὶ γυναῖκα δὲ 〈καὶ〉 ἄνδρα ἀμφοτέρους ἔστι φίλους εἶναι. περὶ δὲ υἱοῦ καὶ πατρὸς ἀπορήσαι ἄν τις, εἰ οἷόν τε κατὰ τὸ χρήσιμον φιλεῖν | |
15 | ἀλλήλους ἢ δι’ ἄλλο τι βούλεσθαι τἀγαθὰ τῷ υἱεῖ τὸν πατέρα, ἢ δι’ αὐτὸν τὸν υἱόν, ἄν γε κατὰ φύσιν φιλῇ· ὥστ’ ἔοικε φυσική τις φιλία αὕτη εἶναι μᾶλλον. παρακολουθεῖ δ’ ἴσως καὶ τῇ τοιαύτῃ, ὅταν φυσικῶς γίνηται, καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον. ταῦτα μὲν οὖν ἐπισκεπτέον ὡς ἔχει. Φησὶ δὲ μὴ ὁμοίως ἔχειν τὸ ἴσον ἐν τοῖς δικαίοις καὶ ἐν τῇ φιλίᾳ· | |
20 | ἐν μὲν γὰρ τοῖς δικαίοις πρῶτον μὲν ἴσον τὸ κατ’ ἀξίαν καὶ τὸ μὴ τῶν αὐτῶν τυγχάνειν τὸν κρείττονα τῷ ἐλάττονι, δευτέρως δὲ τὸ κατὰ τὸ ποσόν. λέγει δὲ ἐν ἄλλοις ἴσον τὸ κατ’ ἀριθμόν. γίνεται δ’ ἐπειδὰν ἴσων τυγχά‐ νωσιν οἱ ἐλεύθεροι πάντες. μάλιστα δ’ ἀξιοῦσι ταύτῃ χρῆσθαι τῇ ἰσότητι οἱ δημοκρατούμενοι. διὰ γὰρ τὸ ἐλεύθεροι εἶναι πάντες τῶν αὐτῶν καὶ ὁμοίων | |
25 | τυγχάνειν ἀξιοῦσιν. ἐν δὲ τῇ φιλίᾳ τὸ μὲν κατὰ ποσὸν ἴσον πρῶτον (δεῖ γὰρ τοὺς τῷ ὄντι φίλους εἶναι ἀλλήλοις ἴσους), τὸ δὲ κατ’ ἀξίαν δευτέρως. οὐ βούλεται γὰρ ἡ κυρίως φιλία ἐν ὑπεροχῇ εἶναι τοῦ ἑτέρου. δῆλον δὲ ἐν οἷς πολὺ τὸ διάστημά τινων πρὸς ἀλλήλους. οὐ γὰρ γίνεται φίλος ὁ μηδενὸς ἄξιος τῷ ἐναρέτῳ καὶ σπουδαίῳ οὐδὲ τοῖς βασιλεῦσιν οἱ πολὺ καταδεέστεροι· | |
30 | οὐδὲ τοῖς θεοῖς δὲ τὴν κυρίως φιλίαν εἰσὶ φίλοι οἱ σπουδαῖοι καὶ οἱ καλού‐ | 178 |
179 | μενοι θεοφιλεῖς, λέγω δὲ τὴν κατ’ ἰσότητα· πολὺ γὰρ τὸ μεταξὺ διάστημα. ἀλλ’ ἀγαπητόν, ἂν εὐμενεῖς καὶ ἵλεως αὐτοὺς ἔχωμεν, ἡμῖν δὲ ὦσι σεβάσμιοι. φανερὸν οὖν, ὡς καὶ τὰ ὀνόματα διαφέρει ταῦτα τῶν πραγμάτων διαφερόν‐ των. οὐ γὰρ λέγομεν, ὅτι σέβεται ὁ φίλος τὸν φίλον οὐδ’ ὡς ἵλεώς ἐστι καὶ | |
5 | ἐπήκοος αὐτοῦ ταῖς εὐχαῖς· ἀλλὰ τὸ μὲν σέβεσθαι πολὺ καταδεεστέρου, τὸ δὲ ἵλεως εἶναι πολὺ ὑπερέχοντος. Ἀκριβῶς μὲν οὖν οὐκ ἔστι λόγῳ διορίσαι μέχρι πόσου τῆς ὑπεροχῆς οὔσης ἐγχωρεῖ φιλίαν εἶναι. οὐδὲ γὰρ τὰ ἄλλα τὰ πρακτὰ δυνατὸν ἀκριβῶς διορίσαι. ὅμως δ’ ὅταν πολὺ ᾖ τὸ μεταξὺ διάστημα, οὐ γίνεται φιλία. διὸ | |
10 | καὶ ἀπορεῖται εἰ βουλήσεται ὁ φίλος τῷ φίλῳ τὰ μέγιστα ἀγαθά, οἷον θεὸν γενέσθαι. φανερὸν μὲν οὖν ὅτι τὰ ἀδύνατα οὐ βουλήσεται ὁ φρόνιμος· τοι‐ οῦτον δὲ τὸ ἐξ ἀνθρώπου θεὸν γενέσθαι· ἀλλ’ ἐξ ὑποθέσεως, εἰ δυνατὸν εἴη θεὸν γενέσθαι, ἆρά γε βουλήσεται; σχεδὸν γὰρ θελήσει τὸν φίλον μὴ εἶναι φίλον, ὥστε οὐδὲ ἀγαθὸν αὐτῷ. ὁ γὰρ φίλος ἀγαθός, εἰ τῷ φίλῳ βούλεται | |
15 | ὁ φίλος αὐτοῦ ἐκείνου ἕνεκεν τὰ ἀγαθά, ἐθελήσει πᾶσαν αὐτὸν ὑπεροχὴν ἔχειν ἀγαθοῦ. ταῦτα μὲν οὖν ἀπορείσθω. ἃ δ’ ἑξῆς λέγει φάσκων τὸν φίλον αὑ‐ τῷ μάλιστα βούλεσθαι τἀγαθά, οὐ περὶ τῶν τὴν πρώτην φιλίαν ἐχόντων εἴ‐ ρηται ἀλλὰ περὶ τῶν ὁμωνύμως λεγομένων φίλων. λέγει δ’ ἑξῆς τὴν αἰτίαν, δι’ ἣν οἱ πολλοὶ βούλονται φιλεῖσθαι μᾶλλον ἢ φιλεῖν. διὰ γὰρ τὴν φιλοτι‐ | |
20 | μίαν τοῦτο πάσχουσιν, ἡγούμενοι ταὐτὸν εἶναι τὸ φιλεῖσθαι τῷ τιμᾶσθαι· ἔστι δὲ ἕτερον. τὸ μὲν γὰρ τιμᾶσθαι οὐ δι’ αὑτὸ αἱροῦνται ἀλλὰ κατὰ συμ‐ βεβηκός. ὑπὸ μὲν γὰρ τῶν ἐν ταῖς ἐξουσίαις χαίρουσι τιμώμενοι δι’ ἐλ‐ πίδα τοῦ τεύξεσθαί τινων καὶ ἅμα δυνάμεως ἐφιέμενοι· ὑπὸ δὲ τῶν υἱῶν, ἡγούμενοι μάρτυρας ἔχειν, ὅτι εἰσὶν ἀγαθοί. ἀσμενίζουσιν οὖν βεβαιοῦντες ἣν | |
25 | ἔχουσι περὶ αὑτῶν δόξαν. τῷ φιλεῖσθαι δὲ καθ’ αὑτὸ χαίρουσι. κρεῖτ‐ τον οὖν τὸ φιλεῖσθαι τοῦ τιμᾶσθαι καὶ ἡ φιλία τῆς τιμῆς. τὸ γὰρ καθ’ αὑτὸ αἱρετὸν βέλτιον τοῦ δι’ ἕτερον. Ἔστι μὲν οὖν ἡ φιλία ἐν τῷ φιλεῖν καὶ φιλεῖσθαι· μᾶλλον δὲ δοκεῖ ἐν τῷ φιλεῖν εἶναι ἢ ἐν τῷ φιλεῖσθαι. ἡ γὰρ ἐνέργεια ἑκατέρων τῶν φίλων ἐν | |
30 | τῷ φιλεῖν· τὸ δὲ φιλεῖσθαι οὐκ ἔστιν αὐτῶν ἐνέργεια. ἕκαστον δὲ περὶ ἐκεῖνό ἐστι περὶ ὃ ἔχει τὴν ἐνέργειαν. σημεῖον δὲ φέρει τούτου τὸ καὶ τὰς μητέρας | |
τῷ φιλεῖν χαίρειν, κἂν μὴ φιλῶνται. ὑπὸ γοῦν τῶν εἰς τροφὴν δοθέντων ἄλ‐ | 179 | |
180 | λαις γυναιξὶν ἀγνοούμεναι ἐνίοτε οὐ φιλοῦνται μέν, ἱκανὸν δὲ αὐταῖς ἂν ὁρῶσιν εὖ πράττοντας. εἴληφε δὲ οὐ φιλίαν, ἀλλὰ φίλησιν· ἡ γὰρ φιλία ἐν τοῖς ἀντιφιλοῦσιν. ἀλλ’ ὅμως ἴχνος τι φιλίας ἡ τῶν γονέων πρὸς τὰ τέ‐ κνα. ἴχνος δὲ λέγω, διότι ἐνίοτε οὐκ ἀντιφιλοῦσιν οἱ υἱεῖς· πλὴν σφόδρα ἔοικε | |
5 | τῇ φιλίᾳ, διότι βούλονται τἀγαθὰ τοῖς υἱέσιν οἱ γονεῖς αὐτῶν ἐκείνων ἕνεκα. ἐν τούτῳ δέ ἐστι τὸ μάλιστα τῆς φιλίας ἔργον. εἰ οὖν μᾶλλον ἡ φιλία ἐν τῷ φιλεῖν ἢ ἀντιφιλεῖσθαι καὶ ἐπαινοῦνται οἱ φιλοῦντες τοὺς φίλους, ἀρετὴ ἂν εἴη φίλων τὸ φιλεῖν. ἑκάστῳ γὰρ ** | |
10 | * Εἰπὼν ἐν ἀρχῇ ὡς τὸ ἐναντίον τοῦ ἐναντίου ἐφίεται, οἷον ‘ἐρᾶν ὄμβρου γαῖαν ξηρανθεῖσαν‘, ἐπιφέρει τούτου τὴν λύσιν μαλακῶς· καί φησιν ὡς οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς τὸ ἐναντίον τοῦ ἐναντίου ἐφίεται· καθ’ αὑτὸ γὰρ τοῦ μέσου ἐφίεται· ἔστι γὰρ τοῦτο τὸ ἀγαθόν. παραδείγματα δὲ τοῦ τὸ | |
15 | ἐναντίον τοῦ ἐναντίου ἐφίεσθαι μὴ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς ταῦτά φησιν. οἷον τὸ ὑγρὸν οὐχ ὑπερξηρανθῆναι βούλεται ἀλλὰ πρὸς τὸ μέσον ἐλ‐ θεῖν· εἰ γὰρ ὁ ἀὴρ ὑπερυγρανθείη, οὐ διὰ τοῦτο τὸν ὄμβρον ὠθεῖ πρὸς τὸ κάτω, ἵν’ ὑπερξηρανθῇ, ἀλλ’ ἵνα τὴν πολλὴν ἀποβάλλῃ ὑγρότητα· ὁμοίως δὲ καὶ τὸ θερμὸν καὶ τὰ ἄλλα. | |
20 | p. 1159b25 〈Ἔοικε δέ, καθάπερ ἐν ἀρχῇ εἴρηται, ἕως πολλὰ γὰρ τὰ κοινὰ ἴσοις οὖσιν〉. Ἔοικε δέ, ὃ καὶ ἐν ἀρχῇ εἴρηται, ἐν οἷς ἔλεγε “καὶ τῶν δικαίων τὸ μά‐ λιστα φιλικὸν εἶναι” τοῖς νῦν εἰρημένοις εἶναι ὅμοιον. ἡ γὰρ φιλία καὶ τὸ δίκαιον περὶ τὰ αὐτά ἐστι καὶ ἐν τοῖς αὐτοῖς, οἷς φιλία ἐστὶν ἐν τοῖς συστρα‐ | |
25 | τιώταις καὶ τοῖς λοιποῖς ὁμοτέχνοις, ἀλλὰ καὶ τὸ δίκαιον ἐν τούτοις. οὐ γὰρ αἱρήσεταί τις ἐκ τούτων τὸ παρ’ ἀξίαν λαβεῖν. ἀλλὰ καὶ περὶ τὰ αὐτά· περὶ | |
τὰ στρατιωτικὰ γὰρ ἡ φιλία τοῖς στρατιώταις. κατασκευάζων δὲ τὸ ἐν οἷς | 180 | |
181 | ἐστι φιλία ἐν τοῖς αὐτοῖς καὶ τὸ δίκαιόν φησι. πάσῃ γὰρ κοινώσει δοκεῖ τι δίκαιον εἶναι καὶ φιλία. καθ’ ὅσον δὲ κοινωνοῦσι· καθ’ ἅς φησι τέχνας κοινωνοῦσι κατὰ ταύτας καὶ φίλοι εἰσίν, οἷον εἴ τις τύχοι καὶ στρατιώτης καὶ δικαστὴς ὤν, ἕτερος δὲ στρατιώτης μόνον, καθ’ ὃ κοινωνοῦσι καὶ τὴν φιλίαν | |
5 | κατὰ τοῦτο ἕξουσιν, ἔτι δὲ καὶ τὸ δίκαιον. ἐν ᾗ γὰρ κοινωνοῦσι τέχνῃ, τὸ κατ’ ἀξίαν λαμβάνειν ἐθέλουσιν. ἔστι δὲ ἀδελφοῖς μὲν καὶ ἑταίροις κοινὰ καὶ πλοῦτος καὶ κτήματα καὶ τἄλλα, μόνοις δὲ στρατιώταις τὰ στρατιωτικά· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. καὶ τοῖς μὲν ἀδελφοῖς πλείω τὰ κοινά, τοῖς δ’ ἄλλοις ἐλάττω. καὶ γὰρ καὶ φιλία μᾶλλον ἡ τῶν ἀδελφῶν ἢ ἡ τῶν συ‐ | |
10 | στρατιωτῶν. ἀλλὰ καὶ τὸ δίκαιον τοιοῦτον. διαφέρει γὰρ τὸ ἐν τοῖς ἀδελ‐ φοῖς δίκαιον καὶ τὸ ἐν τοῖς λοιποῖς· αὔξησιν δὲ λαμβάνει τὸ δίκαιον τῷ μᾶλ‐ λον πρὸς φίλους γίνεσθαι. βουλόμενος δὲ τοῦτο δεῖξαι, ἐκ τοῦ ἐναντίου ἐπι‐ χειρεῖ· εἰ γὰρ δεινότερόν ἐστιν τὸ χρημάτων ἀποστερῆσαι ἑταῖρον ἢ πολίτην, καὶ τὸ πρὸς φίλους γινόμενον δίκαιον κρεῖττόν ἐστιν. εἰ δ’ αὔξεται | |
15 | ἡ φιλία, αὔξεται καὶ τὸ δίκαιον, ὡς ἐν τοῖς αὐτοῖς ὄντα. μόρια δὲ τῆς πολιτικῆς αἱ κοινωνίαι τῶν στρατιωτῶν καὶ τῶν λοιπῶν εἰσιν, ἀκολουθοῦσι δὲ αἱ φιλίαι τῶν στρατιωτῶν ταῖς ἐκείνων κοινωνίαις. ** * | |
20 | Τρίτον εἶδος πολιτείας φησὶ τὴν τιμοκρατίαν, ἣ λέγεται διὰ τὸ ἀπὸ τι‐ μημάτων γίνεσθαι. διδόντες γὰρ χρήματα τὸ ἄρχειν ἐλάμβανον· διὰ τοῦτο καὶ τιμοκρατία ἐλέγετο. 〈***〉 κακίᾳ δὲ τῶν ἀρχόντων εἰσίν, ὅταν ἐξ ἀρι‐ στοκρατίας εἰς ὀλιγαρχίαν μεταβῇ, καὶ ταύτην φαύλην. εἰ γὰρ ἡ ὀλιγαρχία ἀγαθή, οὐδὲν συμβήσεται χείριστον. 〈***〉 ἥκιστα δὲ μοχθηρόν ἐστιν | |
25 | ἡ δημοκρατία. τὴν δημοκρατίαν ἐλάττω φησὶν εἶναι κακίαν τυραννίδος καὶ ὀλιγαρχίας διὰ τὸ ἐπὶ μικρὸν παρεκβαίνειν τὴν δημοκρατίαν, ἥτις ἐστὶ πο‐ λιτεία. εἰ γὰρ καθ’ αὑτὸ σκοπήσεις, χείρω ἂν εὑρήσεις τὴν δημοκρατίαν τῶν | |
ἑτέρων. εἰ γὰρ ἐν τῇ δημοκρατίᾳ πάντες ἄρχουσιν, ἐν τῇ τυραννίδι καὶ | 181 | |
182 | ὀλιγαρχίᾳ τῇ μὲν ὀλίγοι τῇ δὲ εἷς, χεῖρον δέ ἐστι τὸ πολλοὺς φαύλους ἄρ‐ χειν ἢ καὶ ὀλίγους ἢ καὶ ἕνα· χείρων ἄρα καὶ ἡ δημοκρατία τῶν λοιπῶν παρεκβάσεων. ** | |
5 | * Καθ’ ἑκάστην δὲ τῶν πολιτειῶν. τρία εἴδη πολιτείας εἰπὼν καθ’ ἕκαστόν φησι φιλίαν εἶναι ἐφ’ ὅσον καὶ τὸ δίκαιον. εἰ γὰρ μεῖζον τὸ δί‐ καιον τὸ τοῦ βασιλέως πρὸς τοὺς ὑπ’ αὐτόν, παρὰ τῶν ἀριστοκρατῶν καὶ τι‐ μοκρατῶν πρὸς τοὺς ὑπὸ χεῖρα, καὶ ἡ φιλία καλλίων. ἀνάλογος δὲ τῇ βασι‐ | |
10 | λικῇ καὶ ἡ πατρική. διαφέρει δὲ ἡ πατρικὴ τοῖς εὐεργετήμασιν. αἴτιος γὰρ ὁ πατὴρ τοῦ εἶναι, ὅ ἐστι μέγιστον. ἀλλὰ καὶ τοῖς προγόνοις ταῦτα ἀπονέμεται, ἤτοι συγκεχώρηται παρ’ ἡμῶν τὸ ἀγαγεῖν εἰς τὸ εἶναι ἡμᾶς καὶ τὰ λοιπά, εἰ καὶ μὴ ἀμέσως ἀλλὰ διὰ μέσων τῶν πατέρων, ἢ καὶ τοῖς προ‐ γόνοις ταῦτα ἀπονέμεται παρὰ τῶν πατέρων ἡμῶν τὸ ἀγαγεῖν αὐτοὺς εἰς τὸ | |
15 | εἶναι. ὑπερέχει δὲ ἡ φιλία τῶν πατέρων καὶ βασιλέων καὶ οὐ τὸ αὐτὸ δί‐ καιον πατρὶ πρὸς υἱοὺς καὶ βασιλεῖ πρὸς ἀρχομένους· οὐδ’ ἡ φιλία ὁμοία· ἡ δὲ τοῦ ἀνδρὸς πρὸς τὴν γυναῖκα φιλία ὁμοία τῇ ἀριστοκρατίᾳ· κατὰ τὸ πρέπον γάρ· καὶ γὰρ ἀνδρὶ πλέον ἀγαθόν· οὕτω καὶ τὸ δίκαιον. Εἰπὼν ὁμοίαν εἶναι τὴν τῶν ἀδελφῶν φιλίαν τῇ τιμοκρατίᾳ, νῦν τῇ ἑται‐ | |
20 | ρικῇ φησι διὰ τὸ ὁμοίους εἶναι, εἰ καὶ μικρὸν ἡ ἑταιρικὴ κρείττων. τῇ δ’ ἑταιρικῇ ἔοικε καὶ ἡ τιμοκρατική. ὡς γὰρ οἱ ἀπὸ τῶν τιμημάτων ἄρχοντες ἴσοι βούλονται εἶναι, οὕτω καὶ οἱ ἑταῖροι. [〈***〉 ἑκάστῳ γὰρ καὶ ἡ φιλία πρὸς τὰ τέκνα τῆς φιλίας τοῦ βασιλέως, ἣν ἔχει πρὸς τοὺς βασιλευομένους, καὶ τοῦ δικαίου τοῦ πρὸς αὐτοὺς καὶ πάντων δὲ τῶν προγόνων ἡ πρὸς τοὺς | |
25 | ἐγγόνους φιλία καὶ τὸ δίκαιον ἐν ὑπεροχῇ πάντων, καὶ εἰ ἔτι τῶν ἄνωθέν τις ζωή· καὶ τὸ δίκαιον δὲ ἐν τούτοις τὸ κατ’ ἀξίαν, οὐ τὸ κατ’ ἰσότητα· ἀνδρὸς δὲ πρὸς γυναῖκα ἀριστοκρατικὴ φιλία καὶ δίκαιον ἀριστοκρατικόν, ἡ δὲ τῶν ἀδελφῶν φιλία τῇ ἑταιρικῇ ἔοικεν.] ἑταιρικὴ δέ ἐστιν ἡ τῶν ἴσων καὶ ἡλικιωτῶν καὶ ὁμοηθῶν ἀλλήλοις καὶ ὁμοιοπαθούντων. τοιαύτη δὲ καὶ | |
30 | ἡ τῶν ἀδελφῶν. ἥλικες γάρ πως καὶ οὗτοι καὶ συνήθεις καὶ ὁμοιοπαθεῖς, ἄν γε μὴ διεφθαρμένοι τύχωσι τὰς ψυχάς· τοιαύτη δὲ καὶ ἡ τιμοκρατική· καὶ γὰρ οἱ ἐν τῇ πολιτείᾳ ταύτῃ ἴσοι βούλονται εἶναι καὶ ἐπιεικεῖς, οὐκ ἀκρι‐ | |
βεῖς μὲν κατ’ ἀρετήν, ἠγμένοι δὲ ἐλευθερίως καὶ πεπαιδευμένοι μετρίως κατὰ | 182 | |
183 | τοὺς νόμους. διὸ καὶ βελτίων ἐστὶ τῆς δημοκρατίας, ἐν ᾗ καὶ οἱ τυχόντες καὶ μηδέποτε ἐλευθερίου παιδείας μετέχοντες ἄρχειν εἰώθασιν. ἐν δὲ ταῖς τιμοκρατίαις ἐν μέρει τὸ ἄρχειν καὶ ἐξ ἴσου. οὕτω δὴ καὶ αἱ φιλίαι, ἴσαι δηλονότι καὶ οὐ μεθ’ ὑπερβολῆς. ἐν δὲ ταῖς παρεκβάσεσιν, ὥσπερ καὶ | |
5 | τὸ δίκαιον μικρόν ἐστιν, οὕτω καὶ ἡ φιλία. ἥκιστα δὲ ἐν τῇ χειρίστῃ ἔνεστι φιλία, λέγω δὴ τῇ τυραννίδι. καὶ γὰρ τὸ δίκαιον ἐν ταύταις 〈ἥκιστα〉 ἔνεστιν. ἐν μέρει δ’ ἄρχουσιν οἱ τιμοκρατικοί, καὶ ἡ φιλία αὐτῶν ἐν μέρει· ἐν οἷς γὰρ ἄρχουσιν. ὥσπερ δὲ οἱ παρεκβάντες ἐπὶ μικρὸν ἔχουσι τὸ δί‐ καιον, οὕτω καὶ τὴν φιλίαν, ὁ δὲ τύραννος οὐδαμοῦ φιλεῖ, ὀργάνοις δὲ πρὸς | |
10 | κακίαν χρῆται τοῖς ἀρχομένοις καὶ ὥσπερ σῶμα τῇ ψυχῇ. ὡς γὰρ τὸ σῶμα ψυχῆς ἄνευ εἶναι οὐ δύναται, οὕτως οὐδ’ οὗτος ἄνευ τῶν ποριζόντων αὐτῷ. ἐπὶ μικρὸν μὲν οὖν πολλάκις φιλοῦσιν οἱ τύραννοι διὰ τὸ χρῆσθαι πρὸς κα‐ κίαν. ἐν οἷς γὰρ μηδέν ἐστι κοινὸν ἄρχοντι καὶ ἀρχομένῳ ἀλλὰ πάντα περι‐ σπᾷ εἰς ἑαυτὸν καὶ ἁρπάζει ὁ ἄρχων, οὔτε φιλία ἐστὶν οὔτε δίκαιον. οὔτε | |
15 | γὰρ τεχνίτῃ πρὸς ὄργανόν ἐστί τις φιλία οὔτε δίκαιον οὔτε ψυχῇ πρὸς σῶμα οὔτε πρὸς δοῦλον δεσπότῃ. κήδονται μὲν γὰρ τούτων οἱ ἄρχοντες καὶ ὠφελοῦσιν 〈ἀλλ’ οὐ φιλοῦσιν〉 αὐτά, τὸ μὲν ὄργανον ὁ τεχνίτης κατασκευ‐ άζων ἐπιμελῶς, τὸ δὲ σῶμα ἡ ψυχή, τὸν δὲ δοῦλον ὁ δεσπότης, ἀλλ’ αὐτῶν ἕνεκα καὶ ἵνα ὑπουργῇ αὐτοῖς. ὅπως δὲ δῆλον γένηται πῶς εἶπε μὴ εἶναι | |
20 | φιλίαν δεσπότῃ πρὸς δοῦλον, ἐπεξηγεῖται λέγων, ᾗ μὲν οὖν δοῦλος οὐκ ἔστι φιλία πρὸς αὐτόν *** ἰσότητα ἀλλὰ πάντα προστάττειν τῷ οἰκέτῃ τὸν δεσπότην, εἰς αὑτὸν ἀναφέροντα τὴν χρείαν· ᾗ δ’ ἄνθρωπός ἐστιν, ἔσεσθαί τινα αὐτοῖς φιλίαν. καὶ ἤδη τινὲς κατανοήσαντες δούλους κρείττονας τῆς ὑπαρ‐ χούσης τύχης αὐτοῖς, ἑταίρους ἀντὶ δούλων αὐτοὺς ἐκτήσαντο. καὶ ἐν ταῖς | |
25 | τυραννίσι δὴ ἐπὶ μικρὸν ἢ οὐδ’ ὅλως εἰσὶ φιλίαι πρὸς τοὺς ἀρχομένους τοῖς τυράννοις, ἐν δὲ ταῖς δημοκρατίαις ἐπὶ πλέον ἐστὶν ἡ φιλία καὶ τὸ δίκαιον ἤπερ ἐν ταῖς ἄλλαις παρεκβάσεσι. πολλὰ γὰρ τὰ κοινὰ ἴσοις οὖσιν· ὅπου δὲ κοινωνία ἔνεστι καὶ φιλία τις καὶ δίκαιον. p. 1161b11 Ἐν κοινωνίᾳ μὲν οὖν ἕως περὶ μὲν τούτων ἐπὶ τοσοῦτον | |
30 | εἰρήσθω. Ὅτι μὲν οὖν πᾶσα φιλία ἐν κοινωνίᾳ ἐστίν, εἴρηται. ἀφορίσειε δ’ ἄν | |
τις, φησί, τὴν συγγενικὴν καὶ τὴν ἑταιρικὴν φιλίαν, ἤτοι χωρίσειεν | 183 | |
184 | ὡς ἐχούσας τι διαφέρον τῶν κοινωνικῶν. λαμβάνει δὲ κοινωνικὰς τὰς καθ’ ὁμολογίαν τινά. καὶ τοῦτο ποιεῖ δῆλον λέγων· αἱ δὲ πολιτικαὶ καὶ φυλε‐ τικαὶ καὶ συμπλοϊκαὶ καὶ ὅσαι τοιαῦται κοινωνικαῖς ἐοίκασιν. οἷον γὰρ καθ’ ὁμολογίαν τινὰ φαίνονται εἶναι. εἰ δὲ τοιοῦτόν ἐστιν ἡ κοι‐ | |
5 | νωνικὴ φιλία, εἰκότως οὔτε ἡ συγγενικὴ οὔτε ἡ ἑταιρική εἰσι κοινωνίαι. οὐ γὰρ καθ’ ὁμολογίαν φιλοῦσιν ἀλλήλους οἱ συγγενεῖς ἀλλ’ ὑπὸ τῆς φύσεως προαγόμενοι· οὐδ’ οἱ ἑταῖροι. ἐν κοινωνίᾳ μὲν οὖν πᾶσαι φιλίαι. διὰ τὸ κοι‐ νωνεῖν φησι φιλοῦσιν οἵ τε συμπλωτῆρες καὶ οἱ συνναυπηγοῦντες καὶ οἱ λοι‐ ποί, οἷον πολῖται καὶ φυλέται. τὴν γὰρ συγγενικὴν καὶ ἑταιρικὴν χωριστέον | |
10 | τῶν τοιούτων. οὐ γὰρ ἡ φιλία τοῖς τοιούτοις διὰ τὴν κοινωνίαν ἀλλὰ δι’ αὐτὸ τὸ καλόν. φυσικῶς γὰρ τοὺς συγγενεῖς στέργουσι πάντες οἱ συγγενεῖς. ἀλλὰ καὶ ἡ ἑταιρικὴ φιλία δι’ αὐτὸ τὸ ἀγαθὸν καὶ διὰ συνήθειαν καὶ τὸ ἴσους εἶναι καθ’ ἡλικίαν. εἰς τὰς κοινωνικὰς δὲ τὴν ξενικήν τις τάξειε. πολυει‐ δὴς δὲ καὶ ἡ συγγενικὴ φιλία, οἷον ἡ τοῦ πατρὸς πρὸς υἱούς, ἡ τῶν υἱῶν | |
15 | πρὸς πατέρα, ἡ τῶν ἀδελφῶν πρὸς ἀλλήλους καὶ τῶν λοιπῶν συγγενῶν· ἐκ πατέρων δ’ αὗται τὴν ἀρχὴν ἔχουσι. καὶ μᾶλλον ὁ πατὴρ οἰκεῖος τῷ τέκνῳ ἢ τὸ τέκνον τῷ πατρί. τῶν δὲ παίδων οὐδὲν τῷ πατρὶ οἰκεῖον. ταὐτὸν γὰρ τοὺς ἀδελφοὺς ἀλλήλοις ποιεῖ ἡ πρὸς τοὺς γονεῖς ταυτότης διὰ τὸ τὰ τῷ αὐτῷ ταὐτὰ καὶ ἀλλήλοις εἶναι ταὐτά. ἀνάλογον δ’ ἔχει αἷμα καὶ ῥίζα· ὡς | |
20 | γὰρ οἱ ἀπὸ τῆς ῥίζης φύντες κλάδοι καὶ πρὸς ἀλλήλους καὶ πρὸς τὴν ῥίζαν τὴν ὁμοιότητα ἔχουσιν [ἀλλὰ τὴν πρὸς ἀλλήλους ὁμοιότητα] διὰ τὸ ἀπὸ τῆς αὐτῆς εἶναι ῥίζης, οὕτω καὶ οἱ ἀπὸ τοῦ τῶν γονέων αἵματος ἔχουσι πρὸς ἀλλήλους τὴν ὁμοιότητα διὰ τὸ ἀπὸ τοῦ αὐτοῦ εἶναι αἵματος. ἔχουσι δὲ καὶ πρὸς τὸ αἷμα τὴν ὁμοιότητα. οἱ αὐτοί τέ εἰσι τῷ πατρὶ διῃρημένοι κατὰ τὰ | |
25 | σώματα. Ἀνεψιοὶ δὲ καὶ οἱ λοιποὶ συγγενεῖς οἷον ἔκγονοι καὶ δισέκγονοι πρὸς ἀλλήλους ἔχουσιν οἰκειότητα διὰ τὸ ἀπὸ τῶν αὐτῶν γεννηθῆναι ἀδελφῶν. μᾶλλον δ’ εἰσὶν οἰκεῖοι, ὅσοι τῷ τοῦ γένους ἀρχηγῷ πλησιάζουσιν. ὅσῳ, φησίν, ἀναγκαιότερον οἰκία πόλεως καὶ πρότερον, τοσοῦτον καὶ τεκνοποιία | |
30 | τοῖς ζῴοις καὶ μᾶλλον ἀνθρώποις. ὡς γὰρ οὐκ ἂν πόλις συσταίη μὴ γινο‐ μένης οἰκίας, οὕτως οὐδὲ βίος ἀνθρώπινος οὐδὲ φιλία γένηται μὴ γεννηθέντων τῶν φιλτάτων παίδων. ὁ δὲ ζητῶν βίον ἀνδρὸς πρὸς γυναῖκα καὶ φίλου πρὸς φίλον οὐδὲν ζητεῖ ἢ εἰ ὅμοιον τὸ δίκαιον ἔχουσιν· ἐπεὶ δ’ οὐχ ὅμοιον τὸ δί‐ καιον, οὐδ’ ὁμοίως βιώσουσι. | |
35 | Τριττῶν δὴ οὐσῶν τῶν φιλιῶν. τριττὴν εἰπὼν εἶναι τὴν φιλίαν, διά | |
τε τὸ ἀγαθὸν καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον, καθ’ ἑκάστην φιλίαν εἰσὶ καὶ | 184 | |
185 | ἴσοι καὶ ὑπερέχοντες· ἴσοι μὲν ὡς ὅταν ἀμφότεροι ἀγαθοί, καθ’ ὑπεροχὴν δὲ ὅταν ὁ μὲν ἀγαθός, ὁ δὲ πλούσιος. προσθετέον δὲ καὶ τὸ εἰδέναι τὸν πλού‐ σιον, ὡς ὅσον ὑπερέχει τῷ πλούτῳ, τοσοῦτον τῇ ἀρετῇ ὑπερέχεται. ἢ τὸ καθ’ ὑπεροχὴν ὡς ὅταν ὁ μὲν ἀγαθός, ὁ δὲ φαῦλος, τοιοῦτος δὲ ὡς μὴ | |
5 | πάντῃ διεφθαρμένος, ἀλλὰ δυνάμενος ἐπαναχθῆναι πρὸς τὸ βέλτιον. ἴσοι δὲ πάλιν καὶ ὅταν οἱ δύο εὐτράπελοι, καθ’ ὑπεροχὴν δὲ ὅταν ὁ μὲν ὑπερέχῃ τῇ εὐτραπελίᾳ, ὁ δὲ τῷ πλούτῳ. ὁμοίως δὲ καὶ ἴσοι μὲν ὅταν ὁμοίως χρη‐ σιμεύωσιν, ὑπεροχὴ δὲ γίνεται ὅταν ὁ μὲν πλέον, ὁ δὲ ἔλαττον· τοὺς ἴσους κατ’ ἰσότητα τὴν διὰ τὸ ἀγαθὸν καὶ ἡδὺ καὶ χρήσιμον δεῖ καὶ κατὰ τὸ φι‐ | |
10 | λεῖν ἰσάζειν. εἰ γὰρ ἴσοι ἀγαθοί εἰσι, φιλήσουσιν, ὁμοίως κἀπὶ τῶν ἄλλων· εἰ δ’ ἄνισοι εἶεν, δεῖ ἀναλόγως ἀποδιδόναι τὸν μὲν πλούσιον τιμᾶσθαι ὡς πλούσιον, τὸν δ’ ὡς ἐνάρετον. οὐδεὶς δὲ τὸν εὖ ποιοῦντα δυσχεραίνει, ἀλλ’ ἂν 〈ᾖ〉 χαρίεις ὁ πάσχων, ἀμύνεται, ἤγουν βοηθεῖ, τῷ εὐεργέτῃ εὖ δρῶν. Ὥσπερ δέ φησι τὸ δίκαιον τὸ μὲν ἔγγραφον, τὸ δὲ ἄγραφον (ἄγραφον | |
15 | μὲν ὅταν ἀπὸ ἔθους τις δικαιωθῇ, ἔγγραφον δ’ ὅταν ἀπὸ νόμου), οὕτω καὶ ἡ διὰ τὸ χρήσιμον φιλία ἠθικὴ καὶ νομική. ἐγκαλοῦσιν οὖν ὅταν μὴ διαλυ‐ θῶσιν ὡς καὶ συνήλλαξαν. εἰ γάρ τις ὡς φίλῳ δῴη τινὶ πεντήκοντα νομί‐ σματα, μηδὲν περὶ τόκου εἰπὼν ἀλλ’ ἀγράφως συναλλάξας, εἶθ’ ὕστερον ἀπαι‐ τεῖ τόκον, ἄλλως μὲν συνήλλαξεν, ἄλλως δὲ σπεύδει διαλυθῆναι. ἡ νομικὴ | |
20 | μὲν οὖν ἡ ἀγοραία τοιαύτη, ὡς τόδε μὲν λαβεῖν, τόδε δὲ δοῦναι, ἡ δὲ εἰς χρόνον, οἷον εἰ δῴη μέχρι τοῦ μέλλοντος ἐνιαυτοῦ δέκα νομίσματα, ἵνα μοι δῴης ταῦτα καὶ ἕτερα πέντε. δῆλον οὖν ἐν τῇ ἐλευθερίᾳ νομικῇ τὸ ὄφλημα. εἰ 〈δέ〉 ποτε ἀναβάλληται ὁ λαβὼν καὶ μὴ ἀποδῷ, φιλικὸν τὸ μὴ ἀπαιτῆσαι. ὡς φίλῳ μὲν οὖν ἡ ἠθικὴ δίδωσιν, ἀπαιτεῖ δὲ τὸ ἴσον ἢ πλέον ὡς μὴ | |
25 | δεδωκὼς χάριν ὠφελείας τοῦ λαβόντος, ἀλλ’ ὡς χρήσας ἵν’ ἐκ τούτων κερ‐ δάνῃ. χωρὶς μὲν οὖν τόκου συναλλάξας, μετὰ δὲ τόκου διαλυθῆναι σπεύδων ἐγκαλέσαι, τὸ δὲ ἐγκαλεῖν καὶ ἄλλως μὲν συναλλάττεσθαι καὶ ἄλλως διαλύε‐ σθαι συμβαίνει διὰ τὸ θέλειν τινὰς καλοὺς φαίνεσθαι. διδόασι μὲν οὖν πρῶτον μηδὲν ἐπερωτήσαντες, ἵν’ ἀγαθοὶ δόξωσιν, ὕστερον δὲ ὠφελεῖσθαι βούλονται | |
30 | καὶ διὰ τοῦτο ἐγκαλοῦσι. δυναμένῳ δὲ τῷ λαβόντι δεῖ ἀποδοῦναι τὴν ἀξίαν ὧν ἔπαθεν. ἄκοντα γὰρ οὐ ποιητέον φίλον τὸν δέοντα· ὡς δὴ ἁμαρτόντα σὲ τὸν λαβόντα ἐν τῇ ἀρχῇ, διὰ τὸ παθεῖν εὖ ὑφ’ οὗ οὐκ ἔδει, ἐπεὶ οὖν μετὰ κακοῦ συνήλλαξας ἀπόδος, ὡς ἐπὶ ῥητοῖς συμφωνήσας, εἰ καὶ μὴ συνε‐ φώνησας. μὴ εὐποροῦντας δὲ δοῦναι, οὐδὲ ὁ δοὺς λαβεῖν ἠξίωσεν. ἐν ἀρχῇ | |
35 | δὲ ἐπισκεπτέον· δεῖ φησι σκοπεῖν, εἰ ὑπὸ ἀγαθοῦ εὐεργετεῖται καὶ ἐπὶ τίνι | |
συμφωνίᾳ, ἵν’ ἐμμείνῃ τούτοις ἢ μή. | 185 | |
186 | Ἀμφισβήτησιν δ’ ἔχει πότερον δεῖ πιστεύειν τῇ τοῦ παθόντος ὠφε‐ λείᾳ καὶ οὕτως ἀνταποδιδόναι ἢ τῇ τοῦ δόντος εὐεργεσίᾳ. λύων οὖν φησιν, ἐπεὶ ἡ φιλία διὰ τὸ χρήσιμον, μέτρον ἐστὶ τῆς ἀνταποδόσεως ἡ τοῦ παθόν‐ τος ὠφέλεια. εἰ γάρ τις δέδωκέ τινι δέκα νομίσματα, ὁ δὲ ἐκέρδανεν ἑκα‐ | |
5 | τόν, δεῖ τὰ ἡμίση διδόναι τῷ εὐεργέτῃ. οὕτω γὰρ δέδωκεν ὡς τὰ ἴσα τοῦ κέρδους κομιουμένου. ὁ λαβὼν δέ ἐστιν ὁ δεόμενος. εἰ οὖν ὁ λαβὼν ἑκατὸν ὠφελήθη, τοσοῦτον ὁ δοὺς ἐβοήθησεν. καὶ ἀποδοτέον τὸ ἥμισυ τοῦ κέρδους ἢ καὶ τὸ πλέον. ἐπὶ δὲ τῶν κατ’ ἀρετὴν οὐκ ἔστιν ἐγκαλεῖν. εἰ γὰρ μέτρον ἐστὶν ἡ τοῦ δράσαντος τὸ ἀγαθὸν προαίρεσις, οὐδὲν δ’ αἰτεῖ ὁ δρῶν, οὐδ’ | |
10 | ἐγκαλέσει ποτέ. Ἐπεὶ τρεῖς εἰσιν αἱ φιλίαι, ἔχουσι δὲ καὶ ὑπεροχάς, διαφορὰ γίνε‐ ται καὶ ἐν ταῖς ὑπεροχαῖς. ἀξιοῖ γὰρ ὁ βελτίων, ἤγουν ὁ ἀγαθός, ἔχειν πλεῖον, πάλιν δὲ ὁ πλούσιος· οὕτω γὰρ ὠφελιμώτερος. φησὶ γὰρ ὁ μὲν πλούσιος, ὡς ἀχρεῖόν σε ἐν πλούτῳ ὄντα οὐ χρὴ ἴσον ἔχειν ἐμοί. ὑπηρεσία | |
15 | γάρ ἐστι τὸ ἐμὲ μὲν μόνον κομίζειν, λαμβάνειν δὲ καὶ σὲ ἐξ ἴσου ἐμοί· ὁμοίως δὲ πάλιν καὶ ὁ ἕτερος. δεῖ οὖν φησι τῷ μὲν ὑπερέχοντι κατὰ πλοῦτον ἢ ἀρε‐ τὴν διδόναι τιμήν, χρήματα δὲ τῷ ἐνδεεῖ. Φαίνονται δὲ καὶ ἐν ταῖς πολιτείαις τιμώμενοι οἱ ὑπερέχοντες πλούτῳ καὶ τὸ κοινὸν εὐεργετοῦντες. οὐκ ἔστιν οὖν θαυμαστὸν καὶ λαμβάνειν χρή‐ | |
20 | ματα καὶ τιμᾶσθαι; οὐδεὶς γὰρ αἱρεῖται τὸ ἔλαττον, ὥστε καὶ διδόναι χρή‐ ματα καὶ τιμᾶσθαι. τῷ γὰρ διδόντι χρήματα τιμὴν νέμειν δεῖ καὶ τῷ ὠφελοῦντι καὶ λαμβάνοντι ἢ εἰς ἀρετὴν ὁδηγουμένῳ τιμὴν δεῖ ἀνταποδιδόναι καθ’ ὅσον ἐνδέχεται καὶ δυνατόν. οὐ γὰρ πᾶσι τὸ κατ’ ἀξίαν. διὰ τοῦτό φησι δόξειε μὴ ἐξεῖναι υἱῷ τὸν πατέρα ἀρνήσασθαι· ὀφείλοντα γὰρ τὸν | |
25 | υἱὸν δεῖ ἀποδιδόναι, οὐδὲν δὲ ποιήσας ὁ υἱὸς ἄξιον δέδρακε τῶν πεπραγμέ‐ νων παρὰ τοῦ πατρὸς πρὸς αὐτόν. ἐξουσία οὖν τῷ πατρὶ ἀφεῖναι, ᾧ καὶ χρεωστεῖ ὁ υἱός. οὐδεὶς δέ ποτε ἀποστήσεται τοῦ υἱοῦ, εἰ μὴ μοχθηρὸν ἴδοι αὐτὸν ὄντα. βούλονται γὰρ πάντες τὸ βοηθεῖσθαι, τῷ δὲ υἱῷ ἐπίφευκτον τὸ | |
ἐπαρκεῖν ἢ οὐ σπουδαστόν. καὶ περὶ μὲν τούτων τάδε μοι εἴρηται. | 186 |